§11Ἑνὸς δ’ ἔτι γένους νοσήματος κοινοῦ πάντων τῶν μορίων, εἴτ’ οὖν ὁμοιομερῆ τε καὶ ἁπλᾶ τελέως, εἴτε καὶ σύνθετα εἴη, τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν χρή.
此外,我们还必须阐明所有部位(无论是同质且完全简单的,还是复合的)所共有的一类剩余疾病的发生原因。
καλεῖν μὲν οὖν εἴωθα τὸ γένος τοῦτο σύμπαν ἑνώσεως λύσιν, ἢ διαφθορὰν ἑνώσεως, ἢ συνεχείας λύσιν, ἢ ὅπως ἂν ἄλλως ἐλπίσω τὸν λόγον σαφῆ ἔσεσθαι τοῖς ἀκούουσιν.
的确,我通常将这一整类疾病称为“合一的解离”、“合一的破坏”、“连续性的解离”,或者用任何其他我期望能向听众讲清道理的名称。
οὐδὲν γὰρ ὄνομα κατ’ αὐτοῦ κείμενον ὑπὸ τῶν ἔμπροσθεν παρελάβομεν, ὥσπερ ἐπί τινων εἰδῶν αὐτοῦ κάταγμα μὲν καὶ τερηδόνα τῆς ἐν ὀστῷ συνεχείας διαιρουμένης, ἕλκος δὲ καὶ τραῦμα τῆς ἐν σαρκί.
因为我们并没有从前人那里继承任何直接针对这一大类的名称,正如我们继承了它某些特定子类的名称一样:例如当骨中的连续性被切断时的“骨折”和“骨疽”,以及肉中连续性被切断时的“溃疡”和“创伤”。
κατὰ μέν γε τὰ τῆς κεφαλῆς ὀστᾶ καὶ πλείω τὰ ὀνόματα.
至少在头部骨骼的情况下,名称甚至更多。
τὸ μὲν γὰρ, οἷόν περ ἐν τοῖς ἄλλοις ὀστοῖς κάταγμα, ῥωγμή τε καὶ ῥῆξις προσαγορεύεται, τὸ δ’ ὑπό τινος ὀξέος ἐμπεσόντος αὐτοῖς καὶ διακόψαντος ἐγκοπή τε καὶ διακοπὴ καὶ ἕδρα.
因为其一,如同其他骨骼中的骨折,被称为“裂纹”和“破裂”;其二,由于某种锐器落在其上并切断而造成的,被称为“切伤”、“割裂”和“压痕”。
τὸ δὲ τῆς τερηδόνος ὄνομα πλεονάζειν δοκεῖ τῳ ε στοιχείῳ· παρὰ γὰρ τὸ τρῆμα συγκεῖσθαι πεπίστευται, καθάπερ τερηδών τις οὖσα.
而“骨疽”这个名字似乎在字母 ε 上显得冗余;因为人们相信它是源于“孔洞”,好似它是一种木蠹虫一样。
καὶ γίνεται μὲν ὑπὸ δριμέων χυμῶν διαβιβρωσκόντων, ὑποπίπτει δὲ κατ’ ἀρχὰς μὲν ἑτέρῳ γένει νοσήματος.
它确实是由具有腐蚀性的辛辣体液引起的,但在初期,它属于另一类疾病。
ὀστοῦ γοῦν τραχύτης μᾶλλον ἢ τερηδὼν ὀνομάζεται.
至少,它被称为“骨骼粗糙”而不是“骨疽”。
μείζονος δὲ τοῦ τρήματος γενομένου καὶ οἷον ὀπῆς τινος ἤδη φαινομένης, τερηδὼν ὀνομάζεται.
但当孔洞变大,且已经显现出某种孔眼时,它就被称为“骨疽”。
καὶ μὴν καὶ τὸ θλάσμα τούτου τοῦ γένους ἐστὶν, ἐν μὲν τοῖς σαρκώδεσιν ὡς τὰ πολλὰ μέρεσι γιγνόμενον, ἔστιν ὅτε δὲ κᾀν τοῖς τῆς κεφαλῆς ὀστοῖς, ἐπὶ παίδων μάλιστα.
此外,“挫伤”也属于这一类,它多发生于多肉的部位,但有时也会发生在头部骨骼中,尤其是在儿童身上。
δεῖ μὲν γὰρ εἴκειν εἰς ἑαυτὸ πάντως τὸ θλασθησόμενον, δεῖ δὲ αὐτὸ τοῦτο μαλακὸν εἶναι καὶ μὴ τελέως σκληρόν.
因为将要遭受挫伤的部位必须绝对向内退让,而这件东西本身必须是柔软的,不能完全坚硬。
ὥστε τῶν σαρκωδῶν ἔσται μορίων καὶ τῶν ἁπαλῶν ὀστῶν ὑπό τινος ἐμπεσόντος ἔξωθεν αὐτοῖς ἰσχυροῦ τε καὶ σκληροῦ σάματος.
因而,由于某种从外部落在它们上面的强健且坚硬的物体,它将发生于肉质部位和柔软的骨骼。
ὅταν οὖν τῆς ἔξωθεν ἐπιφανείας τοῦ παθόντος οὕτω μορίου συνεχοῦς ἔτι φυλαττομένης, ἐν τῷ βάθει γεννηθῶσι πολλαὶ καὶ σμικραὶ διαιρέσεις, θλάσμα τε καὶ θλάσις ὀνομάζεται τὸ νόσημα· κοιλότητος δέ τινος ἐμφαινομένης, ἣν τὸ πλῆξαν ἐναπειργάσατο τῷ θλασθέντι, καλεῖται τὸ πάθος ἔνθλασις.
因此,当受损部位的外表面依然保持完整连续,但在其深处产生许多微小的分裂时,该疾病被称为“挫伤”或“压伤”;而当显现出某种因打击物在受挫伤部位造成的凹陷时,这种病症被称为“凹陷”。
ἀνάγκη μὲν οὖν ἅπασα κατ’ αὐτὴν τὴν πληγὴν εἰς ἑαυτὸ συνωθεῖσθαι καὶ κοῖλον γίγνεσθαι τὸ θλώμενον, ἢ οὐκ ἂν ἐνθλασθείη.
因此,在击打发生的那一刻,受挫部位绝对必须向内挤压并变得凹陷,否则就不会形成凹陷。
διασώζεσθαι δὲ τὴν κοιλότητα τοῦ δρῶντος ἀπελθόντος οὐκ ἔτ’ ἀναγκαῖον.
但当作用物撤离后,该凹陷是否继续保持,则不再是必然的。
ἐπανέρχεται μὲν ὡς τὸ πολὺ τὰ μαλακὰ σύμπαντα, χωρισθέντος τοῦ πλήξαντος, εἰς τὴν ἀρχαίαν κατάστασιν.
因为大多数情况下,当击打物分离时,所有柔软的东西都会恢复到原来的状态。
εἰ δὲ μὴ μόνον εἴσω χωρήσειε τὸ τῆς κεφαλῆς ὀστοῦν, ἀλλὰ καὶ ῥῆξίς τις αὐτῷ προσγένοιτο κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, σύνθετον ἤδη τὸ τοιοῦτον, καὶ οὐδὲν ὄνομα κατ’ αὐτοῦ κείμενον ἔχομεν εἰπεῖν παλαιόν.
但如果头部骨骼不仅向内退缩,且在其外表面上还伴有某种破裂,那么这种情况就已经是复合的了,我们没有一个古老的既定名称可以说出来。
ἀλλὰ χρὴ λόγῳ δηλοῦν αὐτὸ μᾶλλον ἤπερ ὀνόμασιν ἐσχάτως χρῆσθαι βαρβάροις, οἷα πολλὰ τοῖς νεωτέροις ἰατροῖς ἐξεύρηται.
而是应当用言语来明示它,而不是使用极其粗俗的名称,这类名称有许多已被较晚近的医生发明出来。
συνεχείας δ’ ἐστὶ λύσις καὶ τὸ ῥῆγμα καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ, τὸ δ’ ἐν νευρώδει συνιστάμενον.
同样,裂伤和拉伤也是连续性的瓦解,前者发生于肉质部位,后者发生于腱性部位。
αἰτία δὲ καὶ τούτων τῆς γενέσεως ἐξαιφνίδιός τις, ἢ ἀνώμαλος, καὶ ἡ σφοδρὰ κίνησις, καὶ μάλισθ’ ὅταν ἄτριπτά τε καὶ ἀνώμαλα καὶ ἀθέρμαντα καὶ ἀμάλακτα πρὸς τὰς κινήσεις ἄγηται τὰ σώματα.
而这些病症发生的原因也是某种突发或不规则且剧烈的运动,尤其是当未经锻炼、不均匀、未热身且未软化的身体被带入运动中时。
διασπᾶται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσι πολλὰ τῶν ἐν αὐτοῖς μορίων.
因为在这样的状态下,其体内的许多部位都会被撕裂。
συνελόντι δὲ φάναι, πάντα τὰ τοιούτου γένους τῶν νοσημάτων αἴτια τὰ μὲν ἔξωθεν ὁρμᾶται, τὰ δὲ ἐξ αὐτοῦ τοῦ σώματος· ἔξωθεν μὲν ὅσα τιτρώσκειν ἢ θλᾶν πέφυκεν, ἐξ αὐτοῦ δὲ τοῦ σώματος ἄμετροί τε καὶ ἄτακτοι κινήσεις τοῦ ζώου, καί τινες ὑγρῶν μοχθηρίαι διαβιβρώσκειν πεφυκυῖαι.
简言之,这类疾病的所有原因,有的是源于外部,有的是源于身体本身;外部的原因是所有天生具有伤害或挫伤性质的事物,身体自身的原因则是动物过度和无秩序的运动,以及某些天生具有腐蚀性的不良体液。
τοιαῦται γάρ τινες αἰτίαι καὶ αἱ τοῦ κοινοῦ νοσήματος ἁπάντων τῶν μορίων, τῶν θ’ ἁπλῶν καὶ πρώτων, ἃ δὴ καὶ ὁμοιομερῆ καλεῖται, καὶ τῶν ἐξ ἐκείνων συντιθεμένων, ἃ δὴ ὄργανά τε καὶ ὀργανικὰ προσαγορεύεται.
因为此类原因也正是所有部位(包括被称为同质的简单和初级部位,以及由它们组成的、被称为器官和器官性的部位)所共有疾病的原因。
τὰς δὲ τῶν συνθέτων νοσημάτων αἰτίας οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν ἐκ τῶν εἰρημένων συντιθεμένας.
而复合疾病的原因,根据已述内容进行组合,也就不难发现了。
ὥστ’ ἐπειδὴ τοῦτο βουληθεὶς ἕκαστος ἑαυτῷ δυνατός ἐστιν ἐκπορίζεσθαι, καιρὸς ἂν εἴη μοι καὶ τοῦτον τὸν λόγον ἐνταυθοῖ καταπαύσαντι περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς ἐφεξῆς διελθεῖν.
因此,既然每个有意愿的人都能为自己导出这一点,那么我也该在这里结束这段论述,接下来依次讨论症状的区别了。