§5Τούτων ἡμῖν αὐτάρκως ἀποδεικνυμένων, ἐπισκεψόμεθα περὶ τῶν μὴ λυομένων νοσημάτων.
由于这些事情已被我们充分论证,接下来我们将考察那些不消退的疾病。
διττὴ δέ ἐστιν αὐτῶν ἡ φύσις· ἔνια μὲν γὰρ αὐτῶν ἔχει τὴν κατασκευὴν, ὅταν ἀκριβῶς αὐτὴν ἔχῃ συμπληρουμένην· ἔνια δὲ ἐκ μὲν τῆς τῶν λυομένων ἐστὶ φύσεως, ἀλλ’ ὅταν ἀποκτεῖναι φθάσῃ, κατὰ τοῦτο αὐτοῖς γίνεσθαι συμβαίνει.
它们的性质是双重的:因为其中一些,在准确地达到其完整状态时,便具有了其(不可逆的)构造;而另一些虽然属于可消退疾病的性质,但当它们提前致死时,便在这方面成为了不消退的疾病。
τριττὸς δὲ καὶ τούτων ὁ τρόπος ἐστίν· ἢ γὰρ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν, ἢ διὰ τὴν τῶν νοσημάτων ἰσχὺν, ἢ διὰ τὰ συναμφότερα ἀναιρεῖ πρὶν λυθῆναι.
而这些[提前致死者]的方式也是三重:因为或是由于患者的虚弱,或是由于疾病的力量,或是由于这两者结合,在消退之前便夺去生命。
καθ’ ἕτερον δὲ λόγον εἷς καινὸς τύπος ἁπάντων ἐστὶ τῶν τοιούτων, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ·
但从另一个角度来看,所有这类情况都有一个共同的类型,即当[疾病]超出力量(患者的生命力)时。
τὸ γάρ τοι συνέχον αὐτὸ τῆς ἀπωλείας τοῦ κάμνοντος ἐν τούτῳ τέτακται, μήτε σωθῆναι δυναμένου τινὸς, εἰ μὴ κρατήσειεν ἡ φύσις τῆς νόσου, μήτε ἀπόλλυσθαι χωρὶς τοῦ νικηθῆναι μὲν τὴν φύσιν, ἐπικρατέστερον δὲ αὐτῆς γενέσθαι τὸ νόσημα.
因为患者灭亡的最决定性因素就在于此:如果自然(生命力)不能战胜疾病,谁也无法获救;同样,若非自然被征服,而疾病变得比它更强势,谁也不会灭亡。
καὶ διὰ τοῦτό γέ τινες ἓν σημαίνεσθαι νομίζουσιν ἐκ τοῦ μεγάλου νοσήματος, ἐν τῷ πρός τι συνισταμένου, οὐκ εἰδότες ὅτι λέγεται μέν ποτε καὶ οὕτω τὸ μέγα νόσημα, καθάπερ ἂν εἰ καὶ μεῖζον ἐλέγομεν, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· λέγεται δὲ καὶ κατ’ ἰδίαν οὐσίαν, ὡς ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς μέγας.
正因为如此,有些人认为“大病”一词只表示单一的含义,即它是在相对关系中成立的,而不知道“大病”有时确实是这样说的,就像当它超出力量时我们说“更大的(病)”一样;但它也是根据其自身的本质来说的,就像一个“大”人、或大马、或大牛。
ἀποδέδεικται δέ μοι καὶ περὶ τούτου τοῦ διττοῦ σημαινομένου πολλάκις ἤδη δι’ ἑτέρων· τὸ δὲ πάντα ἐν πᾶσιν ἐξεργάζεσθαι, φλύαρον·
关于这种双重含义,我已经多次在其他著作中作了论证;但在所有著作中彻底阐述所有事情是多余的。
ὅπερ οὖν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τοῦτο ἐρῶ.
因此,凡对目前有用的,我就说这些。
τῶν νοσημάτων ἕκαστον αὐτὸ μὲν καθ’ ἑαυτὸ κέκτηταί τινα πηλικότητα, βέλτιον γὰρ οὕτως εἰπεῖν ἕνεκα σαφηνείας, ἤτοι δὲ ὑπὲρ τὴν δύναμίν ἐστιν ἡ πηλικότης αὕτη τοῦ νοσήματος, ὡς βαρύνειν αὐτὴν, ἢ τοὐναντίον ἀσθενεστέρα τῆς δυνάμεως, ὡς νικηθῆναι πρὸς ἐκείνης, ἁπάντων τῶν καλῶς γινομένων.
每种疾病本身都具有一定的规模(为了清楚起见,最好这样说),而疾病的这一规模要么超出力量,以致压倒它;要么相反,比力量弱,以致在一切顺遂的情况下被力量所战胜。
ὅταν οὖν ὑπὲρ τὴν δύναμιν ᾖ, τεθνήξεται πάντως ὁ ἄνθρωπος.
因此,当[疾病]超出力量时,人必然会死亡。