Humanitext Reader

盖伦 · 论疾病整体的转折期 §4#2

突发疾病的病期划分与感知的可能性

第 4 段,共 7 段 · 希腊语

内容简介

作者论证了即便像中风和癫痫这样突然侵袭的疾病实际上也存在初期的渐进阶段,并以肝脏硬化性肿瘤为例,指出疾病拥有无法察觉的产生期和增恶期,而极期和衰退期则必定是可以被感觉到的。

§4#2ἀλλ’ οὐδὲ τὸ μάλιστα ἐξαίφνης εἰσβάλλον ἀκμάζον εἴποι τις ἂν, τὴν ἀποπληξίαν· οὐδὲ γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον, ἀλλ’ ἐν μὲν βραχεῖ χρόνῳ διεξέρχεται τήν τε ἀρχὴν καὶ τὴν ἀνάβασιν, οὐ μὴν ἄναρχόν γέ ἐστιν, οὐδ’ εὐθὺς εἰσβάλλει τελεώτατα, ὥσπερ οὐδὲ ὁ τῆς ἐπιληψίας παροξυσμός·
但即便对于最突然侵袭的疾病——中风(卒中),也没有人会说它一侵袭就处于极期;因为这种情况并不严格成立,而是在极短的时间内经历了起点和增恶期(上升期),然而它绝非没有起点,也不是一侵袭就处于最完美的状态,就像癫痫的发作一样。
οὐδεὶς γὰρ οὕτως ἁλίσκεται ἐξαίφνης τῷ συμπτώματι, καθάπερ οἱ τὸν τράχηλον ἀφαιρούμενοι, καίτοι καὶ τούτων ἡ τομὴ πρῶτόν τινα χρόνον ἔχει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον, ὥσπερ εἰ καὶ χειρουργός τις ὁτιοῦν τέμνοι.
因为没有人像被斩首的人那样突然被症状侵袭,然而即便对他们来说,斩首的切割也有第一、第二、第三和第四个时刻,就像外科医生切除任何东西一样。
ἀλλὰ γὰρ, εἰ βούλει, συγχωρείσθω χωρὶς χρόνου τήν τε ἐπιληπτικὴν καὶ τὴν ἀποπληκτικὴν γίνεσθαι κατάπτωσιν, ἵν’ ὅ γε ἐξ ἀρχῆς προὐθέμην διέλθω.
但是,如果你愿意,就让我们假定癫痫和中风的卒倒是在没有时间的情况下发生的,以便我能论述我最初提出的课题。
τουτὶ μὲν γὰρ αὐτὸ σύμπτωμά ἐστιν ἡ γινομένη κατάπτωσις, ἡ νόσος δὲ οὐ τοῦτό ἐστιν, ἀλλὰ χρὴ πάντως αὐτὴν, ὡς ἀπεδείξαμεν, εἶναί τινα διάθεσιν σώματος.
因为这种发生的卒倒本身是一种随附症状,而疾病本身并不是这个,正如我们所论证的,疾病绝对必须是身体的某种状态。
εἰ δὲ οὐκ ἔχομεν εἴτε γεννωμένης αὐτῆς, εἴτε αὐξανομένης γνώρισμά τι, τὸν μὲν ἀκόλουθον λόγον οὐκ ἀνατρέπει τοῦτο, καθ’ ὃν ἐλέγομεν παντὶ νοσήματι ἀναγκαῖον εἶναι διὰ τῆς ἀναβάσεως ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖσθαι, δύσγνωστον δὲ ἐνίοτε καὶ πολλοῖς ἄγνωστον τῶν νοσημάτων ὁμολογεῖ εἶναι τὴν αὔξησιν.
而即使我们在它产生或增恶时没有任何迹象,这并没有推翻随后的论点——即我们所说的“每种疾病都必须通过增恶期到达极期”;它只是承认,疾病的增恶有时难以认识,且对许多人来说是未知的。
ὅτι δὲ ἀληθές ἐστιν ὃ λέγω, πείσαιμι ἄν σε βραχυτάτῳ λόγῳ τῷδε.
至于我所说的是真实的,我可以用下面这个极短的论证来说服你。
σκιῤῥώδεις ὄγκους ἐθεασάμην πολλάκις ἐν σκέλεσιν εὐθέως ἐξ ἀρχῆς συνισταμένους ἄνευ τοῦ προηγήσασθαι φλεγμονὴν, καὶ τρισί γε ἐνίοτε καὶ τέτταρσιν ἔτεσιν αὐξανομένους κατὰ βραχὺ, χωρὶς τοῦ παρεμποδίζειν αἰσθητῶς τὰς ἀναγκαίας τοῦ σκέλους ἐνεργείας· ἐν δὲ τῷ χρόνῳ διὰ μέγεθος ἀξιόλογον ὕστερόν ποτε καὶ τὴν βάδισιν ἐνοχλοῦντας.
我经常观察到腿部直接从一开始就形成的硬化性肿瘤(硬癌),而没有先期的炎症,它们有时在三四年里逐渐增大,却不明显阻碍腿部必要的机能;但随着时间的推移,由于体积相当大,后来在某个时候甚至会阻碍行走。
ἐπινόησον τοίνυν, οὐ γὰρ ἀδύνατον, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἤδη τινὰ ὄγκον συνίστασθαι σκιῤῥώδη· καὶ λήσεται μέχρι τινὸς τούτου ἡ σύστασις, ὕστερον μέντοι τὰ τῆς διαθέσεως αὐτῆς ἔσται φανερώτερα, μηδὲ τότε δυναμένων ἡμῶν ἐξευρεῖν, ἐφ’ ᾗ διαθέσει τοῦτο συμβαίνει· χρόνῳ δὲ ὕστερον ἤδη που καὶ παρέγχυσις ὑδερικὴ συμβήσεται, μηδὲ τότε πρὸς τὴν ἁφὴν διασημαίνοντος τοῦ σκιῤῥώδους ὄγκου· ἀλλ’ ὕστερόν γε φανεὶς ἀξιόλογος ἀνέμνησεν ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας.
因此,请设想一下(因为这并非不可能),在肝脏的凹面中已经开始形成某种硬化性肿瘤;这种形成在一定程度上会不被察觉,然而,随后这种状态本身的表现会变得更加明显,即便那时我们也无法找出这发生在何种状态之上;随着时间的推移,后来已经可能发生水肿性渗出(腹水),即便那时硬化性肿瘤对触诊也没有任何提示;但后来它显现出相当大的体积,让我们想起了之前的无知。
οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμπτωμάτων ἐν ὀλίγῳ χρόνῳ προφήναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιῤῥώδει, συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ διὰ τὴν αὐτοῦ σμικρότητα καὶ εὐτροφίαν τῶν καθ’ ὑποχόνδριον μυῶν.
无论如何,我曾看到不少人沿着这种症状的途径,在短时间内显现出肝脏硬化性肿瘤中不小的肿块,这其实早已形成,但由于其微小和季肋部肌肉的发达而未被察觉。
ἀλλ’ ὅταν αὐξανόμενος ὁ σκίῤῥος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις τοῦ ἥπατος, ἅμα δὲ ἀτροφίας αἴτιος γένηται τοῖς τε ἄλλοις τοῦ ζώου μορίοις καὶ τοῖς καθ’ ὑποχόνδριον μυσὶν, ἐξ ἀμφοτέρων τούτων ἐναργῶς ἐν ὀλίγῳ χρόνῳ διαγνώσεις, αὐτοῦ ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους.
但是,当不断增大的硬癌一方面上升到肝脏的凸面,另一方面导致该动物的其他部位以及季肋部的肌肉萎缩时,从这两者中,在它已经具有相当大体积的情况下,你就能在短时间内清楚地做出诊断。
τὰ μὲν δὴ τοιαῦτα πάντα συνῆπται τῇ τῶν πεπονθότων μορίων ἐπισκέψει, περὶ ἧς οὐ πρόκειται μὲν ἐν τῷ παρόντι σκοπεῖσθαι, δεδήλωται δὲ ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως.
所有这些事情确实都与受累部位的考察相联系,这在目前并不是我们打算考察的课题,但关于它们的相互联系,前文已作了并非无益的说明。
ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς λόγον ἰέναι καιρός.
现在是回到最初论点的时候了。
ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητὸς, ἐνίοτε δὲ οὐκ αἰσθητός· ἀφ’ οὗ πάλιν ὁ τῆς αὐξήσεως οὐχ ὁμοίως ἐπὶ πάντων αἰσθητὸς οὐδὲ οὗτος· οἷς ὁ τῆς ἀκμῆς ἕπεται πάντως αἰσθητὸς, ὁμολογούντων ἡμῶν ἔστιν ὅτε μηδὲν ἔχειν ἐναργὲς γνώρισμα τῆς ἀρχῆς τοῦ πάθους καὶ τῆς αὐξήσεως.
每种疾病都有其特有的产生时期,有时是可感觉到的,有时是不可感觉到的;从那里再次开始的增恶时期在所有情况下并不同样是可感觉到的,这一时期也是如此;在这些时期之后,极期在所有情况下都是可感觉到的,尽管我们承认有时我们对病症的开始和增恶没有任何明显的迹象。
ἐπὶ τούτων οὖν, ὡς πρὸς τὴν χρείαν τῆς τέχνης, ἀληθῶς τις ἐρεῖ τὸν τῆς ἀκμῆς μόνον ὑπάρχειν καιρόν· εἰ δὲ καὶ σώζεσθαι μέλλοιεν, ἕπεσθαι πάντως αὐτῷ τὸν τῆς παρακμῆς, αἰσθητὸν καὶ τοιοῦτον, ὡς ἂν ἐν χρόνῳ συνιστάμενον οὐκ ἀπλατεῖ.
因此,在这些情况下,就医术的实用价值而言,人可以说只存在极期这一时期;如果他们要获救,极期之后在所有情况下都会有衰退期随之而来,它是可感觉到的,并且是在不窄的时间内形成的。
καὶ γὰρ εἰ ἢ δι’ αἱμοῤῥαγίας, ἢ δι’ ἱδρώτων τις ὀξέως κριθείη, χρόνος γοῦν τις ὑπάρχει καὶ τούτῳ αἰσθητὸς ὁ τῆς παρακμῆς· εἰ δ’ ἐλάττονος τούτου καθ’ ἕτερα νοσήματα γινομένου, τρισὶν ἢ τέτταρσιν ἢ καὶ πλέοσιν ἡμέραις παρακμάζοντος, τοῦτο οὐδὲν τὸν ἔμπροσθεν λόγον φαίνεται παραβλάπτον, οὐδὲ διαβάλλει τὸ κεφάλαιον τῆς ἀποφάσεως, ἀλλ’ ἔτι μένει, τὸ πάντων τῶν νοσημάτων, ὅσα λύεται, καθάπερ ἀκμὴν, οὕτω δὴ καὶ παρακμὴν ὑπάρχειν τινά.
因为即使有人通过出血或出汗急剧地达到危机期,至少对这一个体来说,也存在某种可感觉到的衰退时间;如果在其他疾病中这一衰退期较短,在三天、四天或更多天内衰退,这似乎对先前的论据毫无损害,也没有推翻这一断言的要点,而是仍然成立,即对于所有得以消退的疾病,正如存在极期一样,确实也存在某种衰退期。

词汇与语法注释

  1. p.451οἱ τὸν τράχηλον ἀφαιρούμενοι — 这是动词 `ἀφαιρέω`(夺去、切断)的中被动因果分词,带有宾格 `τὸν τράχηλον`(脖子),意为“被斩首的人(被夺去脖子的人)”。这反映了主动语态中双宾格结构(“夺去某人的某物”)在被动语态中的转化,被夺去的对象“脖子”仍保持宾格。
  2. 387εἴτε γεννωμένης αὐτῆς, εἴτε αὐξανομένης — 属格分词 `γεννωμένης` 和 `αὐξανομένης`(连同 `αὐτῆς`)乍看之下像是属格独立结构,但实际上它们修饰紧随其后的名词 `γνώρισμά τι`(某种迹象)。它们作为表示性质或关系的属格,意为“它(疾病)产生或增恶的(迹象)”。
  3. p.453ἀνέμνησεν ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας — 这是动词 `ἀναμιμνήσκω`(使想起)的句法结构,它支配被提醒者(人)的宾格 `ἡμᾶς` 和被想起内容(事物)的属格 `τῆς ἔμπροσθεν ἀγνοίας`。主语是分词 `φανεὶς ἀξιόλογος`,指代前文提到的 `σκιῤῥώδους ὄγκου`(硬化性肿瘤)。
  4. p.454οἷς ὁ τῆς ἀκμῆς ἕπεται πάντως αἰσθητός — 关系代名词 `οἷς`(复数与格)在文意上以前文提到的多个时期(产生的时期和增恶的时期)为先行词,并受动词 `ἕπεται`(跟随,支配与格)的支配。因此,其意为“在这些(时期)之后,极期随之而来”。

引用这一段

盖伦, 论疾病整体的转折期 §4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg047.humanitext-grc1:4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。