Humanitext Reader

盖伦 · 论疾病整体的转折期 §7-8

并发疾病的观察与分期治疗原则

第 7 段,共 7 段 · 希腊语

内容简介

本章节阐述了在多种疾病并存时通过评估三个主导源泉(脑、心、肝)来观察病人的方法,论述了根据疾病时期(如极期和缓解期)进行治疗和饮食管理的基本原则,并批评了阿奇根斯的冗长赘述。

§7Ἐνδέχεται γὰρ ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ καὶ δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρωπον, ὧν τὸ μὲν ἤδη παρακμάζει, τὸ δὲ τὸν ἀρχῆς ἔτι μένει καιρὸν, ἢ τὰ πρῶτα τῆς ἀναβάσεως, τὸ δ’ ἐπὶ πλεῖστον ηὔξηται· κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρακμάζον, οὔτε διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγάλως ηὐξημένον.
因为一个人有可能在同一时间患上两种或三种疾病,其中一种已经衰落,另一种仍停留于开始阶段或增长期的初段,而还有一种则已极度增大;在此之后人可能会死去,但这既不是因为那正衰落的疾病,也不是因为那刚开始的疾病,而是因为那大为增大的疾病。
μάλιστα μὲν οὖν ἐπισκέπτου τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν ὅλον τὸ σῶμα δυνάμεων, ὅπως διάκεινται· λέγω δὲ ταύτας, ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ· ἐφεξῆς δὲ καὶ τὰ ἄλλα σύμπαντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα, νεῦρα, φλέβας καὶ ἀρτηρίας, καὶ ἅττα φύσιν μὲν ἰδίαν ἔχοντα, διοικούμενα δὲ ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν ὁμοτίμως, ἔνια δὲ ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δὲ ἧττον.
因此,首先请重点观察统治整个身体的三种能力的源泉是如何配置的——我说的是这些:脑、心和肝;接着也观察其他所有的部位,即从各源泉所生出的神经、静脉和动脉,以及那些虽具有自身独特的性质、却受到所有源泉统治的部位,其中一些受到平等的统治,另一些受某一源泉统治较多、受另一源泉统治较少。
ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μὲν, εἴθ’ ἕν ἐστιν, εἴτε καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις· εἶθ’ ἑξῆς ἑκάστου τοὺς ἰδίους ἐπίσκεψαι καιροὺς, ἀναγκαίους ὑπάρχοντας εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ἧς ἕνεκα ἡμῖν ὁ λόγος ὅδε σπουδάζεται.
因为从这种观察中,首先你会发现此人是患有一种疾病还是多种疾病;然后,接着观察每种疾病各自的时期,这些对于寻找治疗手段是必不可少的,而这正是我们认真探讨本论题的目的所在。
§8Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων ὅσα μεταξύ.
因为在开始和结束的时期,一切都较弱,而在极期则较强,至于在它们之间的,则是介于两者之间。
τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέστερα, καθάπερ γε καὶ τὰ τοῦ τέλους ἐγγυτέρω· τὰ δὲ ἶσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ τῆς ἀκμῆς μέσα τῆς ἰσχύος τῶν ἄκρων ἀμφοτέρων· οὕτω δὲ καὶ τὰ τῆς ἀκμῆς ἶσον ἀπέχοντα καὶ τῆς τελευτῆς, μέσα καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστίν.
因为较接近开始的比较接近极期的要弱,正如较接近结束的也是如此;而与开始和极期距离相等的,则处于两端强度的中间;同样,与极期和结束距离相等的,也处于它们各自两端的中间。
ἐπικρατεῖν οὖν ἐν τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικὸν, ἐπὶ δὲ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ ἀγωνιστικόν· ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβανέσθωσαν, καθάπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ λέλεκται ἐπὶ πλέον, νυνὶ δὲ ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια διῆλθον, ἐνδεικνύμενος τὴν χρείαν τῆς ἐν τοῖς νοσήμασι κατὰ καιροὺς διαφορᾶς.
因此,在治疗中,极期应当以安抚疗法为主,而在开始和结束时应当以对抗疗法为主;介于其间的时期应当与两端成比例地对待,正如在《治疗方法论》中已有更详尽的论述,而现在我只是为了作一概述而快速浏览了这些要点,以此表明在疾病中根据时期而产生的差异的实用价值。
οὐδὲ γὰρ ὅπως τις διαιτήσει δυνατὸν εὑρεῖν, οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ διορίσαι βεβαίως αὐτοὺς, εἴ γε χρὴ συντεκμαίρεσθαι κατ’ ἀρχὰς εὐθὺς, ὁπηνίκα μὲν ἡ ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δέ ἐστιν ἡ τοῦ κάμνοντος δύναμις.
因为如果不牢固地划分它们,甚至不可能发现如何管理饮食,也不可能发现何时给予营养,如果确实必须从一开始就立即推测疾病的极期何时到来,以及病人的力量有多大。
εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς τοῦ τροφὴν προσενέγκασθαι, κράτιστον ἀσιτεῖν ἄχρι τοῦ τὴν παρακμὴν ἀπάρξασθαι· εἰ δ’ οὐχ οἷόν τε ἀσιτοῦντα διαρκέσαι, θρεπτέον αὐτὸν ἀπ’ ἀρχῆς εὐθέως ἐν ἅπαντι καιρῷ τῷ δυναμένῳ προσδέξασθαι τροφὴν, ἔστι δὲ οὗτος ὁ τῆς ἀνέσεως.
因为如果他即使在不提供食物的情况下也能够支撑到极期,那么最好一直禁食,直到衰退期开始;但如果禁食无法支撑,则必须从一开始就在能够接受食物的一切时期内立即给予营养,而这就是缓解期。
λέγω δὲ ἄνεσιν ἄρτι τὸ δεύτερον μόριον τῆς ὅλης περιόδου διαιρεθείσης εἰς δύο τὰ πάντα, παροξυσμόν τε καὶ ἄνεσιν.
我这里所说的缓解,是指整个周期在全部被划分为两个部分(即发作期与缓解期)时的第二个部分。
Ἱπποκράτης μὲν οὖν πάντων πρῶτος ὧν ἴσμεν ὀρθῶς περὶ τούτου διωρίσατο· βέλτιον δὲ ἂν ἐξεργάσασθαι τὴν τέχνην αὐτοῦ· σχεδὸν δὲ οὐδεὶς τοῦτο ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξετράποντο, καθάπερ καὶ Ἀρχιγένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο.
因此,在我们所知的人当中,希波克拉底最先正确地对此作出了划分;而且本可以进一步发展他的技术;但几乎没有人这样做,有些人甚至完全背离了它,转向了冗长的赘述,正如阿奇根斯在其他所有事情上以及在他就疾病中的时期所写的那两本书中那样。
μαθήσῃ δὲ ἐναργῶς ὃ λέγω, δύο ταῦτα ἐξετάσας ἀκριβῶς· ἓν μὲν, εἰ ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα δι’ ὅλου τούτου τοῦ βιβλίου χρησιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν· ἕτερον δὲ, εἰ λέλεκταί τι πρὸς Ἀρχιγένους.
如果你仔细检查这两件事,你就会清楚地明白我所说的:第一,我们现在贯穿整本书所说的这些,是否对治疗和预后最为有用;第二,阿奇根斯是否说了些什么。
εἰ γὰρ μηδενὸς ἐλλείποντος τοῖσδε, φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ, μήτε τὰ χρήσιμα διδάσκων, βαρύνων τε τῇ τῶν ἀχρήστων πολυλογίᾳ τοὺς ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.
因为如果这些内容毫无欠缺,他却似乎在说其他事情,那么他就犯了双重错误:既没有传授有用的东西,又用无用之物的长篇大论加重了阅读他著作的人的负担。

词汇与语法注释

  1. §7κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν — 由无人称动词 `ἐνδέχεται`(可能、可以)所引导的对格加不定式结构的延续。它与前半部分的 `ἔχεσθαι τὸν ἄνθρωπον` 构成并列关系,意为“并且在此之后人可能会死去”。
  2. §8ἂν ἐξεργάσασθαι — 带有助词 `ἄν` 的不定式,表示潜在或与过去事实相反的虚拟语气(省略了如 `ἐνεδέχετο` 等无人称过去时动词),意为“本可以进一步发展(他的技术)”。
  3. §8πρὸς Ἀρχιγένους — 介词 `πρός` 加上属格,表示被动语态动词 `λέλεκται` 的施事者(“被……、由……”)。虽然在古典希腊语中通常使用 `ὑπό`,但在后期希腊语(包括医学文献)中,`πρός` 也经常被用于此种用法。

引用这一段

盖伦, 论疾病整体的转折期 §7-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg047.humanitext-grc1:7-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。