§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΥΠΩΝ ΒΙΒΛΙΟΝ
Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων θεωρίας πεπραγματευμένων, ἀναγκαῖον ἡγησάμην αὐτὸς ὁριστικώτερον καὶ κατὰ περιγραφὴν ἐπιδραμεῖν ταῦτα, οὕτως εὐκαταρίθμητον καὶ εὐκαταμάθητον οἰόμενος τοῖς νεωστὶ προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα, ὄν τε ἁπλοῦν καὶ μετὰ τὴν ἁπλουστέραν κατάληψιν εὐκολώτερον, καὶ καθάπερ ἐξ ἑτοίμου τοῖς πολλοῖς ἐντυγχάνον.
盖伦《论病型》鉴于许多人已较为宽泛地探讨了关于病型的理论,我自己认为有必要更具定义性且以轮廓式地概述这些内容,因为我认为这样可以让刚接触这门医术的人觉得此事易于计数、易于学习,因为它既简单,又在更简单的理解之后变得更容易,且对大多数人来说仿佛是唾手得的。
ἀρκτέον δ’ ἐντεῦθεν.
我们必须从这里开始。
§2Τύπος ἐστὶ τάξις ἐπιτάσεως καὶ ἀνέσεως· περίοδος δέ ἐστι χρόνος ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι γενόμενος.
病型是增剧与缓解的秩序;而周期是在疾病中发生的增剧与缓解的时间。
ὀλίγα τῶν παθῶν οὐ τυποῦνται, ὡς ἀτροφία, παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα· τὰ πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον· πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν τῶν διηνεκῶν λεγομένων ἢ τῶν ἀτάκτων.
极少数疾病不呈病型,如萎缩症、瘫痪、象皮病以及与这些类似的疾病;而大多数疾病虽呈病型,但较为罕见;在所有疾病中,发热最呈病型,但被称为持续且无间断的发热或不规则的发热除外。
§3Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ δεύτεροι· καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι· καὶ πάλιν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι.
在病型中,有些是原发的,有些是继发的;有些是静止的,有些是移动的;再次,有些是单纯的,有些是复合的。
πρῶτοι μὲν οὖν εἰσιν οἱ μικρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ τριταῖοί τε καὶ τεταρταῖοι· δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημερινὸς καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος.
原发的病型是那些发作期短而缓解期长的病型,如间三日疟和间四日疟;继发的病型是那些发作期长而缓解期短的病型,如日发疟和延长的拟间三日疟。
τῶν δὲ παρεκτεταμένων οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς ὠνόμασται.
在延长的病型中,唯独这一个被古人命名为“特异的”。
ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπισημαίνοντες καὶ ἀνιέντες· κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις ὥραις ἐπισημαίνοντες· ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται, οἱ δὲ βραδύνοντες ὑστερητικοι.
静止的病型是指在相同的时刻发作和缓解的病型;移动的病型是指总是在不同的时刻发作的病型;在移动的病型中,那些提前且让时刻更早到来的被称为“前趋的”,而那些迟延的被称为“后延的”。
ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν ποιούμενοι· σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ ἀνέσεων συνεστῶτες.
单纯的病型是指产生单一增剧的病型;复合的病型是由多次发作和缓解组成的病型。
τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν.
在复合的病型中,有些由同种要素构成,有些由异种要素构成。
ἐξ ὁμογενῶν μὲν, ὅταν ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμπλέκηται, ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν, ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι· ἐξ ἑτερογενῶν δὲ, ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τριταῖος τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους ὄντων.
由同种要素构成是指,例如,一个单纯的日发疟与一个双重日发疟相结合,或者出现双重间三日疟,或者三重间三日疟,或者再次出现双重和三重间四日疟;由异种要素构成是指,例如,日发疟与间三日疟相结合,或者间三日疟与间四日疟,或者与不属于同一属的其他任何病型相结合。