§2Οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος ἀγωνιστοῦ γενναίου πρὸς τὴν ἀπάντησιν, ὃς ἐπιδείξει ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχειν ὥσπερ τοῖς ζώοις διαπλαττομένοις, ἀνακείμενόν τε τούτῳ τὸν πρῶτον χρόνον ὅροις οἰκείοις περιγραφόμενον.
这个论述是颇有说服力的,它需要某位高贵的斗士来予以反驳,他将表明,正如处于形成过程中的动物一样,疾病的开始也存在着特有的形态,并且分配给它的最初时间是被其自身的边界所限制的。
ἐφ’ ὧν ἐστελ λόμην ἂν ἤδη διδάσκων ἃ γινώσκω, εἰ μή με κατά τινα δὴ τύχην ἐν τῷδε τοῦ λόγου γενόμενον ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρεσις, ὃς εἰς τοὺς πρώτους τε καὶ μεγίστους καιροὺς διαιρῶν τὰ νοσήματα μετὰ τὴν ἀρχὴν εὐθέως ἀκμὴν τάττει, τὸν μεταξὺ καιρὸν καταλιπὼν τὴν ἀνάβασιν.
关于这些,如果不是在谈到这个论点时,由于某种机缘,阿奇吉尼斯的划分突然浮现在我的脑海中,我本已准备好来教授我所知道的东西。 阿奇吉尼斯在将疾病划分为最初和最大的时期时,在开始之后立即安置了极期,省去了作为中间时期的上升期。
ὅπου γὰρ οὐκ εἶναι δοκεῖ καιρὸς ἴδιος τῆς ἀρχῆς ὅλης, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, τὸ μεταξὺ πᾶν ἐπίδοσις ᾖ, πῶς γε συγχωρήσειεν ἄν τις Ἀρχιγένει τὸ μὲν ὁμολογούμενον ὑπερβαίνοντι, τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογούμενον ἑτοίμως τιθεμένῳ;
因为既然似乎并不存在整个开始时期的特有时间,而是从第一次侵袭直到极期,其间的全部都是增长期,那么,对于阿奇吉尼斯这样一位忽视公认之事,却轻率地将有争议之事作为公认之事来设定的人,人们又怎能同意呢?
οὕτως μὲν οὖν φαίνεται προδιδοὺς ἐσχάτως τὸν λόγον, ἀγῶνος μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμικρότητι μόνον τῶν ἐφεξῆς αὐτῇ διαφέρουσαν·
因此,他似乎极大地败坏了这一论述,而要表明疾病的开始具有特有的类型、并且与紧随其后的阶段不仅在微小程度上有所不同,是需要巨大斗争的。
ἡμεῖς δὲ ἐπιχειρήσομεν ἤδη δεικνύειν διαλλάττουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος τῆς μετ’ αὐτὴν ἀναβάσεως.
然而,我们现在将试图表明,疾病的开始在某种特定形态上与其后的上升期有所不同。
ἡ δ’ ἀρχὴ τοῦ λόγου τὴν ἀνάμνησιν ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν νοσημάτων.
而我们论述的开始,将从回想在许多疾病中对我们所有人而言都极其显而易见的事实出发。
ὅθενπερ, οἶμαι, καὶ κινηθέντες ἰατροὶ σχεδὸν ἅπαντες οἱ πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκείνην μόνην τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐτῇ προσγράφουσιν ἀξιόλογον ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν, εἶτ’ ἀκμὴν, ἐφ’ ᾗ δηλονότι τὴν καλουμένην παρακμήν.
我认为,正是受此启发,几乎所有在阿奇吉尼斯之前的医生都说每种疾病都有某种开始,他们不仅将那第一次没有宽度的侵袭视为开始,而且有时还为它赋予相当长的时间长度和宽度,并在其后安排上升期,继而是极期,其后自然是所谓的衰退期。
ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶτον, εἶτ’ αὖθίς τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας, καὶ φρίκης ἀξιολογωτέρας αἰσθανομένους, ὡς μήτε πράττειν μήθ’ ὑπομένειν ἃ πρότερον ἀμέμπτως ἔπραττον, ἀλλὰ καὶ κατακλιθῆναί τε καὶ δεῖσθαι σκεπασμάτων, καὶ τοῦτο παθόντας ἐνίους μὲν ὥραις τρισὶν, ἐνίους δὲ ἐλάττοσιν, ἢ πλείοσιν· ἐντεῦθεν δ’ ἄρξασθαι θερμασίας ἀηδοῦς τε καὶ παρὰ φύσιν αἰσθάνεσθαι ταύτης κατ’ ὀλίγον αὐξανομένης.
无论如何,我们曾目睹一些人在从事日常生活的任何活动时,起初微微感到寒战,随后一再感到更强烈的身体失调和更显著的寒战,以至于他们既不能从事也不能承受先前毫无困难地从事的活动,而是不得不躺下并需要被盖,有些人经历这种情况达三小时,有些人则较少或较多;从此便开始感到令人不适且违背自然的温热,这种温热逐渐增长。
ἐν αὐτοῖς γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέρουσα κατ’ ἰδέαν ἐξαίρετον ἡ ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπιδόσεως.
因为正是在这些现象中,显而易见地可以看到发作的开始在特有形态上与增长期有所不同。
εὔδηλον δὲ ὅτι τὴν αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς ἀνάβασιν· ἡμεῖς δ’ ἅπασι τοῖς ὀνόμασιν, ὡς ἂν ἐπέλθῃ, χρησόμεθα· δηλοῖ γὰρ ἓν πρᾶγμα πάντα.
显然,有些人将增长称为“进行(增长)”,正如其他一些人称之为“上升”一样;而我们将随性地使用所有这些名称,因为它们都表示同一个事物。
τοῦτο οὖν τὸ πρᾶγμα, ὃ τρισὶν ὀνόμασι προσαγορεύεται, ἵσταταί ποτε καὶ παύεται τῆς αὐξήσεως, καὶ φαίνεται διαμένον ἶσον ἑαυτῷ κατά τινα χρόνον, ἤτοι μακρότερον, ἢ βραχύτερον· εἶτ’ ἐντεῦθεν ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ πλείονι· καὶ ποτὲ μὲν εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος οὕτως φαίνεται ἐπανερχομένη διάθεσις, ἔστι δ’ ὅτε ὑπὸ τῆς εἰσβολῆς δευτέρου παροξυσμοῦ καταλαμβανομένη τὴν αὐτὴν ἰδέαν ἔχοντος τῇ προειρημένῃ.
因此,这个被赋予三个名称的事物,在某个时刻会停顿并停止增长,并且看起来在一定时间内(或长或短)保持与自身相等;然后从那时起变得比自身更小,或迅速,或花更多时间;有时发热者的状态就这样似乎回到了无热期,但有时也会被具有与前述相同形态的第二次发作的侵袭所截获。
καὶ πάντως γ’ ἔστιν ὅτε τὰ προειρημένα δεύτερον αὖθις ἐπιγίγνεται τῷ νοσοῦντι, πολλάκις δ’ ἔστιν ὅτε καὶ τρίτον, καὶ τέταρτον, καὶ πέμπτον δὲ, περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως.
无论如何,前述情况有时会再次第二次发生于病人身上,常常也有第三次、第四次、甚至第五次,疾病在某种循环中,通过相同的顺序从相同的事情循环到相同的事情。
ὀνομάζουσι δὲ τὸν τοιοῦτον κύκλον ἕκαστοι οἱ ἰατροὶ περίοδον.
而所有的医生都将这种循环称为“周期”。
ἔνιοι μὲν οὖν αὐτῶν ἐν τέτταρσι καὶ εἴκοσιν ὥραις περιγράφονται, καὶ καλοῦσιν αὐτὰς ἀμφημερινάς· ἔνιαι δὲ ἐν ὀκτὼ καὶ τετταράκοντα, τουτέστιν ἐν δυσὶν ἡμέραις καὶ νυξὶν, ἃς ὀνομάζουσι τριταίων πυρετῶν περιόδους· ἑτέρας δέ τινας ἑβδομήκοντα καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς αὐτοὺς ὀνομάζουσι τεταρταίους, τὸν κύκλον δ’ ὅλον, ὃς ἐπανέρχεται εἰς τὴν μίαν ἀρχὴν, τεταρταίαν περίοδον· οὕτω δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν ἑκάστης ἡμέρας ἐπανακυκλοῦσαν ἅμα τοῖς ἀμφημερινοῖς πυρετοῖς·
其中一些周期限制在二十四小时内,他们称之为日周期热;一些限制在四十八小时内,即两天两夜,他们称之为三日热周期;另一些则由七十二小时的时间来限制,他们称这些发热本身为四日热,而回到同一个开始的整个循环则称为四日热周期;同样也有伴随三日热的三日热周期,以及伴随每日循环的日周期热的日周期。
ἀλλ’ αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις πυρετοῖς, ἀμφημερινῷ καὶ τριταίῳ καὶ τεταρταίῳ· ποτὲ δὲ εἰς παρακμὴν μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ ποῤῥωτέρω.
然而,所有的周期有时会达到无热期,正如在前述发热(日周期热、三日热和四日热)中所见的那样;但有时仅达到衰退期,即接近无热期,或甚至更远。