§6#1Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσημάτων αἴτια σύνθετα πάντως ἐστίν.
显而易见,复合型疾病的原因也绝对是复合的。
εἰ γὰρ ἅμα θερμὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερμὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσημα, καὶ εἰ θερμὴ καὶ ὑγρὰ, θερμὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς.
因为如果温热与干燥的原因同时结合,疾病就必然变得温热且干燥;如果温热与湿润结合,则是温热且湿润的;对于剩下的两种组合——湿冷与干冷,也是同样的道理。
ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις μὲν ὑπὸ πάντων τῶν αἰτίων ὁμοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶμα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάμεσιν ὑπαρχόντων, ποτὲ μὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα, ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀμφοτέρων βλάβην ὁμοίως ἀναδέχεσθαι τὸ σῶμα.
然而,在此论述中必须补充和界定的一点,现在且作说明:即身体往往会被彼此同类的所有原因所改变,但在各种原因其性质相反时,往往有时是其中多数的或更长久的原因占主导,有时是更强效的原因占主导,有时则是身体同样地承受来自双方的损害。
καί τι δόξειεν ἂν εἶναι τοῦτό γε ἀδύνατον ἅμα θερμότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι τοῦ κατὰ φύσιν ἕν καὶ ταὐτὸν σῶμα, καὶ ὑγρότερον αὖ καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο.
虽然一个且同一个身体在偏离自然状态时,似乎不可能同时变得更热又更冷,或者再次变得更湿又更干,但这种情况确实会发生。
καὶ δεόντως ἀνώμαλος ὀνομάζεται δυσκρασία, καὶ ἡμῖν ἰδίᾳ περὶ αὐτῆς ἐν ἑτέρῳ γράμματι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι μηκύνειν ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσημάτων ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψομένους.
这被合理地称为“不均匀的质度失调”,我们自己已在另一部著作中对其进行了适当的论述,现在不应再对此赘述,而应立即转向其余类别的疾病,以考察它们的原因。
ἀναμνησθῆναι δὲ πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρημένων ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς ἐνίοτε μὲν αὐταῖς μόναις ταῖς τέτταρσι ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώματα, μηδεμιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας, ἐνίοτε δὲ ἐμπίπλαται ῥεύματος ὑγροῦ μὲν πάντως τὴν ἰδέαν, οὐχ ὑγροῦ δὲ τὴν δύναμιν.
在此,也有必要再次回顾在《论疾病的差异》中所说过的话,即有时身体仅由于那四种性质本身就偏离了自然状态,而没有任何其他外来物质流入其中;有时身体则充满了在外观上完全是湿润的,但在性质上并不湿润的流体。
εἴρηται μὲν οὖν καὶ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυνάμεως· ἀποδέδεικται δὲ καὶ ἡμῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν.
关于此类流体的性质,古代的医生和哲学家们都曾论及,我们自己在其他一些著作以及《论药物》的注释中也作了阐明。
ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ παρόντα χρήσιμον, εἰρήσεται καὶ νῦν, ὡς ἡ μὲν ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ τὴν δύναμίν ἐστιν, ἡ δὲ μέλαινα ξηρὰ, καὶ ψυχρά· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα καὶ ψυχρὸν καὶ ὑγρὸν τὸ φλέγμα· καὶ ὡς ἐνίοτε μὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος τῶν χυμῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιμίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουμένων καὶ φλεγμαινόντων μορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται.
而其中对目前有用的部分,现在也将予以说明:即黄胆汁在性质上是热而燥的,黑胆汁是燥而冷的;血液是湿而热的,粘液是冷而湿的;有时这些体液中的每一种都是以纯净状态流入,有时它们相互混合;而那些肿胀、硬化和发炎部位的状态,在很大程度上正是由此变得多样化的。
καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί.
事实上,炭疽、癌肿、疱疹、丹毒、坏疽、腺肿、噬肉疮以及持续勃起症都属于这一类。
καὶ μὴν καὶ ἄλφοι καὶ ἀθερώματα καὶ ὀχῶρες καὶ μελικηρίδες καὶ γαγγλία καὶ στεατώματα ῥευμάτων εἰσὶν ἔγγονα νοσήματα.
此外,白斑、粉瘤、头癣、蜜样瘤、腱鞘囊肿和脂肪瘤也是流体流注所产生的疾病。
διαφέρει δ’ ἀλλήλων ταῦτα καὶ ἄλλα σύμπαντα τὰ προειρημένα τῷ τὰ μὲν ἐκ φλέγματος γίγνεσθαι μόνου, τὰ δὲ ἐξ αἵματος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς μελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυμοῦ οὐ τελέως παρὰ φύσιν.
这些以及前述所有其他疾病彼此不同,原因在于有些仅由粘液产生,有些由血液产生,有些由黄胆汁产生,有些由黑胆汁产生,有些则由某种并非完全违反自然的、其他的体液产生。
ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρημένων ἐστὶ γενῶν·
然而,无论这种体液是什么,它绝对属于前述的某一个类别。
οὐ γὰρ ἐνδέχεται μὴ οὐχὶ θερμὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει μὲν τοῦ κατὰ φύσιν φλέγματος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυμὸς ὅλῳ τῷ γένει παρὰ φύσιν.
因为,它不可能不是热而燥、热而湿、冷而燥或冷而湿的。 只是当它达到极高的粘稠度和寒冷度时,它便脱离了自然粘液的外观,并似乎成了在整个类别上都违反自然的另一种体液。
οὐ μὴν οὕτως γε ἔχει τἀληθές. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναμιν, ἐν τῷ τοῦ φλέγματος γένει περιέχεται.
但事实并非如此,因为任何在性质上湿而冷的物质,都包含在粘液的类别之中。