- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:3#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
動脈と呼吸の脈動が生まれつきの熱を維持する役割を論じ、身体が閉塞した際、老廃物の性質(煤煙か蒸気か)や生活習慣によって多血症や発熱などの異なる病態が生じる仕組みを説明する。さらに、身体の各部位でも同様の閉塞や緊縛によって、中枢からの熱や力の供給が絶たれ、局所的な壊死や冷却が生じることを示す。
δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν1 ἐν μὲν τῷ περὶ χρείας σφυγμῶν, ὡς ὑπὲρ τοῦ φυλάττεσθαι σύμμετρον ἐν ἅπασι τοῖς μέρεσι τοῦ ζώου τὸ κατὰ φύσιν θερμὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερμότητα φυλάττει σύμμετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς παραχρῆμα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς ζώοις θερμότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς μηδαμῆ κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ μὲν οὖν ἐν τῇ καρδίᾳ θερμασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον τὸν ὄγκον τοῦ σώματος ἀρτηρίαις θερμασία διά τε τῆς καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ παντὸς τοῦ δέρματος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζομένη μὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀμφοτέρων ἡ κατὰ φύσιν αὐτῆς συμμετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν ἀρτηριῶν2 ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλήθους αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐτῶν γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα. μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγκης συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμασίαν. ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον ᾖ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον, ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπιφερόμενος ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ. τὸ μὲν δὴ τοιοῦτον σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμένοις3 πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς κινήσεως αὐξανομένης τῆς ἐμφύτου θερμασίας, μὴ διαπνεομένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶμα. κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωμα σῶμα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυμιάσεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔμφυτον θερμόν. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώματος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ μὲν γὰρ τὸ καπνῶδες περίττωμα τὸ δεόμενον τῆς κενώσεως εἴη πάμπολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν ὑπὸ τοῦ περιττώματος τὴν ἔμφυτον θερμασίαν· εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωμα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις4 τοῦ σώματος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτμῶδές ἐστι τὸ διαπνεόμενον. ἀλλὰ τοῦτο μὲν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται πραγματείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ μάνωσις, ὅταν ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔμφυτον θερμὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶμα. γίγνεται δὲ ταῦτα καὶ καθ’ ὅλον μὲν τὸ ζῶον, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον ὡσαύτως, ἤτοι στεγνούμενον, ἢ μανούμενον. εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶμα διάθεσιν ἐπὶ ταῖς ἐμφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην σχοίη τὸ μόριον ὑπὸ τῶν ἐν αὐτῷ μόνων πεπονθυιῶν ἀρτηριῶν, ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ. καὶ μὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρμακά τε καὶ ὕδατα φαρμακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον ἤτοι στέγνωσιν, ἢ μάνωσιν ἄμετρον ἐναπεργάζεσθαι δυνήσεται τῷ μορίῳ. καί τινες βίαιοι δεσμοὶ ποτὲ μὲν αὐτῷ τῷ μέρει, ποτὲ δὲ τοῖς ὑπερκειμένοις περιτιθέμενοι νεκρώσουσί τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας5 στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύμφυτος ἐπέῤῥει θερμασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναμις ἐχορηγεῖτο.
実際、このこともまた、『脈拍の有用性について』において私たちによって示されている。すなわち、動物のすべての部分において自然本来の熱が適度に保たれるために、動脈が脈打つのである、と。また、『呼吸の有用性について』においては、呼吸もまた心臓における熱を適度に保つということが示されている。それゆえ、もしこれらの外部の炎を、消火用の器や吸角、あるいはその他の類似のものを被せることによって、周囲の環境との交わりから切り離すならば、直ちにそれを消滅させてしまうのと同様に、同じように、もし動物における熱をも、周囲の空気と全く交わらないように閉じ込め塞ぎ込んでしまうならば、速やかにそれを消滅させてしまうだろう。それゆえ、心臓における熱は咽喉の管を通じて周囲の環境と交わっており、もしこれを閉塞させるなら、直ちにそれを窒息させて動物を死なせることになる。一方で、身体の容積全体にわたる動脈における熱は、心臓それ自体(それが咽喉と交わっている箇所において)を通じて、また皮膚全体を通じて周囲の環境へと呼吸しており、拡張においては煽られ、収縮においては煤のような老廃物を排出し、これら両方によってそれ自体の自然本来の適度が維持されるのである。そして実際、動脈が先ほど少し前に述べたように血液の過剰によって、あるいはそれらの開口部に何らかの閉塞が生じることによって、全く呼吸できなくなるほどに閉塞された場合には、熱が消えることは不可避であり、このように罹患した身体は壊死せざるを得ない。しかしながら、閉塞が適度なものである場合には、生まれつきの熱に関して、もはやこのような病態が必然的に生じるわけではない。むしろ、もし動物の身体に生じる老廃物が、いわば煤のようであり煙のようであるならば、そのときには生まれつきの熱の別の病態が生じるだろう。他方、もしそれが単に心地よくて良好な蒸気を放つものであるならば、また別の病態が生じるだろう。そして、これらの各々は二重であり、次のように異なっている。なぜなら、身体において血液が厳密に良好であり、いかなる悪質な老廃物によっても濁らされていないとき、それが温められることによって良好な蒸気が立ち上り、それ自身とともにいかなる火のような性質も刺激的な性質も帯びないからである。実際、そのような身体が適度に閉塞された場合、速やかに多血症的になるか、あるいは自然本来の状態よりも熱くなるだろう。すなわち、労苦のない生活を送る人々においては多血症的になる。なぜなら、労作によって排出されるべきであったものが、内部にとどまるからである。他方、熱心に運動する人々においてはより熱くなる。それは、運動によって生まれつきの熱が増大するものの、身体が緻密になっているために熱が発散されないからである。一方で、煤のような老廃物を内に抱えている身体が閉塞された場合には、煤煙のような蒸発物が内部に閉じ込められることによって熱が燃え上がるか、あるいは生まれつきの熱が窒息させられ消滅させられるかのどちらかになるだろう。そして、これらの各々は、老廃物の量と、閉塞の程度とに従うことになる。なぜなら、もし排出を必要とする煤のような老廃物が極めて多く、かつ閉塞が激しい場合には、生まれつきの熱が老廃物によって窒息させられて消滅してしまう危険があるからであり、他方、もし老廃物がわずかで、閉塞も軽微であるならば、熱が燃え上がるからである。それゆえ、身体の自然的および獲得された状態(発散されるものが煤のようであるか、煙のようであるか、あるいは蒸気のようであるか、ということであるが)を理解しておく必要があることは明らかである。しかし、これについては『治療メソッド』の論考において語られることにしよう。今は目の前の主題へと戻ろう。なぜなら、閉塞が述べられた通りの仕方でしばしば冷却の原因となるのと同様に、希薄化もまた、それが生まれつきの熱を必要以上に発散させ散逸させてしまうとき、身体をより冷たくするからである。そして、これらのことは動物全体においても生じるが、それだけでなく、個々の部分が閉塞されたり希薄化されたりする場合にも同様に生じるのである。なぜなら、動脈の閉塞や充満の際に身体全体が有していたのとまさに同じ状態を、その部分においてのみ罹患した動脈によってある部分が有するならば、当然、その部分も全体とほぼ同様に病むことが不可避だからである。さらにまた、外部からその部分に加わる薬物や薬効のある水、冷たい水、および周囲の環境そのものも、その部分において閉塞、あるいは過度の希薄化を引き起こすことができるだろう。また、ある種の強固な縛りは、ある時にはその部分自体に、またある時にはその上部の部分に施されることで、その部分を壊死させ冷え切らせるだろう。それは、動物の源泉との交わりを奪うことによるのであり、その交わりからその部分へと生まれつきの熱が流れ込み、動脈を動かす力が供給されていたのである。
- 3δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν
ガレノス自身の著作への言及。ἡμῖν(私たちに)は与格(行為者の与格)で、受動完了の主体の役割を果たしている。
- 3καὶ δὴ καὶ στεγνωθεισῶν τῶν ἀρτηριῶν
στεγνωθεισῶν τῶν ἀρτηριῶν は属格独立構文(absolute genitive)で、条件(「もし動脈が閉塞されるなら」)を表す。主節の主語 τὸ θερμόν および τὸ διατεθὲν οὕτω σῶμα とは異なるため独立している。
- 3ἀταλαιπώρως μὲν διαιτωμένοις
διαιτωμένοις は現在分詞中受動相・男性複数与格で、先行する文の γένοιτ’ ἂν(潜在を表す optative + ἄν)に係る関係的与格(または関与の与格)。「生活を送る人々にとっては…」という意味。
- 3καὶ τὰς ἐπικτήτους διαθέσεις
ἐπίστασθαι(不定詞)の対格主語としてではなく、ἐπίστασθαι の直接目的語(対格)である。τάς ... διαθέσεις(状態、気質)は自然なもの(φυσικάς)と獲得されたもの(ἐπικτήτους)の双方を指す。
- 3τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας
στερήσαντες(奪格的属格を支配する分詞「奪うことによって」)の目的語。ἀρχή はここでは生物の「中枢」や「源泉」(ガレノス医学における心臓や脳などの源)を意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-07-22)
- 2026-07-22 OCRの誤りの修正 — 原文 1 件
