§3#1Τοῦ μὲν δὴ θερμοῦ νοσήματος ἐν τῷ καθόλου τὰς αἰτίας εἴπομεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη μεταβῶμεν.
熱い疾患の原因については総論的に述べたので、今や冷たい疾患へと移行しよう。
εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθμὸν αἰτίαι, οἷον ὁμιλίαι τῶν ψυχόντων, καὶ τῶν ἐσθιομένων καὶ πινομένων τό τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ μάνωσις, κᾀπὶ τούτοις ἀργία τε καὶ κίνησις ἄμετρος.
この疾患の原因も数多く存在し、例えば、冷やすものとの接触、食べられ飲まれるものの量と質、閉塞と希薄化、そしてこれらに加えて不活動と過度の運動である。
αὗται γὰρ οὖν δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις.
実際、これらの原因は火そのものをも消してしまう。
ἄνθρακι μὲν γὰρ σμικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆμα.
なぜなら、小さな炭火の上に大量の雪や氷を置いたり、あるいは冷たい水を注ぎかけたりするなら、直ちに消してしまうからである。
κᾂν εἰ τὸ περιέχον εἴη ἄκρως ψυχρὸν, οἷον μάλιστα περὶ τὸν Ἴστρον χειμῶνος, οὐ μόνον λύχνον ὑπαίθριον ὄψει σβεννύμενον εὐθὺς, ἀλλὰ καὶ πᾶν ἄλλο ὀλίγον πῦρ.
また、もし周囲の環境が極めて冷たければ(例えば冬のイストロス川の辺りのように)、野外のランプが直ちに消えるのを見るだけでなく、他のすべてのわずかな火も消えるのを見るだろう。
οὕτω μὲν ὑπὸ τῆς τῶν ἄγαν ψυχρῶν ὁμιλίας νικᾶται τὸ πῦρ·
このようにして、火はあまりに冷たいものとの接触によって圧倒される。
ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ μὴ προσηκούσης ποιότητος ὡδί πως βλάπτεται.
一方で、火を養う性質を持つものの過剰、あるいは欠乏、あるいは不適切な質によって、火は次のように損なわれる。
ξύλα μὲν ἀθρόα καὶ πολλὰ σωρεύσας ἐπὶ σμικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσότητος ἀμέτρου, μὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα, μαραινομένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς.
小さな炎の上に薪を一度にたくさん積み重ねるなら、過度の量の過剰によってそれを窒息させてしまうだろう。 一方で、全く供給しないか、あるいは極めてわずかしか供給しないなら、燃料の欠乏あるいは少なさのために、それが衰えていくのを見るだろう。
οὕτω δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώμεθα μειουμένην τε καὶ κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀμετρίαις τῆς οἰκείας τροφῆς.
これと同じように、私たちはランプの炎が、それ自体の栄養の不摂生によって、減少して消滅の危機に瀕するのを目にするのである。
εἴτε γὰρ μὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως καταχέοις, πάμπολυ λυπήσεις ἑκατέρως·
なぜなら、油を十分に与えなくても、あるいは一度に注ぎかけても、どちらの方法でも大いに損なうからである。
εἰ δὲ καὶ παρέχεις μὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι μηδ’ ὅλως καίεσθαι πεφυκυῖαν, ἢ σὺν πολλῷ καμάτῳ, καὶ ταύτην εὐθέως ἐλάττονα ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναμίξας ὕδατι καταχέεις τοῦ πυρός.
また、たとえ燃料をふんだんに与えるとしても、それが全く燃える性質を持たないか、あるいは多くの困難を伴ってしか燃えないものであるならば、やはり直ちにその炎を小さくしてしまうだろう。 それはちょうど、油に水を混ぜて火に注ぎかけるようなものである。
καὶ μὲν δὴ καὶ στεγνώσας τὸ περιέχον τὴν φλόγα καὶ μανώσας ἀμέτρως, ὄψει καὶ οὕτως ἐλάττονά τε γιγνομένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι.
さらに、炎を取り巻く環境を閉塞させたり、あるいは過度に希薄にさせたりすることによっても、やはり炎が速やかに小さくなり、消滅の危機に瀕するのを見るだろう。
στεγνοῦται μὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης, ἤ τι τοιοῦτον ἕτερον·
閉塞するというのは、もし医療用の吸角や消火用の器、あるいはその他これに類するものを被せたりする場合である。
οὕτω δὲ καὶ τῶν καμίνων εἰ τὰς ὀπὰς ἐμφράξαις.
あるいは、窯の空気穴を塞ぐ場合も同様である。
εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ χωρίῳ καταθείης, ἢ μείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ καὶ τότε τὴν ἐλάττω μαραινομένην ἐκ τοῦ μανοῦσθαί τε καὶ διαφορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς ἰσχυροτέρας ὑπαρχούσης.
一方で、もし強い夏の太陽の下の、日当たりの良い場所に置くか、あるいは隣に別のより大きな炎を置くならば、そのときには小さい方の炎が、外部にあるより強い炎によって激しく希薄化され散逸させられることで衰えていくのを見るだろう。
ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ ἐστὶ κινῶν, αὐξήσεις μὲν, εἰ μεμετρημένως αὐτὸ ποιήσεις, ἀμέτρως δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδηλον.
また、それを煽ること(これは動かすことであるが)、もし適度に行うならば大きくするが、過度に煽るなら分解し散逸させてしまうということも、明らかである。
οὕτω γοῦν καὶ οἱ ἄνεμοι κατὰ τὸ μέγεθος ἀεὶ τῆς φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι μέλλοιεν ὀνήσειν αὐτήν·
それゆえ、風もまた、もし炎を助けようとするならば、常にその炎の大きさに対応して存在しなければならない。
οἱ δὲ μείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν.
一方で、炎の大きさよりも強い風は、それを煽るのではなく散逸させてしまうのである。
κᾀν τῷδε δῆλον ὡς δεῖται μὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς αὔξησιν, οὐ μὴν ἀμέτρου γε ταύτης.
このことからも、炎が大きくなるためには外部から与えられる運動を必要とするが、それが過度であってはならないことは明らかである。
ἀῤῥωστεῖ μὲν γὰρ οὐδ’ ὅλως ῥιπιζομένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς ἔξωθεν κινήσεως ἐπιπιπτούσης.
なぜなら、全く煽られないときには弱り、外部から運動が襲いかかるときには散逸し消散させられるからである。
κατὰ μὲν δὴ τὸ πρῶτον εἶδος τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ, τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύναμιν ἔσται τι νόσημα ψυχρόν.
さて、原因の最初の種類に従えば、外部から襲いかかるあらゆる冷たいものによって(あるものは接触においてのみ、あるものはその潜在能力において)、冷たい疾患が生じることになる。
οὕτως ἐν ὕδατι ψυχρῷ νηξάμενός τις ἐβλάβη, καὶ κακῶς λουσάμενος, καὶ διὰ κρύους ὁδοιπορήσας.
このようにして、ある者は冷たい水で泳いで害を被り、またある者は不適切に入浴して、またある者は寒さの中を旅して害を被る。
ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε παραγενέσθαι.
中には、家に帰り着く前に亡くなった人々を私は知っている。
κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος, ἢ κίνησιν ἢ αἴσθησιν βεβλαμμένος, ἤ πως ἄλλως κατεψυγμένος ἐξ οἰνοφλυγίας τις ἐγένετο.
第二の種類に従えば、ある者は過度の飲酒によって、卒中になったり、てんかんになったり、運動や感覚を損なわれたり、あるいは他の方法で冷やされたりする。
καί τοί γε αὔξει τὴν ἔμφυτον θερμασίαν ὁ σύμμετρος οἶνος, ὡς ἂν οἰκειοτάτη τροφή.
もっとも、適度なワインは最も固有の栄養として、生まれつきの熱を増大させるのであるが。
καὶ μὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιμωτάτων τῷ ζώῳ σιτίων ἄμετρος προσφορὰ νοσημάτων ψυχρῶν αἰτία γίγνεται.
さらに、動物にとって最も良質で最も栄養のある食物であっても、それを過度に摂取することは、冷たい疾患の原因となる。
ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιομένων ἢ πινομένων, καὶ ταῦτα ψυχρῶν νοσημάτων αἴτια.
また、食べられ飲まれるもののうち、本質的に冷たいものはすべて、冷たい疾患の原因となる。
τῶν τοιούτων δέ ἐστι καὶ μήκων καὶ μανδραγόρα καὶ ὑοσκύαμος καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως.
そのようなものの中には、ケシ、マンドラゴラ、ヒヨス、ドクニンジンがあり、これらはまさにその激しい冷却作用によって命を奪うのである。
ἡ δέ γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσημάτων ψυχρῶν αἴτιον ἐτιθέμεθα, κάρους τε καὶ κώματα καὶ ἀποπληξίας ἐργάζεται·
そして、極度の閉塞(これは私たちが冷たい疾患の第三の原因としたものであるが)は、昏睡や昏睡状態、および卒中を引き起こす。
καὶ τοῦτο ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες τὸ σῶμα λυπέουσιν, ὀνομάζει μὲν γὰρ ὁμοίως τοῖς ἄλλοις παλαιοῖς τὰ δύο γένη τῶν ἐναίμων ἀγγείων φλέβας, οὐχ ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον μόνον τὸ μὴ σφύζον.
そしてこれはヒポクラテスによって言及されている「突然口がきけなくなることについては、脈管の遮断が身体を損なう」ということに相当する。 なぜなら、彼は他の古代人たちと同様に、血液を含む2種類の血管をともに「静脈(フレプス)」と呼んでおり、より新しい人々のように脈動しない一方だけをそう呼んでいるのではないからである。
ἐπειδὰν δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω πληρωθῶσιν αἵματος, ὡς μηδεμίαν ἔτι κενὴν ἀπολείπεσθαι χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται μὲν ἐν τῷδε καὶ ἔμφυτον θερμὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ οὕτω παθόντες ὅλῳ τῷ σώματι γίγνονται.
そして、動物における動脈が遮断されたとき(すなわち、動脈が血液で満たされ、拡張の際に外部の空気を引き込むことができるような空隙がもはや全く残されていないほど満たされたとき)、これによって生まれつきの熱も窒息させられ、このように罹患した者たちは速やかに身体全体が動かなくなり、感覚を失うのである。