Humanitext Reader

盖伦 · 论疾病的原因 §3#1

寒冷疾病的原因与先天热的窒息机制

第 4 段,共 12 段 · 希腊语

内容简介

作者通过火的熄灭的类比,讨论了寒冷疾病的原因(寒冷环境、饮食的不当数量与质量、闭塞与希薄、不活动与过度运动),并引用希波克拉底解释了动脉阻塞如何窒息先天热量并引起瘫痪。

§3#1Τοῦ μὲν δὴ θερμοῦ νοσήματος ἐν τῷ καθόλου τὰς αἰτίας εἴπομεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη μεταβῶμεν.
我们已经概括地讨论了温热疾病的原因,现在让我们转向寒冷疾病。
εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθμὸν αἰτίαι, οἷον ὁμιλίαι τῶν ψυχόντων, καὶ τῶν ἐσθιομένων καὶ πινομένων τό  τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ μάνωσις, κᾀπὶ τούτοις ἀργία τε καὶ κίνησις ἄμετρος.
这种疾病的原因在数量上也更多,例如与寒冷事物的接触,以及所食所饮之物的数量和质量,还有闭塞与希薄,此外还有不活动与过度的运动。
αὗται γὰρ οὖν δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις.
事实上,这些原因甚至能将火本身熄灭。
ἄνθρακι μὲν γὰρ σμικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆμα.
因为如果在一小块炭火上放上许多雪或冰,或者浇上冷水,你就会立刻将它熄灭。
κᾂν εἰ τὸ περιέχον εἴη ἄκρως ψυχρὸν, οἷον μάλιστα περὶ τὸν Ἴστρον χειμῶνος, οὐ μόνον λύχνον ὑπαίθριον ὄψει σβεννύμενον εὐθὺς, ἀλλὰ καὶ πᾶν ἄλλο ὀλίγον πῦρ.
即使周围环境极度寒冷,例如冬天在伊斯特河畔,你不仅会看到室外的灯立刻熄灭,而且其他所有微小的火也同样会熄灭。
οὕτω μὲν ὑπὸ τῆς τῶν ἄγαν ψυχρῶν ὁμιλίας νικᾶται τὸ πῦρ· ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ μὴ προσηκούσης ποιότητος ὡδί πως βλάπτεται.
火确实就是这样被极冷之物的接触所战胜的;而由于那些天生具有滋养火的性质之物的过剩、匮乏或不适宜的质量,火会以如下方式受到损害。
ξύλα μὲν ἀθρόα καὶ πολλὰ σωρεύσας ἐπὶ σμικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσότητος ἀμέτρου, μὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα, μαραινομένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς.
如果在微小的火焰上一下子堆积许多木柴,你就会因其数量的过度无度而将其窒息;但如果完全不提供,或者提供得极少,你就会看到它因营养的匮乏或稀少而逐渐熄灭。
οὕτω δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώμεθα μειουμένην τε καὶ κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀμετρίαις τῆς οἰκείας τροφῆς.
我想,同样地,我们也观察到灯火因其自身营养的无度而减弱并面临熄灭的危险。
εἴτε γὰρ μὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως καταχέοις, πάμπολυ λυπήσεις ἑκατέρως· εἰ δὲ καὶ παρέχεις μὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι μηδ’ ὅλως καίεσθαι πεφυκυῖαν, ἢ σὺν πολλῷ καμάτῳ, καὶ ταύτην εὐθέως ἐλάττονα ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναμίξας ὕδατι καταχέεις τοῦ πυρός.
因为无论你是没有给它提供充足的油,还是将油一下子倾倒下去,这两种方式都会极大地损害它;即使你给它提供了充足的燃料,但若这燃料要么根本不具有燃烧的性质,要么只能极其费力地燃烧,你也会立刻使这火焰变小,这正如将油混入水中浇在火上一样。
καὶ μὲν δὴ καὶ στεγνώσας τὸ περιέχον τὴν φλόγα καὶ μανώσας ἀμέτρως, ὄψει καὶ οὕτως ἐλάττονά τε γιγνομένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι.
而且,如果你使火焰周围的环境闭塞或过度稀薄,你也会看到火焰因此而迅速变小并面临熄灭的危险。
στεγνοῦται μὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης, ἤ τι τοιοῦτον ἕτερον· οὕτω δὲ καὶ τῶν καμίνων εἰ τὰς ὀπὰς ἐμφράξαις.
所谓闭塞,是指如果你在它周围罩上医疗用的吸角、或灭火罩、或类似的其他东西;如果将炉窑的孔眼堵塞也是如此。
εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ χωρίῳ καταθείης, ἢ μείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ καὶ τότε τὴν ἐλάττω μαραινομένην ἐκ τοῦ μανοῦσθαί τε καὶ διαφορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς ἰσχυροτέρας ὑπαρχούσης.
但如果你把它放在夏日强烈的阳光下和向阳的地方,或者在它旁边放一束更大的火焰,你那时也会看到较小的火焰因为被外部更强的火焰强烈地希薄化和消散而逐渐熄灭。
ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ ἐστὶ κινῶν, αὐξήσεις μὲν, εἰ μεμετρημένως αὐτὸ ποιήσεις, ἀμέτρως δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδηλον.
此外,煽风(也就是使之运动)如果适度进行会使火变大,但如果过度煽风就会使火瓦解并消散,这一点也是显而易见的。
οὕτω γοῦν καὶ οἱ ἄνεμοι κατὰ τὸ μέγεθος ἀεὶ τῆς φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι μέλλοιεν ὀνήσειν αὐτήν· οἱ δὲ μείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν.
因此,风如果想要对火焰有所助益,就必须始终与火焰的大小相适应;而那些大于火焰的风则会使其消散,而不是煽风。
κᾀν τῷδε δῆλον ὡς δεῖται μὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς αὔξησιν, οὐ μὴν ἀμέτρου γε ταύτης.
由此可见,火焰为了增大虽然需要外加的运动,但绝不需要无度的运动。
ἀῤῥωστεῖ μὲν γὰρ οὐδ’ ὅλως ῥιπιζομένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς ἔξωθεν κινήσεως ἐπιπιπτούσης.
因为火在完全不被煽动时会变弱,而在外部运动侵袭时则会消散并流失。
κατὰ μὲν δὴ τὸ πρῶτον εἶδος τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ, τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύναμιν ἔσται τι νόσημα ψυχρόν.
因此,根据原因的第一种类型,由外部侵袭的所有寒冷之物(有的仅通过接触,有的通过其效力),都会产生某种寒冷疾病。
οὕτως ἐν ὕδατι ψυχρῷ νηξάμενός τις ἐβλάβη, καὶ κακῶς λουσάμενος, καὶ διὰ κρύους ὁδοιπορήσας.
例如,有人因在冷水中游泳而受害,因不当沐浴而受害,或因在寒冷中赶路而受害。
ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε παραγενέσθαι.
我甚至知道有些人还没到家就去世了。
κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος, ἢ κίνησιν ἢ αἴσθησιν βεβλαμμένος, ἤ πως ἄλλως κατεψυγμένος ἐξ οἰνοφλυγίας τις ἐγένετο.
而根据第二种类型,有人因过度饮酒而导致中风、癫痫,或运动与感觉受损,或以其他方式身体变冷。
καί τοί γε αὔξει τὴν ἔμφυτον θερμασίαν ὁ σύμμετρος οἶνος, ὡς ἂν οἰκειοτάτη τροφή.
尽管适度的葡萄酒作为最适合的营养,能够增加先天的热量。
καὶ μὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιμωτάτων τῷ ζώῳ σιτίων ἄμετρος προσφορὰ νοσημάτων ψυχρῶν αἰτία γίγνεται.
而且,即使是对动物最优质、最有营养的食物,如果无度地摄入,也会成为寒冷疾病的原因。
ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιομένων ἢ πινομένων, καὶ ταῦτα ψυχρῶν νοσημάτων αἴτια.
至于在所食所饮之物中天生较寒冷的所有东西,它们也是寒冷疾病的原因。
τῶν τοιούτων δέ ἐστι καὶ μήκων καὶ μανδραγόρα καὶ ὑοσκύαμος καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως.
这类事物包括罂粟、曼陀罗、天仙子和毒参,它们正是因其强烈的寒冷效力而致人死亡。
ἡ δέ γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσημάτων ψυχρῶν αἴτιον ἐτιθέμεθα, κάρους τε καὶ κώματα καὶ ἀποπληξίας ἐργάζεται· καὶ τοῦτο ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες τὸ σῶμα λυπέουσιν, ὀνομάζει μὲν γὰρ ὁμοίως τοῖς ἄλλοις παλαιοῖς τὰ δύο γένη τῶν ἐναίμων ἀγγείων φλέβας, οὐχ ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον μόνον τὸ μὴ σφύζον.
而极度的闭塞——因为我们确实将此列为寒冷疾病的第三种原因——会产生昏迷、嗜睡和中风;这就是希波克拉底所说的:“对于突然失语,脉管的阻断会损害身体”,因为他和其他古代人一样,将两种含有血液的血管都称为“静脈(脉管)”,而不像较现代的人那样仅将另一种不搏动的血管称为静脉。
ἐπειδὰν δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω πληρωθῶσιν αἵματος, ὡς μηδεμίαν ἔτι κενὴν ἀπολείπεσθαι χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται μὲν ἐν τῷδε καὶ ἔμφυτον θερμὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ οὕτω παθόντες ὅλῳ τῷ σώματι γίγνονται.
当动物体内的动脉被阻断时,也就是说,它们被血液充满,以至于其中不再留有任何空隙,使它们在扩张时能够吸入外部空气,先天的热量就会因此被窒息,如此受害的人们很快就会全身失去运动能力和感觉。

词汇与语法注释

  1. §3#1Τοῦ μὲν δὴ θερμοῦ νοσήματος — 属格 νοσήματος 是修饰后文名词 τὰς αἰτίας(原因)的所有属格(或关联属格)。与此相对,后半句 ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη μεταβῶμεν 中的 τὸ ψυχρὸν(寒冷/寒冷疾病)作为介词 ἐπί 的宾语,使用了宾格。
  2. §3#1τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύναμιν — 这些属格与前文的属格短语 τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ(外部侵袭的寒冷之物)呈部分同格关系,说明了寒冷起作用的两种方式:“一种仅通过接触,另一种通过其效力(潜在能力)”。
  3. §3#1τῷ ἐξαίφνης ἄφωνον γενέσθαι — 带冠词的与格不定式短语(关节不定式),表示原因或伴随情况(“因/在突然失语时”)。这是对希波克拉底著作(如《格言》等)中出现的表述的引用。
  4. §3#1ἀπολήψιες — 爱奥尼亚方言的主格复数形式(在雅典方言中为 ἀπολήψεις)。作者直接引用了希波克拉底原文中的方言拼写。动词 λυπέουσιν(雅典方言中为 λυποῦσιν)同样保留了未缩约的爱奥尼亚方言形式。
  5. §3#1πληρωθῶσιν — 过去被动统摄接续式(虚拟语气),受前文引入的时间/条件连词 ἐπειδὰν(ἐπειδή + ἄν)支配。尽管中间插入了起解释作用的插入语 τοῦτ’ ἔστιν(即,也就是说),但在句法上依然处于 ἐπειδὰν 的支配之下。

引用这一段

盖伦, 论疾病的原因 §3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。