§7#1Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁμοιομερῶν σωμάτων ἴδια νοσήματα διήλθομεν, ἐξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαμένους γένους.
但是,既然我们已经详细论述了同质身体部分的特有疾病,接下来就应当讨论器官性部分的疾病,从其中由于形成而产生的第一类开始。
γίγνεται δὲ τοῦτο ποτὲ μὲν τοῦ κατὰ φύσιν σχήματος ὑπαλλαττομένου, ποτὲ δὲ λειότητός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειρομένου.
这种情况的产生,有时是由于自然形状发生改变,有时是由于某种光滑、粗糙,或是通道受损。
τῆς μὲν δὴ τοῦ κατὰ φύσιν σχήματος ἐξαλλαγῆς αἰτίαι, πρώτη μὲν ἡ κατὰ γαστρὸς ἔτι κυουμένων αὐτῶν διάπλασις μοχθηρὰ, πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ σπέρματος κινήσεσιν ἐμποδὼν γιγνομένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πλημμέλεια.
至于自然形状发生改变的原因,首先是由于在子宫中还处于胎儿期时的不良形成,因为物质的过剩或不适宜的性质阻碍了胚种的自然运动;第二种原因则是分娩本身以及包裹婴儿时的失误。
μαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν παιδίων ὑπάρχοντα σώματα ῥᾳδίως ἐκστρέφεται, δεχομένων τε τῶν μαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε μὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν ἀναιρουμένων τε καὶ ἀποτιθεμένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν.
因为新生儿的身体还很柔软,几乎具有流动性,因此极易扭曲,如果助产士在分娩时接生不当,或者有时在襁褓中包裹不妥,以及随后乳母们在喂奶、洗澡和包裹时,由于没有用合适的方式抱起和放下他们。
ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ μή τις ἐπιτηδείως μεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν μελῶν σχῆμα.
因为在所有这些事情中,如果没有人进行妥善的处理,每个肢体的自然形状都很容易被扭曲和破坏。
καὶ μὲν δὴ κᾀν τῇ μετὰ ταῦτα ἀνατροφῇ συμπάσῃ τὰ μὲν ὑπὸ πλησμονῆς ἀμέτρου, τὰ δ’ ὑπὸ κινήσεως πλημμελοῦς ἢ πρωϊαίτερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν μελῶν διαστρέφεσθαι συμβαίνει, τῶν μὲν πλησμονῶν τὰς φυσικὰς ἐνεργείας ἐμποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ μὴ χρὴ τὰ κῶλα.
此外,在随后的整个抚育过程中,有的因为过度的充盈,有的因为不当的活动,或者由于被允许在比应该的时间更早地站立和行走,或者活动过于剧烈,往往会导致肢体变形,因为充盈阻碍了自然的生理功能,而不合时宜或剧烈的活动则会震荡并扭转四肢,使其朝向不应有的方向。
τὰ μὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειμένων σωμάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήμης ῥοπήν.
实际上,双腿甚至会因为上方身体的自身重量,根据指骨原有的倾斜度,向外或向内弯曲。
οἷς μὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται μᾶλλον· οἷς δὲ κοιλότερα, ῥαιβοῦται.
因为那些本性上比应该的状态更直的人,双腿更容易外翻;而那些更弯曲的人,则更容易内翻。
καλῶ δὲ βλαισὸν μὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία.
我将向外倾斜的称为“外翻”,而向相反方向倾斜的称为“内翻”。
καὶ κατὰ τὸν θώρακα δὲ μέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγου σῶν τροφῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ.
在胸部,肢体也常常在最初的抚育期由于乳母们从外部错误地束缚它们而变形。
καὶ μάλιστα παρ’ ἡμῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόμενον ἐπὶ τῶν παρθένων.
这种现象在我们的年轻女子中尤为常见,可以经常看到。
αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόμεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ μείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαμβάνουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠμοπλάτας τε καὶ θώρακα μόρια σύμπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνομένης τῆς τάσεως, ἢ προπετὲς εἰς τὸ ἔμπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείμενα τὰ κατὰ ῥάχιν κυρτά.
因为她们的乳母希望增大她们的臀部和胁腹,使其比胸部大得多,便用某些带子把肩甲骨和胸部的所有部位在周围一圈圈紧紧勒住,在此过程中,由于束缚的力量往往不均匀,她们要么使胸部向前方突出,要么使脊椎对应的相反部位隆起。
συμβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασμένον καὶ παρηγμένον εἰς τὰ πλάγια γίγνεσθαι τὸ μετάφρενον, ὡς τὴν μὲν ἑτέραν ὠμοπλάτην ἀναυξῆ τε καὶ μικρὰν καὶ προσεσταλμένην ἱκανῶς φαίνεσθαι, τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ μείζονα.
有时甚至会导致上背部仿佛折断并向侧面偏移,以至于一侧的肩胛骨显得不发育、狭小且明显内缩,而另一侧则突出、前倾,且在各方面都更大。
αὗται σύμπασαι κακίαι σχημάτων ἐν θώρακι συνίστανται πλημμελείᾳ καὶ ἀμαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως ἐπιδεῖν.
胸部的所有这些形状缺陷,都是由于乳母们的手不当和无知造成的,她们不知道如何均匀地进行包扎。
οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπιδοῦντές τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν, ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαμαρτάνοντος τοῦ θεραπευόντος, αὐτὸς ὁ κάμνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπιχειρήσας χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται δημιουργός.
同样地,医生们也常常因为不正确地包扎和整复骨折的肢体而使其变形;或者与此相反,即便治疗者没有犯任何错误,患者自己如果在骨痂完全硬化之前就企图使用该肢体,也会成为自身畸形的制造者。
ἀλλὰ καὶ θλασθέντα μόρια καθάπερ ῥὶς, ἢ καὶ περιθραυσθέντα καθάπερ οἱ ἄμβωνες τῶν κοτυλῶν, ἔστιν ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆμα.
而且,被压碎的部位如鼻子,或者周围被碎裂的部位如关节窝的边缘,以及有时由于骨骼被切除或流失了较多肌肉、随后未能等量生长,都会使自然形状丧失。
ἕτερος δὲ τρόπος βλάβης σχημάτων ὁ διὰ πλησμονὴν ἄμετρον ἢ ἔνδειαν, ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν τι μόριον ἢ καὶ σύμπαντι τῷ σώματι.
另一种使形状受损的方式是通过过度的充盈或匮乏,正如那些极度肥胖或过度消瘦的人一样,无论是在某一个部位还是在整个身体中。
καὶ γὰρ οὖν καὶ ὁ ἐλέφας ὀνομαζόμενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν μορφήν.
因为所谓的象皮病和肺结核显然会改变容貌。
σιμοῦται μὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ ἀπεξυσμένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύμπαν ὅμοιοι τοῖς σατύροις οἱ ἐλεφαντιῶντες γίγνονται.
因为在象皮病患者中,鼻子变得扁平,口唇肥厚,耳朵显得像被削过,整体上他们变得像萨堤尔。
ῥὶς δ’ ὀξεῖα, καὶ κρόταφοι συμπεπτωκότες, καὶ ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ κατ’ ὠμοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰωρούμεναι τοῖς φθίνουσι φαίνονται.
而在消耗病患者中,鼻子显得尖锐,太阳穴塌陷,眼睛凹陷,肩胛骨和上臂周围的部位就像在外侧悬挂的翅膀一样。
καὶ διαφθείρεται μὲν ἐν τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆμα· κατὰ δ’ αὖ συμβεβηκὸς ἐν μὲν τοῖς παραλελυμένοις ἢ σπωμένοις ἢ φλεγμαίνουσιν ἢ σκιῤῥουμένοις, ἢ νεῦρα διῃρημένοις ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγμένοις.
在所有这些情况中,自然的形状在首要意义上遭到破坏;但另一方面,在瘫痪、痉挛、发炎、硬化的人中,或者在神经或肌腱被切断、或受硬疤痕束缚的人中,形状则是由于偶然原因而遭到破坏。