§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΝΟΣΗΜΑΣΙΝ ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ.
Πόσα μέν ἐστι καὶ τίνα τὰ σύμπαντα νοσήματα κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε καὶ σύνθετα, δι’ ἑτέρου δεδήλωται γράμματος.
## 盖伦《论疾病的原因》对于按种和属对疾病进行划分的人来说,所有的疾病——无论是简单的还是复合的——有多少种,又是怎样的,已在另一部著作中说明。
ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἑκάστου διελθεῖν, ἀπὸ τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν ὀνομαζομένων τοῦ ζώου μορίων ἀρξαμένους, εἶτ’ αὖθις ἐπὶ τὰ σύνθετά τε καὶ ὀργανικὰ μεταβάντας.
接下来的步骤应当是阐明它们各自的原因,从动物的所谓简单且同质的部分开始,然后再过渡到复合且器官性的部分。
ἐπεὶ τοίνυν ἐδείχθη, κατὰ μὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας, ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος ἤτοι δυσκρασία τις ὑπάρχουσα, ἢ τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις, κατὰ δὲ τοὺς μήθ’ ἡνῶσθαι καὶ κενόν τι παραπεπλέχθαι πάσῃ σώματος συγκρίσει νομίζοντας, ἀμετρία τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως, ἀρξώμεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν νοσημάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπείσμεθα ὑπάρχειν.
因此,既然已经阐明:根据那些认为底层实体通过产生和消灭而统一并发生质变的人,任何在感觉上同质且简单的身体疾病,要么是某种失调的混合,要么是其连续部分的剖开;而根据那些认为不存在统一,且在一切身体结合物中都交织着某种虚空的人,则是孔道的不均衡,或者是可感统一性的解体——那么,现在就让我们开始根据第一种假设来考察每种疾病的原因,而我们坚信这一假设是真实的。
ἦν δ’, οἶμαι, τέτταρα μὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα, ποτὲ μὲν τοῦ θερμοῦ μόνον τὴν αὔξησιν ἄμετρον ἢ τοῦ ψυχροῦ λαβόντος, ἤ τινος τῶν τῆς ἑτέρας ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν τὸ νόσημα.
我认为,有四种简单和四种复合的,有时仅是热或冷,或是关于干和湿的另一种对立中的某一个,经历了过度的增加,有时则是它们在某种结合中一同增加,以致疾病同时是热且干、或冷且干、或热且湿、或冷且湿的。