Humanitext Reader

盖伦 · 论疾病的原因 §3#2

呼吸与脉搏维持先天热及闭塞引发的病变

第 5 段,共 12 段 · 希腊语

内容简介

本文讨论了动脉搏动和呼吸在维持先天热量中的作用,并解释了当身体发生闭塞时,根据残余物的性质(煤烟状或蒸气状)以及生活方式的不同,会产生多血症或发热等不同的病症。此外,文章还指出,身体各部位由于局部的闭塞或束缚,会因失去与动物源头的交流而导致局部坏死和变冷。

§3#2δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν ἐν μὲν τῷ περὶ χρείας σφυγμῶν, ὡς ὑπὲρ τοῦ φυλάττεσθαι σύμμετρον ἐν ἅπασι τοῖς μέρεσι τοῦ ζώου τὸ κατὰ φύσιν θερμὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερμότητα φυλάττει σύμμετρον.
事实上,我们在《论脉搏的效用》中也已指出了这一点,即为了使动物的所有部位中天生的热量保持适度,动脉才会搏动;而在《论呼吸的效用》中则指出,呼吸也使心脏中的热量保持适度。
ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς παραχρῆμα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς ζώοις θερμότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς μηδαμῆ κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει.
因此,正如若你通过在外部的这些火焰上罩上灭火器、吸角或类似的其他东西,从而夺去它们与周围空气的交流,你就会立刻将它们熄灭一样,以同样的方式,如果你也把动物体内的热量禁锢并封闭起来,使其无法与周围的空气进行任何交流,你很快就会将其消灭。
ἡ μὲν οὖν ἐν τῇ καρδίᾳ θερμασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον.
因此,心脏中的热量是通过咽喉的通道与周围空气交流的,如果你将此通道堵塞,你就会立刻将其窒息,从而使动物死亡。
ἡ δ’ ἐν ταῖς καθ’ ὅλον τὸν ὄγκον τοῦ σώματος ἀρτηρίαις θερμασία διά τε τῆς καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ παντὸς τοῦ δέρματος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζομένη μὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀμφοτέρων ἡ κατὰ φύσιν αὐτῆς συμμετρία διασώζεται.
而分布在整个身体容积的动脉中的热量,则既通过心脏本身(在其与咽喉交流之处),也通过全身的皮肤向周围空气呼吸,在扩张时受到扇动,在收缩时排出煤烟状的物质,通过这两者,它天然的适度得以维持。
καὶ δὴ καὶ στεγνωθεισῶν τῶν  ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλήθους αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐτῶν γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα.
而且,如果动脉正如我们刚才所说的那样,因血液过剩或在其开口处产生某些阻塞,以至于完全无法透气,那么热量必然会熄灭,而如此受损的身体也必然会坏死。
μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγκης συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμασίαν.
然而,如果阻塞是温和的,那么关于先天热量的这种病症就不再必然会发生。
ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον ᾖ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον.
相反,如果在动物身体中产生的残余物是煤烟状和烟雾状的,此时先天热量就会产生一种病症;但如果它只是温和且有益的气体蒸腾,则会产生另一种病症。
ἑκάτερον δ’ αὐτῶν διττὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον, ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπιφερόμενος ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ.
而这两者中的每一种又都是双重的,其差异大致如下:因为当体内的血液确实良好、未被任何恶劣的残余物弄浑浊时,随着它被加热,就会产生一种有益的蒸气,而不会随之带来任何火热或辛辣的性质。
τὸ μὲν δὴ τοιοῦτον σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμένοις πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς κινήσεως αὐξανομένης τῆς ἐμφύτου θερμασίας, μὴ διαπνεομένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶμα.
实际上,这样的身体若受到适度的阻塞,很快就会变得要么是多血症的,要么比自然状态下更热;对于生活安逸(不运动)的人来说,它会变得多血症,因为本应通过劳作排出的东西留在了体内;而对于努力锻炼的人来说,它会变得更热,因为一方面先天热量因运动而增加,另一方面却由于身体变得致密而无法透气散发。
κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωμα σῶμα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυμιάσεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔμφυτον θερμόν.
另一方面,一个体内积存着烟雾状残余物的身体在受到阻塞时,要么会因为煤烟状的蒸腾物被封闭在体内而点燃发热,要么先天的热量会被窒息并熄灭。
ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώματος καὶ τῷ ποσῷ τῆς στεγνώσεως.
而这两者中的每一种都将取决于残余物的多寡以及阻塞的程度。
εἰ μὲν γὰρ τὸ καπνῶδες περίττωμα τὸ δεόμενον τῆς κενώσεως εἴη πάμπολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν ὑπὸ τοῦ περιττώματος τὴν ἔμφυτον θερμασίαν· εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωμα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται.
因为,如果需要排出的烟雾状残余物极多,且阻塞剧烈,那么先天热量就有可能被该残余物窒息而熄灭;但如果残余物较少,阻塞也较轻,就会燃起发热。
δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτμῶδές ἐστι τὸ διαπνεόμενον.
因此显而易见,人们必须了解身体的天然与后天状态,在这些状态中,透气散发出的物质要么是煤烟状的、要么是烟雾状的、要么是蒸气状的。
ἀλλὰ τοῦτο μὲν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται πραγματείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.
不过,这将在《治疗学方法》的论著中进行讨论;现在,让我们回到面前的主题上来。
ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ μάνωσις, ὅταν ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔμφυτον θερμὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶμα.
因为,正如闭塞在上述方式下常常成为寒冷的原因一样,希薄在比适当程度更多地发散并消散先天热量时,也会使身体变得更冷。
γίγνεται δὲ ταῦτα καὶ καθ’ ὅλον μὲν τὸ ζῶον, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον ὡσαύτως, ἤτοι στεγνούμενον, ἢ μανούμενον.
而且这些情况不仅发生在整个动物身上,同样也发生在每一个单独的部位,即当它被闭塞或被希薄时。
εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶμα διάθεσιν ἐπὶ ταῖς ἐμφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην σχοίη τὸ μόριον ὑπὸ τῶν ἐν αὐτῷ μόνων πεπονθυιῶν ἀρτηριῶν, ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ.
因为,如果某一部位仅仅由于其自身内部受损的动脉,而产生了整个身体在动脉阻塞和充盈时所具有的相同状态,那么该部位必然也会以与整体类似的方式生病。
καὶ μὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρμακά τε καὶ ὕδατα φαρμακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον ἤτοι στέγνωσιν, ἢ μάνωσιν ἄμετρον ἐναπεργάζεσθαι δυνήσεται τῷ μορίῳ.
而且,从外部施加于该部位的药物、药用水、冷水以及周围环境本身,也都能够在该部位产生阻塞或过度的希薄。
καί τινες βίαιοι δεσμοὶ ποτὲ μὲν αὐτῷ τῷ μέρει, ποτὲ δὲ τοῖς ὑπερκειμένοις περιτιθέμενοι νεκρώσουσί τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύμφυτος ἐπέῤῥει θερμασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναμις ἐχορηγεῖτο.
而某些强力的束缚,有时施加于该部位本身,有时施加于其上方的部位,会使其坏死并变冷,因为这夺走了它与动物之源头(中枢)的交流,而先天热量正是从该源头流向它,使动脉运动的力量也是由此供给的。

词汇与语法注释

  1. p.15δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν — 提及盖伦本人的著作。`ἡμῖν`(我们)是与格(施事者与格),在被动完成时动词 `δέδεικται` 中充当主体的角色。
  2. p.16καὶ δὴ καὶ στεγνωθεισῶν τῶν ἀρτηριῶν — 短语 `στεγνωθεισῶν τῶν ἀρτηριῶν` 是属格独立结构,表示条件(“如果动脉被闭塞”),在句法上独立于主句的主语(`τὸ θερμόν` 和 `τὸ διατεθὲν οὕτω σῶμα`)。
  3. p.17ἀταλαιπώρως μὲν διαιτωμένοις — `διαιτωμένοις` 是现在中被动分词阳性复数与格,作为关系与格(或利益与格)修饰前句中的 `γένοιτ’ ἂν`(表示潜在的希求法 + ἄν),意思是“对于……生活的人来说”。
  4. p.17καὶ τὰς ἐπικτήτους διαθέσεις — 这是不定式 `ἐπίστασθαι`(理解)的直接宾语(宾格),而非其主语。`τάς ... διαθέσεις`(状态、体质)指代天然的(`φυσικάς`)和后天获得的(`ἐπικτήτους`)两种状态。
  5. p.18τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας — 这是由分词 `στερήσαντες`(剥夺、夺去)所支配的夺格性属格宾语。在此处,`ἀρχή` 意为动物的“源头”或“中枢”(在盖伦医学中指心脏或大脑等源泉)。

引用这一段

盖伦, 论疾病的原因 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。