Humanitext Reader

盖伦 · 论疾病的原因 §2#2

发热的产生条件与先行原因及发端原因的区分

第 3 段,共 12 段 · 希腊语

内容简介

作者针对特定原因为何不总是引起发热这一疑问,通过火与刀剑的类比,阐明了原因的分量、持续时间及个体的易感性差异所起的作用,并定义了“先行原因”与“发端原因”的区别。

§2#2ὅτι καὶ τὸ ποσὸν τῆς δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς ἐν τῷ σώματι παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύμπαν τοῦ ζώου σῶμα πάμπολυ διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ μόγις ἐξίστασθαι τοῦ κατὰ φύσιν.
这是因为,作用原因的数量也是不均等的,并且由其在身体中产生的状态在程度大小上有着极大的差异,而且动物的身体本身在容易或困难地偏离自然状态方面,个体之间也有着极大的不同。
ὡς οὖν οὐκ ἀπορεῖς δια τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ μὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ μυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ μὴ μέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶμα συγκακῶσαι δυνήσεται.
因此,正如你并不疑惑为什么并非所有的运动都会产生疲劳,反而对这一点深信不疑,即:如果运动不比关节和肌肉的自然力量更强更大,它就绝不会使它们疲劳;以同样的方式,你本也应该想到,如果这种疲劳状态没有相当的程度和持续时间,它也绝不能使整个身体与它一起变坏。
ἢ κίνησις μὲν ὀλίγη· κόπον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, μικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν;
难道说,微小的运动不能产生疲劳,而微小的疲劳却一定会引发发热吗?
ἢ κίνησις μὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει, κόπος δ’ οὐχ ἕξει;
或者说,运动在与某物的关系中具有作用,而疲劳则没有吗?
καὶ μὲν ὅτι γε τὰ μὲν τῶν ἀθλητῶν σώματα πολυχρονίων τε ἅμα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡμῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιμεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν.
事实上,运动员的身体可以承受长时间且极其剧烈的运动而不感到疲劳,而我们这些普通人的身体,如果比平时稍微多劳作一点,就会立刻感到痛苦,这一点现在连最愚笨的人都十分清楚了。
οὔκουν θαυμαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν.
因此,如果有人疲劳了却完全没有发热,这并没有什么值得奇怪的。
ἢ γὰρ μικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώματος ἰσχύος ἥττων ἐγένετο, ἢ τὸ μὲν γυμνάσιον, εἰ βραχυχρόνιον εἴη καὶ μὴ σφοδρὸν καὶ τῆς τοῦ γυμναζομένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώματος ἰσχύος ἀσθενέστερος.
因为,要么是疲劳很轻微,要么是持续时间短,要么是小于身体的力量;难道说,体育锻炼如果持续时间短且不剧烈,并且弱于锻炼者的自然力量,就绝不会产生疲劳,而疲劳却会引发发热,即使它很轻微、持续时间短,并且弱于受苦身体的力量?
ἀλλὰ τοῦτό γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνει χωρὶς χρόνου καὶ ῥώμης· ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ μεγίστης φλογὸς τὰς χεῖρας διαφέρομεν ἀλύπως·
然而,即使在一切事物中最具作用力的火身上,也可以看到这一点:火在没有时间和强度的情况下,并不能使受凉的人变热;因为我们有时从寒冷中走来,将手穿过极大的火焰而没有感到痛苦;而且,火也并不是轻易就能点燃所有的燃料。
οὔτε μὴν πᾶσαν ὕλην ἑτοίμως ἐξάπτει. κάλαμοι μὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς ὁμιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται μακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ.
干燥的芦苇在第一次接触时就立刻燃烧起来,而湿的和绿色的木头则需要很长时间和强烈的火焰才能被点燃。
πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυμάζων ἐπὶ τοῦ κόπου θαυμάζεις, εἰ καὶ μεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώματος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι;
那么,在对待火的时候,你对这些情况并不感到奇怪,为什么在对待疲劳的时候,如果它为了燃烧也需要程度、时间和适宜发热的身体状态,你却感到奇怪呢?
ἄμεινον δ’ ἦν σε μὴ τοῦτο θαυμάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶμα ῥᾳδίως ἐκθερμαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς.
你本不该对此感到奇怪,而是应该去考察动物的哪种身体天生容易变热,哪种身体天生难以变热。
ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἀκούσῃ.
不过,关于这一点你随后就会听到。
ἐν δέ γε τῷ παρόντι μηδὲν εἶναί σοι φαινέσθω θαυμαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ μεγέθους τὸ μέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος ἐπιτηδείου παθεῖν.
但在目前,如果凡是要产生某种作用的事物既需要时间也需要程度,并且此外还需要邻近的物体适宜承受这种作用,请不要让你觉得有什么奇怪的。
οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς τούτων καίειν, οὐδὲ τὸ ξίφος τέμνειν, οὐδ’ ἄλλο τι τῶν δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου.
因为,火在没有这些条件的情况下也无法燃烧,剑也无法割开东西,其他任何最具作用力的事物,天生既不能对强于自身的事物起作用,也不能在没有相当长时间的情况下起作用。
τῆς μὲν οὖν λυχνιαίας φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον κατα χέαις, μή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέμνειν οὐκ ἂν οὐδὲ τοὺς λίθους ἐπιχειρίσειας, μὴ ὅτι γε ἀδάμαντα, κόπον δὲ καὶ θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις ἀνάπτειν ἀεὶ, κᾂν μικρὸν, κᾂν ὀλιγοχρόνιον, κᾂν ἀνεπιτήδειον ἔχῃ τὸ σύμπαν σῶμα πρὸς τὸ θερμαίνεσθαι, ἢ οὔ;
因此,你绝不会把油一下子倾倒在灯火上,更不用说水了;你也不会尝试用剑去割石头,更不用说金刚石了;但是,难道你会要求疲劳、温热、寒冷以及其他类似的情况总是引发发热,即使这很轻微、持续时间短,并且整个身体处于不适宜受热的状态,是这样还是不是呢?
τὸ μὲν γὰρ ἤδη θερμὸν ἑτοιμότερον ὑπερθερμανθῆναι, καθάπερ οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως ἔχον ἀνεπιτήδειον.
因为,已经温热的物体更容易被过度加热,正如寒冷的物体更容易被过度冷却,而处于相反状态的物体则是不适宜的。
οὕτω μὲν οὖν ἀναίσθητός τε καὶ ἀμαθὴς ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ μηδὲν ἀποφαινομένους ἑτοίμως τε καὶ προπετῶς ὑπὸ μηδενὸς τῶν εἰρημένων μηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας μισεῖσθαι.
因此,探究此类问题之人的困惑既是无知的,也是无理的;而那些轻率且鲁莽地宣称发热绝不会由上述任何原因引起的人,要么因其无知而值得怜悯,要么因其好斗而应当被痛恨。
λέλυται γοῦν καὶ τὰ τούτων σοφίσματα δι’ ἑτέρου γράμματος ὑπὲρ τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραμμένου.
无论如何,他们的这些诡辩也已经在另一部专门讨论发端原因的著作中得到了解决。
καὶ νῦν οὐκ ἀντιλέγειν τοῖς ἡμαρτημένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν πρόκειται.
现在并不是反驳那些犯错者的时候,我们的任务是传授真理。
πάλιν οὖν ἐπανελθόντες ἐχώμεθα τῶν προκειμένων.
因此,让我们再次返回并紧扣当前的主题。
ἦν δὲ, οἶμαι, προκείμενον ἑκάστου τῶν ἁπλῶν νοσημάτων εἰπεῖν τὰς προηγουμένας αἰτίας ἄχρι καὶ τῶν προκαταρκτικῶν.
我想,我们当前的主题是说明每种简单疾病的先行原因,直到发端原因。
οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαμένοις τὰς προσηγορίας τοῖ σαφοῦς ἕνεκα ἀκολουθῆσαι.
为了清楚起见,遵循这样区分名称的人并没有什么坏处。
τὰς μὲν δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις παρὰ φύσιν, αἰτίας ὀνομάζουσι προηγουμένας νοσημάτων, τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ μεταβάλλοντα μεγάλως τὸ σῶμα προκατάρχοντά τε καὶ προκαταρκτικὰ καλοῦσιν αἴτια.
他们将动物自身的、或者是违背自然规律的运动或状态称为疾病的先行原因,而将那些从外部侵袭、极大改变和转化身体的原因称为发端原因和先驱原因。

词汇与语法注释

  1. §2#2ὅτι — 引导对上一章末尾提出的问题(为什么并非在所有情况下都会引发发热)的直接回答。此处的连词 ὅ提起到解释原因的作用(“这是因为……”)。
  2. §2#2καὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν — 非人称动词 ἐχρῆν(χρή 的未完成过去时)后接带对格的不定式结构(σε 为主语,ἐννοεῖν 为不定式)。表示过去应当履行但实际上未履行的义务或合理的推论(带有反事实色彩)。
  3. §2#2ἐν τῷ πρός τι — 介词短语 πρός τι(针对某物、相对地)加上冠词 τῷ 实现名词化,并受介词 ἐν 的支配。这是将亚里士多德哲学中的术语“关系”(作为范畴之一的“相对者”)应用于医学语境。
  4. §2#2ἄμεινον δ’ ἦν — 未使用虚拟语气、祈愿语气或小词 ἄν,直接使用直陈式过去时(ἦν),以此表达一种反事实或带有责备意味的语气,意为“……本是更好的(但实际上没有这么做)”。
  5. §2#2προηγουμένας αἰτίαι — 原文中的 `αἰτίαι` 被认为是介词 `ἄχρι` 后接的对格短语 `προηγουμένας αἰτίας`(先行原因)的抄写错误或排印错误。结合上下文以及后句 `αἰτίας ὀνομάζουσι προηγουμένας` 来看,此处应作对格理解并予以翻译。

引用这一段

盖伦, 论疾病的原因 §2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。