§3Κριθὴ τοίνυν, ὡς μὲν καθόλου λαμβανομένη, ψύχει καὶ ξηραίνει, ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ φυσῶδες.
因此,就整体而言,大麦具有致冷和干燥的特性,但也具有某种清洁和致气(产生胀气)的作用。
κατὰ μέρος δὲ τὸ μὲν ἐκτὸς αὐτῆς λέπυρον, τὸ πιτυρῶδες, ξηρότερον ὑπάρχει καὶ ῥυπτικώτερον· τὸ δ’ ἐντὸς αὐτῆς, οἷον σαρκῶδες καὶ τρόφιμον, ῥύπτει μὲν καὶ αὐτὸ, ἀλλ’ ἔλαττον τοῦ πιτύρου, ἔχει δὲ καὶ φυσῶδες ἐν ἑαυτῷ.
而就部分而言,其外层的壳(即糠皮部分)更为干燥,清洁力也更强;其内里的部分(即肉质且营养的部分)虽然自身也起清洁作用,但弱于糠皮,且自身也含有致气的成分。
ὁ δ’ ἕτερος ὑμὴν ὁ λεπτὸς, ὁ ἔσωθεν τοῦ πιτύρου κείμενος, περιέχων δὲ τὴν κριθὴν, μεταξὺ τούτων ἐστὶ κατὰ τὴν δύναμιν· διὸ ῥύπτει μὲν τοῦ πιτύρου ἔλαττον, μᾶλλον δὲ τῆς κριθῆς.
而处于糠皮内部、包裹着大麦的另一层薄皮,其效能则介于两者之间;因此它的清洁力弱于糠皮,但强于大麦(的肉质部分)。
δεῖ δὲ προσυπακούειν τῷ λόγῳ τὰς ἀρίστας κριθὰς καὶ μηδὲν ἐχούσας ἀπὸ σηπεδόνος ἐπίκτητον, ἢ περιττωματικὴν ὑγρότητα, καὶ μήτ’ ἄγαν νέας, μήτε πάντῃ παλαιάς.
然而,在讨论中必须默认使用的是最优质的大麦,它们没有任何因腐烂而获得的异样性质或多余水分,既不过于新鲜,也不完全陈旧。
αἱ μὲν γὰρ νέαι πλήρεις εἰσὶν ὑγρότητος περιττωματικῆς, ἣν ἀπὸ τῆς χώρας ἔλαβον, [καὶ πλήρεις ὑγρότητος,] καὶ πνεύματος ἀνάμεστοι· αἱ δὲ παλαιαὶ τῷ χρόνῳ ἐξίτηλοι καὶ ἀσθενεῖς ἐγένοντο, ἀποβαλλόμεναι τὴν ἑαυτῶν δύναμιν· καὶ σημεῖον ἡ ῥυτίδωσις ἡ ἐν αὐταῖς γενομένη, καὶ τοῦ μεγέθους ἡ μείωσις, καὶ τὸ κοπτομένων αὐτῶν ὥσπερ κόνιν τινὰ ἀποπίπτειν λεπτήν.
因为新鲜的大麦充满了从土地中吸收的余水,[且充满了水分,]并充斥着气体;而陈旧的大麦则随着时间流逝而变得失效和无力,丧失了自身的效能;其迹象在于它们身上产生的皱缩、体积的减小,以及在被舂捣时会掉落如细粉般的碎屑。
πλήρεις οὖν εἶναι ἁρμόζει τὰς κριθὰς τὰς εἰς τὴν ποίησιν τῆς πτισάνης ἐκλεγομένας, μήτε νέας μήτε παλαιὰς πάνυ, καὶ πάσης ἀπηλλαγμένας ἐπικτήτου ποιότητος.
因此,挑选用来制作大麦粥的大麦应当是饱满的,既不新鲜也不过分陈旧,且免于一切后天获得的性质。
ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς πείρας βάσανον αὐταῖς προσακτέον.
但这还不够,还必须将经验的检验应用到它们身上。
εἰ γὰρ πρὸς τοῖς εἰρημένοις καὶ τῇ ἑψήσει εἰς ὄγκον ἐπαίρονται πλείονα, καὶ ταύτας λαμβάνειν χρὴ εἰς τὴν ἕψησιν, εἰ μέλλοι τις κατὰ λόγον αὐτὴν καὶ ὡς ἐνδέχεται ποιεῖν.
因为如果除了上述条件之外,它们在烹煮时还能膨胀到更大的体积,那么如果想要合理且尽可能好地制作大麦粥,就应当选用这种大麦进行烹煮。
τί μὲν οὖν ἐστι τὸ ἄριστον ὕδωρ, καὶ πῶς διακρίνεται, καὶ τίς ἡ καλλίστη κριθὴ, καὶ ποίοις γνωρίσμασιν αὐτὴν γνωριοῦμεν, εἴρηται μὲν ἡμῖν διὰ κεφαλαίων.
那么,什么是最好的水、如何辨别它,以及什么是最好的大麦、我们通过什么特征来认识它,我们已经进行了扼要的阐述。
§4Λοιπὸν δὲ τρίτον ἐστὶν εἰπεῖν περὶ τῆς ἑψήσεως.
余下的第三点是论述烹煮。
σκευάζουσι μὲν γὰρ αὐτὴν ἐν ὅλμῳ διακόψαντες πρότερον εἰς μικρὰ μόρια, ἔπειτα ταχέως ἑψήσαντες ἐπιβάλλουσιν οἱ μὲν ἕψημα, οἱ δὲ ἄμυλον, καί τινες κύμινον καὶ μέλι. ἔστι δ’ ἡ τοιαύτη σκευασία μοχθηρά·
因为有些人调制大麦粥时,先在臼中将其捣成碎片,然后快速烹煮,接着有人加入浓缩葡萄汁,有人加入淀粉,还有人加入孜然和蜂蜜。
ἡ δ’ ἀρίστη καὶ καλῶς γινομένη τοιάδε τίς ἐστιν. προδιαβρέχειν αὐτὴν πρότερον ἐν ὕδατι ὠμὴν οὖσαν, ἔπειτα τρίβειν ταῖς χερσὶν ἐπὶ τοσοῦτον, ἄχρις ἂν ὁ λεπτὸς ὑμὴν ἀποτιναχθῇ.
但这样的调制方法是拙劣的;而最好且制作精良的方法则是这样的:首先在大麦生的时候将其预先浸泡在水中,然后用手揉搓,直到那层薄皮脱落。
καὶ διὰ τοῦτ’ αὖθις τρίβεται ἰσχυρῶς μετὰ τῶν χειρῶν, ἕως ἂν ἅπαν τὸ ἀχυρῶδες ἀποτινάξηται, πλὴν εἴ τις αὐτὴν βούλεται ποιῆσαι ῥυπτικωτέραν· τότε γὰρ ἄμεινον μᾶλλον σὺν τῷ ὑμένι αὐτὴν καθέψειν.
为此,要再次用手强力揉搓,直到所有像糠屑一样的部分都被剥落,除非有人希望使其具有更强的清洁作用;因为那时,更适合连同薄皮一起烹煮。
ἡ δὲ ἕψησις αὐτῆς γενέσθω τόνδε τὸν τρόπον, ἵνα πρότερον μὲν ἐπὶ πολὺ ἀναβράσῃ, ὕστερον δ’ ἐπὶ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ.
它的烹煮应当以这种方式进行:首先要用大火让它长时间沸腾,随后用文火慢熬很长时间,直到充分化为粥汁。