← ガレノス

病の原因について

§6#1

複合的な疾患の原因と体液の混合による病態

複合的な疾患の原因が複数の性質の組み合わせによるものであることを説明し、体液の混合による各種の炎症性疾患や腫瘍性疾患を分類した上で、異常な体液も本質的には四体液のいずれかに属することを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6#1

Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσημάτων αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅμα θερμὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερμὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσημα, καὶ εἰ θερμὴ καὶ ὑγρὰ, θερμὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις μὲν1 ὑπὸ πάντων τῶν αἰτίων ὁμοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶμα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάμεσιν ὑπαρχόντων, ποτὲ μὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα, ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀμφοτέρων βλάβην ὁμοίως ἀναδέχεσθαι τὸ σῶμα. καί τι δόξειεν ἂν εἶναι2 τοῦτό γε ἀδύνατον ἅμα θερμότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι  τοῦ κατὰ φύσιν ἕν καὶ ταὐτὸν σῶμα, καὶ ὑγρότερον αὖ καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο. καὶ δεόντως ἀνώμαλος ὀνομάζεται δυσκρασία, καὶ ἡμῖν ἰδίᾳ περὶ αὐτῆς ἐν ἑτέρῳ γράμματι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι μηκύνειν ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσημάτων ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψομένους. ἀναμνησθῆναι δὲ πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρημένων ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς ἐνίοτε μὲν αὐταῖς μόναις ταῖς τέτταρσι ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώματα, μηδεμιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας, ἐνίοτε δὲ ἐμπίπλαται ῥεύματος ὑγροῦ μὲν πάντως τὴν ἰδέαν, οὐχ ὑγροῦ δὲ τὴν δύναμιν. εἴρηται μὲν οὖν καὶ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυνάμεως· ἀποδέδεικται δὲ καὶ ἡμῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν. ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ παρόντα χρήσιμον, εἰρήσεται καὶ νῦν, ὡς ἡ μὲν ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ τὴν δύναμίν ἐστιν, ἡ δὲ μέλαινα ξηρὰ, καὶ ψυχρά· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα καὶ ψυχρὸν καὶ ὑγρὸν τὸ φλέγμα· καὶ ὡς ἐνίοτε μὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος τῶν χυμῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιμίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουμένων καὶ φλεγμαινόντων μορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται. καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ μὴν καὶ ἄλφοι καὶ ἀθερώματα καὶ ὀχῶρες καὶ μελικηρίδες καὶ γαγγλία καὶ στεατώματα ῥευμάτων εἰσὶν ἔγγονα νοσήματα. διαφέρει δ’ ἀλλήλων ταῦτα καὶ ἄλλα σύμπαντα τὰ προειρημένα τῷ τὰ μὲν ἐκ φλέγματος γίγνεσθαι μόνου, τὰ δὲ ἐξ αἵματος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς μελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυμοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρημένων ἐστὶ γενῶν· οὐ γὰρ ἐνδέχεται μὴ οὐχὶ3 θερμὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως,4 ἐκπίπτει μὲν τοῦ κατὰ φύσιν φλέγματος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυμὸς ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ μὴν οὕτως γε ἔχει τἀληθές. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναμιν, ἐν τῷ τοῦ φλέγματος γένει περιέχεται.

複合的な疾患の原因もまた、全くもって複合的であることは極めて明白である。というのも、もし熱くて乾燥した原因が同時に合わさるならば、疾患は熱くて乾燥したものになるのが必然であり、もし熱くて湿った原因ならば、熱くて湿った疾患になるからである。残りの二つの組み合わせ、すなわち湿って冷たいもの、および乾燥して冷たいものについても同様である。しかし、この議論において付け加え、かつ規定しておくことが必要なこと、これを今や語ることにしよう。すなわち、しばしば互いに同種であるあらゆる原因によって身体が変質させられることもあれば、しばしばその性質において相反する原因が存在する場合に、ある時はそれらのうち多数のものが、あるいはより長期に及ぶものが優勢になり、またある時はより強力なものが優勢になり、またある時は身体が両方からの害を同様に被ることもある、ということである。そして、一つの同じ身体が、自然な状態に対して、同時により熱くかつより冷たく、あるいはさらに、より湿りかつより乾燥したものになるということは、不可能であるように思われるかもしれないが、しかし実際にはこのようなことも起こるのである。そしてそれは当然にも不均等な不調和と呼ばれており、私たち自身によってこれについて別の著作で適切なことが語られている。したがって、今はこれらについてさらに長々と論じるべきではなく、他の種類の疾患へと今すぐ進み、それらの原因を検討せねばならない。そしてまた、ここでも『疾患の差異について』において語られたことを思い出すのが適切である。すなわち、ある時には身体が、外部から他のいかなる実質も流れ込むことなしに、単にそれら四つの性質それ自体によって自然な状態から逸脱することがあれば、ある時には、外見においては全くもって湿っているが、その性質においては湿っていない流体で満たされることもある、ということである。さて、古代の医師や哲学者たちにとっても、そのような流体の性質については語られてきた。また、私たち自身によっても、他のいくつかの著作や『薬物に関する覚書』において証明されている。しかし、それらのうちで現在の目的にとって有用な限りのことは、今でも語られるだろう。すなわち、黄胆汁はその性質において熱くかつ乾燥しており、黒胆汁は乾燥して冷たく、血液は湿って熱く、粘液は冷たくて湿っているということである。そしてまた、ある時にはこれら体液の各々が純粋な状態で流れ込み、ある時には互いに混ざり合うこと、そして腫脹したり、硬化したり、炎症を起こしたりしている部位の状態が、ここから極めて多様に変化することについてである。実際、炭疽、癌腫、疱疹、丹毒、壊疽、腺腫、壊死性潰瘍、持続勃起症もこの類に属する。さらに、白斑、粉瘤、頭部湿疹、蜜腫、神経節腫、脂肪腫もまた、流体の流出から生じる疾患である。これら、および前述の他のすべてのものは、あるものは粘液のみから生じ、あるものは血液から、あるものは黄胆汁から、あるものは黒胆汁から、そしてあるものは、完全には自然に反していない他のある体液から生じるという点において、互いに異なっている。しかし、この体液がいかなるものであろうとも、それはどうしても前述の類のいずれかから生じるものである。というのも、それが熱くて乾燥しているか、熱くて湿っているか、冷たくて乾燥しているか、あるいは冷たくて湿っているかのいずれかでないことは不可能だからである。ただ、それが極端な濃度と冷たさに達する限りにおいて、自然な粘液の外見からは逸脱し、その類全体において自然に反する別の体液であるように思われる。しかし、真相はそうではない。なぜなら、その性質において湿りかつ冷たいものは、いかなるものであれ粘液の類に含まれるからである。

構文注4 件
  1. 6τὸ πολλάκις μὲν ...

    冠詞 τὸ が導く一連の不定詞節(ἀλλοιοῦσθαι, κρατεῖν, ἀναδέχεσθαι)は、直前の指示代名詞 τοῦτο と同格であり、議論に付け加えるべき具体的な内容を詳しく説明している。

  2. 6δόξειεν ἂν εἶναι

    希求法過去形に小辞 ἄν を伴う潜在(推量)表現であり、「〜と思われるかもしれない」の意味。直後に ἀλλὰ καὶ γίνεται(しかし実際には起こる)と対比させる譲歩的なニュアンスを持つ。

  3. 6οὐ γὰρ ἐνδέχεται μὴ οὐχὶ

    非人称動詞の否定形 οὐκ ἐνδέχεται の後に μὴ οὐ + 不定詞(εἶναι)が続く二重否定構文。「〜でないことは不可能である」すなわち「どうしても〜でなければならない」という強い必然性を表す。

  4. 6ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως

    動詞 ἥκει に性質・程度を表す属格(πάχους καὶ ψύξεως)が結びついて「〜の極度に達する」という意味を表す。ὅσον は程度を表し、全体で「極限の濃度と冷たさに達する限りにおいて」と解釈される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:6#1