Humanitext Reader

盖伦 · 论疾病的原因 §6#2

多余物向虚弱部位的退避与发病机制

第 8 段,共 12 段 · 希腊语

内容简介

作者阐明了前述疾病的产生机制,指出自然基于其四种生理力量以及身体各部位强度的不均等,将不洁的多余物排挤到最虚弱的部位(如皮肤)中。

§6#2κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν ᾖ ξηρὸς καὶ θερμὸς, ὁμογενής ἐστι τῇ ξανθῇ χολῇ.
同样地,任何在性质上干燥且温热的物质,都与黄胆汁同类。
λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι.
关于这些,在别处也已有更详尽的论述。
καὶ νῦν οὐ χρὴ μηκύνειν ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν·
现在不应在此多作赘述,因为之后在《治疗方法》的著作中,还将会对所有这些内容进行更详尽的讨论。
ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν ἐπανίωμεν.
然而,让我们重新回到适合当前阐述的主题上来。
ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήματα τῆς φύσεως ἀποτιθεμένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα μόρια γίγνεται.
因为,所有此类疾病之所以产生,都是由于自然每次都将多余之物退避到较不重要的部位。
τοῦτο μὲν δὴ καὶ ἄλλοις ἔμπροσθεν εἴρηται πολλοῖς·
这一点在此前确实已被其他许多人提及。
ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται·
但这种退避的具体方式,却未曾有人说明。
λογισμὸν γάρ τινα καὶ νοῦν τῇ φύσει δώσομεν, ἐὰν ἁπλῶς αὐτὴν ἀποτίθεσθαι φῶμεν ἐκ κυρίων μορίων εἰς ἄκυρα πᾶν ὁτιοῦν ὑπάρχον μὴ χρηστόν.
因为,如果我们简单地认为自然能主动将任何无用之物从重要部位退避到不重要的部位,我们就会赋予自然某种理性思考和智慧。
ἀλλ’ ὅτι μὲν ἐν τοῖς νοσήμασιν αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάμεως ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέσεως οὐκ ἀκριβῶς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο, διότι μηδὲ τὰς φυσικὰς δυνάμεις, ὑπὲρ ὧν ἡμεῖς ἐν ἑτέροις ὑπομνήμασι διήλθομεν, ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον.
然而,在疾病中,良性的转变确实是由某种此类能力所致,这一点显而易见;然而,对于它们产生的具体方式,我们的前人并没有进行精确的解释,因为关于自然的力量(我们已在其他著作中详述),他们甚至无法精确地证明其究竟有多少种、是哪些,以及它们各自的功用是什么。
ἀλλὰ νῦν γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑποθέσεσιν εἰς αὐτὰ χρησάμενον τοῖς δι’ ἐκείνων ἀποδεδειγμένοις.
但至少在现在,以那些著作中已被证明的事实作为假设,来探讨所有这些问题已毫无困难。
οὐσῶν δὲ τεττάρων δυνάμεων, ὧν ἅπαν μετέχει μόριον καὶ ζώου καὶ φυτοῦ, καὶ τῆς μὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώματος μορίων οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώμην, ἀλλὰ τῶν κυριωτέρων εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωμαλεωτέρων ἀποτελεσθέντων, εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωματικοῖς σώμασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις μορίοις.
既然存在着动物和植物的每个部位都共有的四种力量——即吸引适合之物、进行转化以及排泄多余之物的力量(多余之物按类别分为两种:或是数量上的多余,或是质量上的多余)——而且,身体的各部位并非都具有同等的强度,而是较重要的部位从一开始就被自然塑造得更强壮,因此,在不洁且多余物积聚的身体中,某些流体流入较不重要的部位是合乎常理的。
ἅτε γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων μορίων ἐλαυνόμενον τὸ περίττωμα, καὶ μηδαμόθι στῆναι δυνάμενον, εἰς τὸ πάντων ἀσθενέστατον ἀφικνεῖται μόριον.
因为,由于多余物被所有较强壮的部位排挤驱逐,且无法在任何地方停留,它便会到达最虚弱的部位。
ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν ἐστιν, ἢ εὐθὺς ἐν τῇ πρώτῃ συμπήξει τοῦ ζώου πλημμεληθὲν, ἢ ἐξ ὑστέρου βλαβὲν, ἢ καὶ φύσει δεόμενον εἶναι τοιοῦτον, ὥσπερ καὶ τὸ δέρμα.
而一个部位之所以虚弱是由不同原因造成的,或是由于在动物最初形成时就存在缺陷,或是后来受损,抑或如皮肤那般,在本性上就被要求如此。
τοῦτο γὰρ ἅτε μηδεμιᾶς ἐνεργείας ἕνεκεν, ἀλλὰ χρείας μόνης γεγενημένον, ἀσθενέστερον εἶναι προσήκει τῶν ἐνεργούντων.
因为,由于皮肤并非为了某种主动功能而生,而仅仅是为了实用用途,所以它理应比那些执行主动功能的部位更为虚弱。
ἔστι γὰρ οἷον σκέπασμά τι καὶ περίβλημα τοῦ ζώου σύμφυτον, οὔτ’ οὖν πέψιν, οὔτε ἀνάδοσιν τροφῆς, οὔτ’ ἐξαιμάτωσιν, οὔτε σφυγμὸν, οὔτε ἀναπνοὴν, οὔτε κίνησιν καθ’ ὁρμὴν, οὔθ’ ὅλως ἐνέργειάν τινα τῷ ζώῳ παρεχόμενον.
因为它就像是动物生来就有的某种覆盖物和外衣,既不给动物提供消化,也不提供营养分配、造血、脉搏、呼吸或自主运动,总之不提供任何主动功能。
ἅμα δὲ καὶ πάντων ἔξωθεν κείμενον εὐλόγως ἐκδέχεται τὰ τοῦ σώματος ὅλου περιττώματα.
同时,由于它位于最外层,自然也就合理地承接了全身的多余物。
πολλὰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐτεχνήσατο τῶν περιττωμάτων καθάρσεως ἕνεκεν ὄργανα, καὶ πρός γε τὴν ὑγείαν ἀρκεῖ μόνα ταῦτα, ἐπειδὰν μήτε τις ἐκ τοῦ περιέχοντος ἐγγίνηται βλάβη τῷ ζώῳ, μήτ’ ἐκ πλημμελοῦς διαίτης περιττωματικὸν ἀμέτρως ὅλον ἀπεργασθῇ τὸ σῶμα.
因为,自然从一开始就精巧地设计了许多用于清除多余物的器官,只要动物没有受到环境的伤害,且整个身体没有因错误的饮食起居而过度充满多余物,单靠这些器官就足以维持健康。
τοιούτου δέ τινος συμβάντος ἁμαρτήματος, οὐκ ἔτ’ αὐτάρκη μόνα τὰ φυσικὰ τῶν ὀργάνων ἀποκαθαίρειν τὸ πλῆθος τοῦ περιττώματος,  κᾀν τούτῳ κατασκήπτει ῥεύματα τοῖς ἀσθενεστέροις μορίοις ἐκ τῶν ἰσχυροτέρων ἐλαυνόμενα·
但是,一旦发生了某种此类失误,单靠这些自然器官就已不足以清除过剩的多余物,此时,多余的流体被较强壮的部位排挤,便会侵袭并积聚在较虚弱的部位。
συμβαίνει δέ ποτε καὶ στεγνωθέντων τῶν ἐκκαθαιρόντων αὐτὰ πόρων ἑτέροις ἐπιῤῥυῆναι χωρίοις.
此外,有时由于清除这些物质的孔道闭塞,它们也会流入其他地方。
αὗται μὲν αἱ ἀρχαὶ τῆς γενέσεως ἁπάντων εἰσὶ τῶν προειρημένων νοσημάτων.
这些确实是前述所有疾病产生的根源。
αὐξάνεται δ’ ἐν αὐτοῖς ἤδη τοῖς μέλεσι τὸ κακὸν, ὡς ἂν σφηνουμένων τε καὶ διασηπομένων τῶν περιττωμάτων, καὶ οὕτως αὐτῶν τε χειρόνων γενομένων, καὶ τὸν ἐπιῤῥέοντα χυμὸν ἐξ ὑστέρου, κᾂν χρηστὸς ᾖ, συνδιαφθειρόντων.
在这些器官内部,病情会进一步恶化,因为多余物会发生拥堵并腐烂,从而不仅自身变得更坏,还会连带败坏随后流入的体液,哪怕后者原本是健康的。

词汇与语法注释

  1. 24οὐσῶν δὲ τεττάρων δυνάμεων... ἀποτελεσθέντων — 一系列连续的属格独立结构(οὐσῶν..., ὄντος..., ἐχόντων..., ἀποτελεσθέντων)说明了引出主句结论“……是合理的”(εὔλογον)的前提条件或原因。
  2. p.25ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν ἐστιν — 分配性表达,意为“一个部位因这一原因如此,另一个部位因那一原因如此”。代词 `τοιοῦτον` 在上下文中指代前句的 `ἀσθενέστατον`(最虚弱的)。

引用这一段

盖伦, 论疾病的原因 §6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。