§2#1Τίνες οὖν ἑκάστου τῶν εἰρημένων νοσημάτων αἰτίαι τῆς γενέσεως, ἤδη σκοπώμεθα, ἀρχὴν ἀπὸ τοῦ κατὰ θερμασίαν ἄμετρον δυσκράτου νοσήματος ποιησάμενοι.
那么,让我们现在开始考察上述每种疾病产生的原委,首先从因过度发热而导致的失调混合疾病开始。
φαίνεται δὴ κᾀπὶ τῶν ἄλλων ἁπάντων σωμάτων, ὁπόσα θερμότερα γίγνεται σφῶν αὐτῶν, ἢ ἐκ κινήσεώς τινος αὐξανομένου τοῦ θερμοῦ, ἢ ἐκ σηπεδόνος, ἢ ἐξ ὁμιλίας ἑτέρου θερμοτέρου σώματος, ἢ ἐκ στεγνώσεως, ἢ ἐξ ἐπιτηδείου τροφῆς.
事实上,在所有其他物体中也显而易见,凡是变得比自身原先更热的,要么是因为某种运动使热量增加,要么是因为腐烂,要么是因为与另一个更热的物体接触,要么是因为闭塞,要么是因为适宜的营养。
ἐκ μὲν κινήσεως ἐπί τε τῶν γυμναζομένων ὁπωσοῦν καὶ τῶν παρατριβομένων ἀλλήλοις λίθων, ἢ ξύλων, καὶ τῆς ῥιπιζομένης φλογός.
由于运动而发热,可见于以任何方式进行体育锻炼的人、互相摩擦的石头或木头,以及被扇动的火焰。
ἐκ σήψεως δὲ τῶν τε ἄλλων ἁπάντων καὶ μάλιστα σπερμάτων, ἢ κόπρου· ἐγὼ γοῦν οἶδα καὶ ἀναφθέντα ποτὲ περιστερῶν ἀποπατήματα διασαπέντα.
由于腐烂而发热,可见于所有其他事物,尤其是种子或粪尿;我至少知道,鸽子的粪便在彻底腐烂时甚至曾发生过自燃。
καὶ μὲν δὴ καὶ ὡς ἐκ τῆς τῶν θερμοτέρων ὁμιλίας θερμαίνεται τὰ πλησιάζοντα, πρόδηλον παντὶ βαλανείων ἀναμνησθέντι καὶ ἡλίου θερινοῦ καὶ φλογὸς ἁπάσης.
此外,由于与更热的物体接触而使邻近的物体变热,这对于任何回想起浴池、夏日阳光以及所有火焰的人来说都是显而易见的。
οὕτω δὲ καὶ εἰ πῦρ ἀνάψαις χειμῶνος ἐν οἴκῳ μεγάλῳ, στεγνώσας μὲν αὐτοῦ τὰς διαπνοὰς, ἀθροίσαις ἂν ἔνδον τὸ θερμὸν, ἐάσας δὲ ἀνεῷχθαι πανταχόθεν, οὐδὲν ἕξεις πλέον.
同样地,如果冬天你在一个大房子里生火,如果你堵住了它的通风口,你就会在内部蓄积热量;但如果你任其四面敞开,你将得不到任何益处。
ἀτὰρ οὖν καὶ τὰ βαλανεῖα καὶ αἱ κάμινοι τὸν αὐτὸν τοῦτον τρόπον ἀθροίζουσι τὸ θερμὸν ἑαυτῶν ἔνδον.
因此,浴池和炉灶也正是以这种相同的方式在内部蓄积热量。
ᾧ δῆλον ὡς καὶ στέγνωσις ποτὲ θερμασίας πλείονος αἰτία.
由此显而易见,闭塞有时也是产生更多热量的原因。
δῆλον δὲ καὶ τὸ ἀπὸ τῆς ὕλης, ὡς κάλαμοι μὲν οἱ ξηροὶ ῥᾳδίως ἐξαίρουσιν ἐπὶ μέγιστον τὴν φλόγα, ξύλα δέ γε χλωρὰ, καὶ μάλιστα ἢν πλείω σωρεύσῃς ἐπ’ αὐτὴν, ἄχρι μὲν πολλοῦ βαρύνει τε καὶ οἷον καταπνίγει τὴν φλόγα, τελευτῶντα δὲ αὐξάνει.
同样显而易见的是,来源于燃料的情况,干燥的芦苇极易将火焰升至最高,而绿色的湿木,特别是如果你在火焰上堆积了较多湿木,则会在很长一段时间内压抑并仿佛窒息火焰,但最终还是会使它增强。
πῶς οὖν ἐν τῷ τοῦ ζώου σώματι τούτων ἕκαστον ἀποτελεῖται;
那么,在动物身体中,这些情况又是如何发生的呢?
γυμνασθεὶς μέν τις ἀμετρότερον ἐκοπώθη.
一方面,运动过度的人会感到疲劳。
τοῦτο δ’ ἐστὶ θερμασίαν ἔχειν ἄμετρον ἐν τοῖς ἄρθροις τε καὶ τοῖς μυσὶ πλείονα τοῦ κατὰ φύσιν.
这相当于在关节和肌肉中产生了超出自然常态的、不均衡的过剩热量。
ταῦτα γὰρ ἦν καὶ τὰ πρώτως κινούμενα.
因为这些是首先被活动的部位。
καὶ εἰ μὲν ἐνταῦθα καταμείνειεν ἡ θέρμη καὶ φθάσειεν λυθῆναι, πρὶν ἐπινείμασθαι σύμπαν τοῦ ζώου τὸ σῶμα, κόπος ἂν οὕτω γε μόνον εἴη τὸ γεγονός· εἰ δὲ εἰς ἅπαν ἐκταθείη τὸ σῶμα, πυρετὸς ὀνομάζεται τὸ νόσημα, τοῦ παντὸς ζώου θερμότης τις ἄμετρος οὖσα.
如果热量留在该处并在蔓延到动物整个身体之前得以消除,那么发生的情况就仅仅是疲劳;但如果它扩展到全身,这种疾病就被称为发热,也就是整个动物个体的一种不均衡的发热。
οὕτω δὲ καὶ ὁ θυμὸς, ζέσις τις ὢν τοῦ περὶ τὴν καρδίαν θερμοῦ, διὰ κίνησιν ἄμετρον ὅλον ἐπινειμάμενος ἐνίοτε τὸ σῶμα πυρετὸν ἀνῆψε.
同样,愤怒作为心脏周围热量的沸腾,有时由于过度的运动而扩散到全身,从而引发了发热。
καὶ μὲν δὴ καὶ ὅσα σήπεται κατὰ τοῦ ζώου σῶμα, τινὰ μὲν ἐν αὐτοῖς τοῖς μέρεσιν, ἐν οἷς σήπεται, θερμασίαν ἄμετρον ἐργάζεται, καθάπερ ἐρυσιπέλατά τε καὶ ἕρπητες καὶ ἄνθρακες καὶ φλεγμοναὶ καὶ φύγεθλα, τὰ δ’ ὅλον τὸ σῶμα συνεκθερμήναντα πυρετὸν ἤγειρε.
此外,动物身体中发生腐烂的所有部位,有些在发生腐烂的那些局部部位产生不均衡的热量,如丹毒、疱疹、痈、炎症和腺肿,而另一些则使全身一起发热,从而引起发热。
καὶ γὰρ οὖν καὶ τὸ τρίτον αἴτιον ἀμέτρου θερμότητος ἔκ τε τούτων ἤδη πρόδηλον, ὅπως ἐπιγίγνεται τοῖς ζώοις, κᾀκ τῶν καλουμένων ἐγκαύσεων.
因此,关于不均衡热量的第三种原因是如何在动物身上发生的,从这些情况以及所谓的热灼伤中已经非常明显了。
ἐπί τε γὰρ τοῖς βουβῶσι καὶ ταῖς φλεγμοναῖς καὶ τοῖς ἐρυσιπέλασι καὶ πᾶσι τοῖς οὕτω θερμοῖς νοσήμασιν ἀεὶ τὸ ψαῦόν τε καὶ συνεχὲς μόριον αὐτὸ μὲν πρῶτον ἀπολαύει τῆς θερμασίας, ἔπειτα δὲ καὶ τῷ πλησιάζοντι μεταδίδωσι, κᾀκεῖνο αὖθις τῷ μεθ’ ἑαυτὸ, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας ἀφικομένης τῆς δυσκρασίας ὅλον ἐν τάχει τὸ σῶμα μεταλαμβάνει τοῦ τῆς ἀρχῆς παθήματος.
因为在鼠径部腺肿、炎症、丹毒和所有此类发热疾病中,接触且连续的部位总是自身首先承受热量,然后传递给邻近的部位,邻近的部位再依次传递给其后的部位,如此一来,当这种失调的混合到达生来之热的源泉时,整个身体便迅速承受了源泉的受苦。
αἱ δ’ ἐν τοῖς ἡλιουμένοις χωρίοις διατριβαὶ πολυχρόνιοι τῶν μὲν γυμνῶν ὅλον ἐκθερμαίνουσιν ἀμέτρως ἐνίοτε τὸ δέρμα, τῶν δ’ ἠμφιεσμένων μόνην τὴν κεφαλήν.
在阳光充足的地方长时间停留,有时会使赤裸者的全身皮肤过度受热,而对穿着衣服的人则仅使其头部受热。
καὶ τοῦτ’ ἔστιν ἡ ἔγκαυσις.
这就是热灼伤。
εἰ δ’ ἅπαν ἐπινεμηθείη τὸ σῶμα, πυρετὸς ἂν οὕτω γένοιτο.
如果它扩散到全身,就会产生发热。
τὸ δὲ τέταρτον γίνος τῆς αἰτίας τῆς ἀναπτούσης ἀμέτρως τὴν ἔμφυτον θερμασίαν ἐπί τε ταῖς ψύξεσι καὶ στύψεσιν ὁρᾶται γιγνόμενον.
而使生来之热过度燃烧的第四类原因,被观察到发生在受凉和收敛的情况下。
ῥιγώσας γὰρ τις ἀμέτρως καὶ νηξάμενος ἐν ὕδατι στυπτηριώδει, ἤ τινος τοιαύτης ἑτέρας μετέχοντι δυνάμεως, ἐστέγνωσέ τε καὶ ἐπύκνωσε τὸ δέρμα καὶ τὰς διαπνοὰς ἔνδον καθεῖρξεν.
因为某人过度受凉,或在含有明矾水或具有其他类似效能的水中游泳,就会使皮肤闭合和紧密,从而把体内的排气禁锢在内部。
αἱ δ’ εἰ τύχοιεν οὖσαι καπνώδεις ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν.
如果这些排气恰好是烟雾状的,一旦蓄积起来,就会引起发热。
τὸ δὲ δὴ πέμπτον εἶδος τῆς ἀναπτομένης ἀμέτρως θερμότητος ἐδεσμάτων εἰσὶ ποιότητες δριμεῖαι καὶ θερμαὶ, σκορόδων τε καὶ πράσων καὶ κρομμύων καὶ ὅσα ἄλλα τοιαῦτα.
至于使热量过度燃烧的第五种类型,则是食物的辛辣和炎热属性,如大蒜、韭葱、洋葱及所有其他此类食物。
καὶ γὰρ οὖν καὶ ἡ τούτων χρῆσις ἀμετροτέρα γιγνομένη πυρετὸν ἤγειρεν ἐνίοτε.
事实上,这些食物的过度食用有时也会引起发热。
καὶ μὲν δὴ καὶ πομάτων θερμῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριμέος προσενεχθέντος πλείονος ἀσθενεῖ σώματι καὶ φαρμάκων δριμέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄνθρωποι, τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων αἰτίων ἀνάπτεται πυρετός;
此外,饮用较多的温热饮料,如对虚弱的身体施用较多陈年辛辣的葡萄酒,或使用辛辣的药物(无论是预防药还是毒药),都会使人们发热。 那么,他们会问,为什么在上述每种原因的作用下,并非在所有情况下都会引发发热呢?