← ガレノス

病の原因について

§7#1

器官の疾患と形状の歪みを生じる諸原因

著者(ガレノス)は器官(道具的部位)の疾病について論じ、その第一として形状の歪み(畸形)を取り上げる。胎内での形成異常、出生時やおむつの当て方、乳母の不適切な養育や過度な緊縛、骨折後の不適切な治療、さらには象皮病や消耗症といった疾患が、いかに身体の形状を本質的または随伴的に歪めるかを詳しく説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7#1

Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁμοιομερῶν σωμάτων ἴδια νοσήματα διήλθομεν, ἐξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαμένους1 γένους. γίγνεται δὲ τοῦτο ποτὲ μὲν τοῦ κατὰ φύσιν σχήματος ὑπαλλαττομένου, ποτὲ δὲ λειότητός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειρομένου. τῆς μὲν δὴ τοῦ κατὰ φύσιν σχήματος ἐξαλλαγῆς αἰτίαι, πρώτη μὲν ἡ κατὰ γαστρὸς ἔτι κυουμένων αὐτῶν2 διάπλασις μοχθηρὰ, πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ σπέρματος κινήσεσιν ἐμποδὼν γιγνομένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πλημμέλεια. μαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν παιδίων ὑπάρχοντα σώματα ῥᾳδίως ἐκστρέφεται, δεχομένων τε τῶν μαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε μὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν3 ἀναιρουμένων τε καὶ ἀποτιθεμένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ μή τις ἐπιτηδείως μεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν μελῶν σχῆμα. καὶ μὲν δὴ κᾀν τῇ μετὰ ταῦτα ἀνατροφῇ συμπάσῃ τὰ μὲν ὑπὸ πλησμονῆς ἀμέτρου, τὰ δ’4 ὑπὸ κινήσεως πλημμελοῦς ἢ πρωϊαίτερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν μελῶν διαστρέφεσθαι συμβαίνει, τῶν μὲν πλησμονῶν τὰς φυσικὰς ἐνεργείας ἐμποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ μὴ χρὴ τὰ κῶλα. τὰ μὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειμένων σωμάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήμης ῥοπήν. οἷς μὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται μᾶλλον· οἷς δὲ κοιλότερα, ῥαιβοῦται. καλῶ δὲ βλαισὸν μὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ μέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγου σῶν τροφῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ μάλιστα παρ’ ἡμῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόμενον ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόμεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ μείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαμβάνουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠμοπλάτας τε καὶ θώρακα μόρια σύμπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνομένης τῆς τάσεως, ἢ προπετὲς εἰς τὸ ἔμπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείμενα τὰ κατὰ ῥάχιν κυρτά. συμβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασμένον καὶ παρηγμένον εἰς τὰ πλάγια γίγνεσθαι τὸ μετάφρενον, ὡς τὴν μὲν ἑτέραν ὠμοπλάτην ἀναυξῆ τε καὶ μικρὰν καὶ προσεσταλμένην ἱκανῶς φαίνεσθαι, τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ μείζονα. αὗται σύμπασαι κακίαι σχημάτων ἐν θώρακι συνίστανται πλημμελείᾳ καὶ ἀμαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως ἐπιδεῖν. οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπιδοῦντές τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν, ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαμαρτάνοντος τοῦ θεραπευόντος, αὐτὸς ὁ κάμνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπιχειρήσας χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται δημιουργός. ἀλλὰ καὶ θλασθέντα μόρια καθάπερ ῥὶς, ἢ καὶ περιθραυσθέντα καθάπερ οἱ ἄμβωνες τῶν κοτυλῶν, ἔστιν ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆμα. ἕτερος δὲ τρόπος βλάβης σχημάτων ὁ διὰ πλησμονὴν ἄμετρον ἢ ἔνδειαν, ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν τι μόριον ἢ καὶ σύμπαντι τῷ σώματι. καὶ γὰρ οὖν καὶ ὁ ἐλέφας ὀνομαζόμενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν μορφήν. σιμοῦται μὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ ἀπεξυσμένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύμπαν ὅμοιοι τοῖς σατύροις οἱ ἐλεφαντιῶντες γίγνονται. ῥὶς δ’ ὀξεῖα, καὶ κρόταφοι συμπεπτωκότες, καὶ ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ κατ’ ὠμοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰωρούμεναι τοῖς φθίνουσι φαίνονται. καὶ διαφθείρεται μὲν ἐν τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆμα· κατὰ δ’ αὖ συμβεβηκὸς ἐν μὲν τοῖς παραλελυμένοις ἢ σπωμένοις ἢ φλεγμαίνουσιν ἢ σκιῤῥουμένοις, ἢ νεῦρα διῃρημένοις ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγμένοις.

しかし、同質の部分の身体に固有の疾患についても詳述し終えたので、次には有機的な部分の疾患について、それらのうちで最初にあたる、形成異常に伴って生じる種類から始めて語るのが順序であろう。そしてこれは、ある時は自然な形状が変更されることによって、またある時は滑らかさや粗さ、あるいは通路が損なわれることによって生じる。さて、自然な形状の変形について、その原因の第一は、彼らがまだ胎内に宿っているときの不良な形成であり、これは物質の過剰や不適当な性質が、種子の自然な運動の障害となることで生じる。第二の原因は、誕生そのものの際、および産着で包まれる際の不手際である。というのも、新生児の身体はまだ柔らかく、ほとんど流動的であるため、助産師が誕生の際に不適切に彼らを受け取ったり、おむつで包むときに不適切に巻いたり、さらにその後、乳母たちが授乳や入浴やおむつ当ての際に不適切な方法で彼らを持ち上げたり寝かせたりすることによって、容易に歪んでしまうからである。これらすべてのことにおいて、もし誰かが適切に扱わなければ、各肢体の自然な形状は容易に歪み、損なわれてしまう。そしてまた、その後の養育の全体を通じても、あるものは過度の満腹によって、またあるものは不適切な運動によって、あるいは本来よりも早く立ったり歩いたりすることを許されたり、あるいは激しく動きすぎたりすることによって、しばしば肢体が歪むことが起こる。過度の満腹は自然な働きを妨げ、不適切または激しい運動は、手足を本来行くべきでない方向へと揺さぶり、ねじ曲げてしまうからである。実際、脚は、その上部にある身体自体の重みによってさえ、脛の本来の傾きに従って、外側または内側へと歪んでしまう。というのも、本性上本来よりもまっすぐすぎる脚を持つ人々は、より外反になり、より湾曲している人々は内反になるからである。なお、私は外側へと傾くものを外反と呼び、逆へと傾くものを内反と呼ぶ。また、胸部においても、最初の養育期に乳母たちが外側から悪しく締め付けることによって、しばしば部位が歪んでしまう。そして、私たちの間でこのようなことがとりわけ頻繁に、少女たちにおいて生じるのを見ることができる。というのも、彼女たちの乳母は、彼女たちの腰や脇腹を発達させ、それらが胸部よりもはるかに大きくなることを望んで、肩甲骨や胸部のあたりのすべての部分を帯でぐるりと取り囲んで強く締め付け、その際、しばしば締め付けの強さが不均等になるために、胸を前方へと突出させたり、あるいは背骨に沿った反対側の部分を曲げてしまったりするからである。また、時には、背中がまるで折れ曲がって側方へと引き寄せられたようになり、その結果、一方の肩甲骨は発達せず、小さく、著しく縮まって見える一方で、もう一方は突出して前方に傾き、あらゆる点で大きく見えるようになることさえある。胸部におけるこれらすべての形状の欠陥は、均等に包帯を巻くことを知らない乳母たちの手落ちと無知から生じるのである。このように、医師たちもしばしば、骨折した手足を不適切に包帯し、整復することによって歪めてしまう。あるいはまた、治療者がいかなる誤りも犯さなくとも、患者自身が、仮骨が正確に固まる前にその手足を使おうと試みることによって、自らその歪みを作り出してしまうこともある。さらに、鼻のように潰された部位や、関節窩の縁のように周囲を砕かれた部位、また時には骨が削り取られたり、多量の肉が失われて、その後十分に再生しなかった場合にも、自然な形状は失われる。形状が損なわれるもう一つの仕方は、過度の過剰あるいは欠乏によるものであり、それは単一の部位において、あるいは身体全体において、極度に肥満した人々や著しく衰弱した人々に起こるのと同様である。実際、いわゆる象皮病や消耗症は、明らかに容姿を変貌させる。というのも、象皮病の患者においては、鼻は平たくなり、唇は厚くなり、耳は尖ったように見え、全体としてサテュロスに似た姿になるからである。他方、消耗症の患者においては、鼻は尖り、こめかみはこけ、眼は落ちくぼみ、肩甲骨や上腕のあたりの部位は、まるで外側にぶら下がった翼のように見える。そして、これらすべての場合において、自然な形状は第一次的に損なわれるが、他方で、麻痺した人々、痙攣した人々、炎症を起こした人々、硬化した人々、あるいは神経や腱を切断された人々、硬い瘢痕によって拘束された人々においては、偶発的に損なわれるのである。

構文注4 件
  1. 7ὑπαρξαμένους

    アオリスト中間態分詞 ὑπαρξαμένους(対格複数) は、不定詞 λέγειν の意味上の主語(「私たち」)に一致する。これは ἀπὸ τοῦ πρώτου ... γένους から「〜から始めて」という意味を表す。

  2. 7κατά γαστρὸς ἔτι κυουμένων αὐτῶν

    属格独立構文であり、αὐτῶν(彼ら、すなわち子供たち)が受動態分詞 κυουμένων(胎内で宿されている)の意味上の主語となっている。κατὰ γαστρός は「胎内において」を意味する前置詞句。

  3. 7τῶν τροφῶν

    これは「栄養」(ἡ τροφή)の複数属格ではなく、「乳母・養育者」(ἡ τροφός)の複数属格である。続く分詞 ἀναιρουμένων(持ち上げる)や ἀποτιθεμένων(寝かせる)の動作主として属格独立構文を形成している。

  4. 7τὰ μὲν ... τὰ δ’

    これらは τῶν μελῶν(肢体の)を先行詞とする部分属格に係る。文の骨格は、非人称動詞 συμβαίνει(〜が起こる)に対して、τὰ μέν および τὰ δέ が不定詞 διαστρέφεσθαι(歪むこと)の意味上の主語となる構造である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:7#1