§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΥΠΩΝ ΒΙΒΛΙΟΝ
Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων θεωρίας πεπραγματευμένων, ἀναγκαῖον ἡγησάμην αὐτὸς ὁριστικώτερον καὶ κατὰ περιγραφὴν ἐπιδραμεῖν ταῦτα, οὕτως εὐκαταρίθμητον καὶ εὐκαταμάθητον οἰόμενος τοῖς νεωστὶ προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα, ὄν τε ἁπλοῦν καὶ μετὰ τὴν ἁπλουστέραν κατάληψιν εὐκολώτερον, καὶ καθάπερ ἐξ ἑτοίμου τοῖς πολλοῖς ἐντυγχάνον.
ガレノス『型について』多くの者が型の理論についてかなり詳細に論じてきたが、私自身は、これらをより定義的かつ概略的に概観することが必要であると考えた。 そうすることで、この分野に最近入ってきた者たちにとって、この事柄が把握しやすく、学びやすいものになると考えたからである。 それは単純なものであり、より単純な把握の後には容易になり、かつ、一般の人々にとってもいわばすぐ手に入るように出会うものであるからである。
ἀρκτέον δ’ ἐντεῦθεν.
ここから始めることとしよう。
§2Τύπος ἐστὶ τάξις ἐπιτάσεως καὶ ἀνέσεως·
型とは、増悪と寛解の秩序である。
περίοδος δέ ἐστι χρόνος ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι γενόμενος.
そして周期とは、病気において生じる増悪と寛解の時間である。
ὀλίγα τῶν παθῶν οὐ τυποῦνται, ὡς ἀτροφία, παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα·
疾患のうち、萎縮症、麻痺、象皮病、およびこれらに類するものなど、ごく少数のものは型を持たない。
τὰ πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον·
大部分の疾患は型を持つが、より稀である。
πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν τῶν διηνεκῶν λεγομένων ἢ τῶν ἀτάκτων.
そして何よりも発熱が最も型を持つが、連続熱や、たえまないと言われるもの、あるいは不規則なものを除く。
§3Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ δεύτεροι·
型のうち、あるものは一次的であり、他は二次的である。
καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι·
また、あるものは固定型であり、他は移動型である。
καὶ πάλιν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι.
さらに、あるものは単純型であり、他は複合型である。
πρῶτοι μὲν οὖν εἰσιν οἱ μικρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ τριταῖοί τε καὶ τεταρταῖοι·
一次的な型とは、発作が短く、寛解が長いものであり、三日熱や四日熱がこれにあたる。
δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημερινὸς καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος.
二次的な型とは、発作が長く、寛解が短いものであり、日日熱や長期化された半三日熱がこれにあたる。
τῶν δὲ παρεκτεταμένων οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς ὠνόμασται.
長期化されたもののうち、これだけが古人によって特異なものとして名づけられた。
ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπισημαίνοντες καὶ ἀνιέντες·
固定型とは、同じ時間(時刻)に発作と寛解が生じるものである。
κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις ὥραις ἐπισημαίνοντες·
移動型とは、常に異なる時間(時刻)に発作が生じるものである。
ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται, οἱ δὲ βραδύνοντες ὑστερητικοι.
このうち、あらかじめ時間が早まって現れるものは「先行型」と呼ばれ、遅れるものは「後行型」と呼ばれる。
ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν ποιούμενοι·
単純型とは、一つの増悪を行うものである。
σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ ἀνέσεων συνεστῶτες.
複合型とは、複数の発作と寛解から構成されるものである。
τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν.
複合型のうち、あるものは同種のものから構成され、他は異種のものから構成される。
ἐξ ὁμογενῶν μὲν, ὅταν ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμπλέκηται, ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν, ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι·
同種のものからとは、たとえば、単純な日日熱が二重日日熱と組み合わされる場合、あるいは二重三日熱、あるいは三重三日熱が生じる場合、あるいはさらに二重および三重の四日熱が生じる場合である。
ἐξ ἑτερογενῶν δὲ, ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τριταῖος τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους ὄντων.
異種のものからとは、たとえば、日日熱が三日熱と組み合わされる場合、あるいは三日熱が四日熱と、あるいは同じ属に属さない他のいずれかと組み合わされる場合である。