§3Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγμονῆς ζητεῖσθαι.
因此,首先让我们假定在探求炎症的开始。
τίς οὐκ ἂν φαίη τὴν οἱονεὶ γένεσιν αὐτῆς ὑπάρχειν ἐν ἐκείνῳ παντὶ τῷ χρόνῳ, καθ’ ὃν πληροῦται τὸ μόριον αἱματώδους οὐσίας;
谁不会说,在患部充满多血质物质的整个时间里,存在着它那所谓的发生呢?
εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ τοιοῦτον, εἴτ’ ἐπὶ τῇ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτε ἐπὶ περιστάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ’, ὡς ἡμεῖς ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας καὶ τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπομνήματι, πλεονεξία τις αἵματος ἐν τῷ μορίῳ συνίσταται, γεννωμένης τῆς φλεγμονῆς, οὗτος ἔσται πρῶτος καιρὸς, ἐν ᾧ πληροῦται τὸ μέρος ἀνακείμενον τῷ μεγέθει τοῦ πάθους.
因为,无论此类情况是由于侵入而发生,还是由于所有血管的栓塞,或是由于管道中肿物某种滞留,又或者,正如我们在《论不均等的气质失调》和《论反自然肿物》的备忘录中所教导的那样,在炎症产生时患部形成了某种血液的过剩,这都将是第一个时期,在此期间患部被充满,这与病症的大小相对应。
ὅταν δὲ τὸ μὲν ἐπιῤῥέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ὑπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα, καὶ ἡ χύσις ἐπιπλέον διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ πνεῦμα γεννᾶται, καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἐπιῤῥέοι· δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς.
而当流入的物质停止,且包含在发炎部位中的物质开始腐烂时,由于腐烂而产生某种热,又由于热而进一步产生液化,并在此基础上产生精气,且由于这两者,即使没有任何物质流入,患部也会比以前更加膨胀;这是第二个时期,即炎症的上升期。
ὅταν δὲ εἰς πῦον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δή που πόνοι τηνικαῦτα καταλαμβάνουσι.
而当它已经转化为脓液时,最剧烈疼痛便在此时侵袭。
περὶ γὰρ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου· καλεῖται δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός.
因为疼痛和发热更多地发生在脓液产生的过程中,而不是在它已经产生之后;这样的时期被称为病症的极期。
εἰ δὲ ἐκπυϊσκόμενον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τ’ ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν.
如果该流注因化脓或发散而使肿胀减小、紧张缓解,这种情况就是衰退期的开始。
οὕτω μὲν ἐπὶ τῆς φλεγμονῆς οἱ καιροὶ διαιροῦνται.
如此,在炎症的情况下,病期便被划分了。
ἐπὶ πυρετοῦ δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ συνισταμένου τοὺς αὐτοὺς ἐκείνῃ τίθεσθαι καιρούς· τοῦ δ’ ἐπὶ χυμοῦ ἄνευ φλεγμονῆς, τὸν μὲν τῆς ἀπεψίας τῶν λυπούντων χυμῶν χρόνον, ἀρχήν· ὅταν δ’ ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχὴν, τὸν δεύτερον δ’ ἥκειν καιρὸν, τὸν τῆς ἀναβάσεως ὀνομαζόμενον· ὁπότε δὲ ἡ πέψις αὐτὴ συντελεῖται μάλιστα, τὸν τῆς ἀκμῆς· εἶθ’ ἑξῆς τὸν τῆς παρακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τό τε μέγεθος τῶν συμπτωμάτων καὶ τὸ πλῆθος τῶν πεττομένων, ὀλίγον δ’ ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι δεομένων χυμῶν.
另一方面,在发热的情况下,对于因炎症而引起的发热,应设定与炎症相同的病期;而对于无炎症、因体液引起的发热,则将有害体液未消化的时间作为开始;当它们开始被消化时,开始阶段即告结束,第二阶段已经到来,即被称为上升期的阶段;而当消化本身最充分地完成时,便是极期;然后接下来的就是衰退期,在此期间,症状的剧烈程度和正在被消化的物质的数量都已经减少,只有少量需要被消化的体液残留依然存在。
ἐδήλωσα δ’ ἐν τῇ περὶ κρίσεων πραγματείᾳ καὶ τὰ γνωρίσματα πάντα, τά τε τῆς πέψεως τῆς ἀμυδρᾶς καὶ τὰ τῆς παντελοῦς ἀπεψίας, καὶ τὰ τῆς ἐναργοῦς καὶ τὰ τῆς τελείας, ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν γαστέρα πέψεων, ἴδια δὲ τῶν κατὰ τὰς φλέβας, ἴδια δὲ ἄλλα τῶν ἀναπνευστικῶν.
我在关于《论危机》的著作中也指出了所有的特征,包括微弱消化的特征、完全未消化的特征、明显消化的特征以及完全消化的特征,它们有些是胃部消化所特有的,有些是血管中消化所特有的,还有一些是呼吸器官所特有的。
ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δὲ ἐκ τῶν οὔρων, τὰ δὲ ἐκ τῶν πτυσμάτων.
这些特征,有的取自粪便,有的取自尿液,有的取自痰液。
καὶ ταῦτα ἐπιπλεῖστον ἐν ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν, ἀρκεῖ δὲ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί.
我在那篇论述中结合希波克拉底的话对这些内容进行了极其详尽的阐述,但在当前这篇中,只需说明这一点就足够了,即溃疡的病期也是相同的。
πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν· εἶθ’ ἑξῆς ἐλάττους τε καὶ παχύτεροι· κᾄπειτα ἤδη πῦον λεπτόν· εἶτα ἔλαττον μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον· ὥστε οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς καιρούς.
因为首先,水样的、未消化的、稀薄的浆液从其中流出;接着,浆液变得较少且较稠;随后则是稀薄的脓液;接着这脓液在数量上变少,但变得更稠且更白;因此,在消退的病症中,没有一个不经历这些病期的。
οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων γνωρίζεται.
的确,对它们的认识也不来自其他任何事物,除非是通过排泄物所辨认出的未消化和消化的征象。
τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα;
因为谁在看到未化为乳糜的排泄物时,会不知道胃部没有消化呢?
τίς δὲ οὐκ οἶδεν, οὖρον ὑδατῶδες ἰδὼν, ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις πέψιν;
谁在看到水样的尿液时,会不知道血管中的消化失败了呢?
τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτιν, ἢ περιπνευμονίαν ἑωρακὼς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν ἔτι τοῦ πάθους;
谁在看到肋膜炎或肺炎期间咳出稀薄的痰液时,会同样不明白这依然是病症的开始呢?
οὕτω δὲ κᾀν ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ μὲν ἀποῤῥεῖ πολὺ καὶ λεπτὸν, ἄπεπτον ἱκανῶς· ἐφεξῆς δὲ, ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον· εἶτα ἐν τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειουμένου, τῆς συστάσεως δὲ ἐπὶ τὸ παχύτερον ἰούσης, αὐξάνεται τὰ τῆς πέψεως εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι τὰ βλέφαρα κοιμηθέντων ὑπὸ τῆς γενομένης λήμης, ἥτις καὶ αὐτὴ καταρχὰς μὲν λεπτὴ καὶ πολλὴ, τῷ χρόνῳ δὲ ἐλάττων τε καὶ παχυτέρα γενομένη, τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν τούτου.
同样地,在眼炎中,在开始阶段流出的是多而稀薄的、相当未消化的分泌物;接下去,分泌物变少且变稠,呈现出某种消化的迹象;然后随着时间的推移,其数量减少而稠度走向更稠,消化的表现增加到如此程度,以至于睡着的人的眼睑甚至会被产生的目垢粘在一起,这目垢本身起初也是稀薄而多的,但随着时间推移,变得较少且较稠,表明了疾病的消化和它的衰退。
καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταῤῥεόντων δι’ ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μὲν, ὅταν ὑδατῶδές τε καὶ λεπτὸν ᾖ καὶ πολὺ καὶ δριμὺ τὸ φερόμενον· ἐσχάτην γὰρ ἀπεψίαν ἐνδείκνυται ταῦτα· πέψεως δέ ἐστιν ἤδη γνωρίσματα παχύτερόν τε καὶ ἧττον δριμὺ καὶ ὀλίγον κενούμενον· εἰ δὲ καὶ ἡ καλουμένη μύξα καὶ βλέννα συναπέρχοιτο, βεβαιότερον ἤδη τοῦτό ἐστι πέψεως σημεῖον· ὥσπερ δὴ καὶ (εἰ) παχυτέρα μὲν αὐτῆς καὶ ἐλάττων γινομένη, πολὺ δὴ καὶ μᾶλλον πέψιν ἐνδείκνυται.
再者,关于从脑部通过腭部和鼻孔流下的分泌物,当流出的物质是水样的、稀薄的、量多且辛辣刺激的时候,便是其开始;因为这些现象表明了极度的未消化;而当流出物较稠、较无刺激性且排出量少时,就已经是消化的征象了;如果所谓的鼻涕和粘液也一同排出,这便已经是更为确凿的消化征象;正如它若变得比这更稠且更少,就更能表明消化一样。
καὶ οὗτοι μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσὶν, ἐξ ὧν οἱ κάμνοντες σώζονται.
这些便是病人得以痊愈的疾病的各个病期。