- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg048.humanitext-grc1:1-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ガレノスが『型について』の執筆意図を説明し、病気における「型」と「周期」を定義する。さらに、発熱を中心に、型を一次/二次、固定/移動、単純/複合に分類する。
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΥΠΩΝ ΒΙΒΛΙΟΝ Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων θεωρίας πεπραγματευμένων,1 ἀναγκαῖον ἡγησάμην αὐτὸς2 ὁριστικώτερον καὶ κατὰ περιγραφὴν ἐπιδραμεῖν ταῦτα, οὕτως εὐκαταρίθμητον καὶ εὐκαταμάθητον οἰόμενος τοῖς νεωστὶ προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα,3 ὄν τε ἁπλοῦν καὶ μετὰ τὴν ἁπλουστέραν κατάληψιν εὐκολώτερον, καὶ καθάπερ ἐξ ἑτοίμου τοῖς πολλοῖς ἐντυγχάνον. ἀρκτέον δ’ ἐντεῦθεν.
ガレノス『型について』 多くの者が型の理論についてかなり詳細に論じてきたが、私自身は、これらをより定義的かつ概略的に概観することが必要であると考えた。そうすることで、この分野に最近入ってきた者たちにとって、この事柄が把握しやすく、学びやすいものになると考えたからである。それは単純なものであり、より単純な把握の後には容易になり、かつ、一般の人々にとってもいわばすぐ手に入るように出会うものであるからである。ここから始めることとしよう。
Τύπος ἐστὶ τάξις ἐπιτάσεως καὶ ἀνέσεως· περίοδος δέ ἐστι χρόνος ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι γενόμενος. ὀλίγα τῶν παθῶν οὐ τυποῦνται, ὡς ἀτροφία, παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα· τὰ πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον· πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν τῶν διηνεκῶν λεγομένων ἢ τῶν ἀτάκτων.
型とは、増悪と寛解の秩序である。そして周期とは、病気において生じる増悪と寛解の時間である。疾患のうち、萎縮症、麻痺、象皮病、およびこれらに類するものなど、ごく少数のものは型を持たない。大部分の疾患は型を持つが、より稀である。そして何よりも発熱が最も型を持つが、連続熱や、たえまないと言われるもの、あるいは不規則なものを除く。
Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ δεύτεροι· καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι· καὶ πάλιν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι. πρῶτοι μὲν οὖν εἰσιν οἱ μικρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ τριταῖοί τε καὶ τεταρταῖοι· δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημερινὸς καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος. τῶν δὲ παρεκτεταμένων οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς ὠνόμασται. ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπισημαίνοντες καὶ ἀνιέντες· κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις ὥραις ἐπισημαίνοντες· ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται,4 οἱ δὲ βραδύνοντες ὑστερητικοί. ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν ποιούμενοι· σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ ἀνέσεων συνεστῶτες. τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν. ἐξ ὁμογενῶν μὲν, ὅταν ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμπλέκηται, ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν, ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι· ἐξ ἑτερογενῶν δὲ, ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τριταῖος τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους ὄντων.
型のうち、あるものは一次的であり、他は二次的である。また、あるものは固定型であり、他は移動型である。さらに、あるものは単純型であり、他は複合型である。一次的な型とは、発作が短く、寛解が長いものであり、三日熱や四日熱がこれにあたる。二次的な型とは、発作が長く、寛解が短いものであり、日日熱や長期化された半三日熱がこれにあたる。長期化されたもののうち、これだけが古人によって特異なものとして名づけられた。固定型とは、同じ時間(時刻)に発作と寛解が生じるものである。移動型とは、常に異なる時間(時刻)に発作が生じるものである。このうち、あらかじめ時間が早まって現れるものは「先行型」と呼ばれ、遅れるものは「後行型」と呼ばれる。単純型とは、一つの増悪を行うものである。複合型とは、複数の発作と寛解から構成されるものである。複合型のうち、あるものは同種のものから構成され、他は異種のものから構成される。同種のものからとは、たとえば、単純な日日熱が二重日日熱と組み合わされる場合、あるいは二重三日熱、あるいは三重三日熱が生じる場合、あるいはさらに二重および三重の四日熱が生じる場合である。異種のものからとは、たとえば、日日熱が三日熱と組み合わされる場合、あるいは三日熱が四日熱と、あるいは同じ属に属さない他のいずれかと組み合わされる場合である。
- 1Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων θεωρίας πεπραγματευμένων
独立属格構文。名詞(代名詞)Πολλῶν が意味上の主語であり、完了分詞 πεπραγματευμένων が述語の役割を果たす。比較級副詞 πλατυτέρω(より広く、詳細に)は、先行する医療著者たちによる議論のあり方を記述している。
- 1ἀναγκαῖον ἡγησάμην αὐτὸς
ἡγησάμην の目的語として、不定詞 ἐπιδραμεῖν を主語とする名詞句が省略され、ἀναγκαῖον がその形容詞補語(中性単数対格)として機能している。主格の αὐτός は動詞の主語(一人称単数)を強調し、他人の著作に対して「私自身が」要約することを望む意図を示す。
- 1οἰόμενος τοῖς νεωστὶ προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα
分詞 οἰόμενος の目的語は対格の τὸ πρᾶγμα であり、補語として εὐκαταρίθμητον καὶ εὐκαταμάθητον(ともに中性対格)を伴う。存在動詞 εἶναι が省略された対格主語・対格補語の構造である。与格句 τοῖς ... τῇ τέχνῃ(医術に新しく入ってきた人々にとって)は判断の基準・関与を表す。
- 3ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται
関係代名詞の属格 ὧν は全体属格として、直前の「移動型(κινούμενοι)」を指す。主格分詞の φθάσαντες と προδόντες は、主語(οἱ μὲν)の動作を補足説明する。主節の述語動詞 λέγονται の主格補語として 形容詞 προληπτικοί(先行的な、早まる)が置かれている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
