← ガレノス

麦粥について

§3-4

大麦の各部の性質と大麦粥の調理法

大麦の部位別の性質(外皮、肉質部、中間膜)と良い大麦の物理的基準を説明し、大麦粥を作るための最良の準備過程(水に浸して手で皮を剥くこと)と煮沸の段階を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

Κριθὴ τοίνυν, ὡς μὲν καθόλου λαμβανομένη, ψύχει καὶ ξηραίνει, ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ φυσῶδες. κατὰ μέρος δὲ τὸ μὲν ἐκτὸς αὐτῆς λέπυρον, τὸ πιτυρῶδες, ξηρότερον ὑπάρχει καὶ ῥυπτικώτερον· τὸ δ᾽ ἐντὸς αὐτῆς, οἷον σαρκῶδες καὶ τρόφιμον, ῥύπτει μὲν καὶ αὐτὸ, ἀλλ᾽ ἔλαττον τοῦ πιτύρου, ἔχει δὲ καὶ φυσῶδες ἐν ἑαυτῷ. ὁ δ᾽ ἕτερος ὑμὴν ὁ λεπτὸς, ὁ ἔσωθεν τοῦ πιτύρου κείμενος, περιέχων δὲ τὴν κριθὴν, μεταξὺ τούτων ἐστὶ κατὰ τὴν δύναμιν· διὸ ῥύπτει μὲν τοῦ πιτύρου ἔλαττον, μᾶλλον δὲ τῆς κριθῆς. δεῖ δὲ προσυπακούειν1 τῷ λόγῳ τὰς ἀρίστας κριθὰς καὶ μηδὲν ἐχούσας ἀπὸ σηπεδόνος ἐπίκτητον, ἢ περιττωματικὴν ὑγρότητα, καὶ μήτ᾽ ἄγαν νέας, μήτε πάντη παλαιάς. αἱ μὲν γὰρ νέαι πλήρεις εἰσὶν ὑγρότητος περιττωματικῆς, ἣν ἀπὸ τῆς χώρας ἔλαβον, [καὶ πλήρεις ὑγρότητος,] καὶ πνεύματος ἀνάμεστοι· αἱ δὲ παλαιαὶ τῷ χρόνῳ ἐξίτηλοι καὶ ἀσθενεῖς ἐγένοντο, ἀποβαλλόμεναι τὴν ἑαυτῶν δύναμιν· καὶ σημεῖον ἡ ῥυτίδωσις ἡ ἐν αὐταῖς γενομένη, καὶ τοῦ μεγέθους ἡ μείωσις, καὶ τὸ κοπτομένων αὐτῶν ὥσπερ κόνιν τινὰ ἀποπίπτειν λεπτήν.2 πλήρεις οὖν εἶναι ἁρμόζει τὰς κριθὰς τὰς εἰς τὴν ποίησιν τῆς πτισάνης ἐκλεγομένας, μήτε νέας μήτε παλαιὰς πάνυ, καὶ πάσης ἀπηλλαγμένας ἐπικτήτου ποιότητος. ἀλλ᾽ οὐκ ἀρκεῖ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς πείρας βάσανον αὐταῖς προσακτέον. εἰ γὰρ πρὸς τοῖς εἰρημένοις καὶ τῇ ἑψήσει εἰς ὄγκον ἐπαίρονται πλείονα, καὶ ταύτας λαμβάνειν χρὴ εἰς τὴν ἕψησιν, εἰ μέλλοι τις κατὰ λόγον αὐτὴν καὶ ὡς ἐνδέχεται ποιεῖν. τί μὲν οὖν ἐστι τὸ ἄριστον ὕδωρ, καὶ πῶς διακρίνεται, καὶ τίς ἡ καλλίστη κριθὴ, καὶ ποίοις γνωρίσμασιν αὐτὴν γνωριοῦμεν, εἴρηται μὲν ἡμῖν διὰ κεφαλαίων.

したがって、大麦は、総体として捉えられるならば、冷やし、かつ乾燥させるが、またある種の洗浄作用と膨満作用をも有している。部分的に見ると、その外側の殻、すなわち糠のような部分は、より乾燥しており、より洗浄力が高い。他方、その内側の部分、すなわち肉質で栄養となる部分は、それ自体も洗浄するが、糠よりは少なく、またその中に膨満作用をも有している。そして、糠の内側に位置し、大麦を取り囲んでいるもう一つの薄い皮は、その効能において、これらの中間にある。それゆえ、糠よりは少なく洗浄するが、大麦(の肉部)よりは多く洗浄する。しかし、この議論において、最良の大麦、すなわち腐敗による獲得された性質や余剰な水分を一切持たず、また過度に新しくもなく、完全に古くもないものをあらかじめ了解しておく必要がある。なぜなら、新しいものは、土地から得た余剰な水分に満ちており、[そして水分に満ちており、]ガスでいっぱいだからである。他方、古いものは、時間とともに効力が薄れ、弱くなっており、自らの効能を失っている。そしてその兆候は、それらに生じるしわ、大きさの減少、そしてそれらを砕くときに微細な粉のようなものが落ちることである。それゆえ、大麦粥の製造のために選ばれる大麦は、ふっくらと実が詰まっており、新しすぎず古すぎず、すべての獲得された性質から免れているのが適当である。しかしこれだけでは十分ではなく、経験による吟味をもそれらに適用せねばならない。なぜなら、もし上述のことに加えて、煮沸によって体積がより大きく膨らむならば、道理にかない、かつ可能である最善の仕方でそれを作ろうとする場合には、それらを煮沸のために取るべきだからである。それゆえ、最良の水とは何か、それがどのように見分けられるか、そして最も優れた大麦とは何か、いかなる特徴によってわれわれがそれを見分けるかについては、要点においてすでにわれわれによって述べられた。

§4

Λοιπὸν δὲ τρίτον ἐστὶν εἰπεῖν περὶ τῆς ἑψήσεως. σκευάζουσι μὲν γὰρ αὐτὴν ἐν ὅλμῳ διακόψαντες πρότερον εἰς μικρὰ μόρια, ἔπειτα ταχέως ἑψήσαντες ἐπιβάλλουσιν οἱ μὲν ἕψημα, οἱ δὲ ἄμυλον, καί τινες κύμινον καὶ μέλι. ἔστι δ᾽ ἡ τοιαύτη σκευασία μοχθηρά· ἡ δ᾽ ἀρίστη καὶ καλῶς γινομένη τοιάδε τίς ἐστιν. προδιαβρέχειν αὐτὴν πρότερον ἐν ὕδατι ὠμὴν οὖσαν, ἔπειτα τρίβειν ταῖς χερσὶν ἐπὶ τοσοῦτον, ἄχρις ἂν ὁ λεπτὸς ὑμὴν ἀποτιναχθῇ. καὶ διὰ τοῦτ᾽ αὖθις τρίβεται ἰσχυρῶς μετὰ τῶν χειρῶν, ἕως ἂν ἅπαν τὸ ἀχυρῶδες ἀποτινάξηται, πλὴν εἴ τις αὐτὴν βούλεται ποιῆσαι ῥυπτικωτέραν· τότε γὰρ ἄμεινον μᾶλλον σὺν τῷ ὑμένι αὐτὴν καθέψειν. ἡ δὲ ἕψησις αὐτῆς γενέσθω τόνδε τὸν τρόπον, ἵνα πρότερον μὲν ἐπὶ πολὺ ἀναβράσῃ, ὕστερον δ᾽ ἐπὶ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ.3

残された第三の点としては、煮沸について述べることである。というのも、ある者たちは、大麦をあらかじめ臼の中で細かく砕き、そののち急速に煮てから、ある者は甘味液を、ある者は澱粉を、またある者はクミンや蜂蜜を加えるという仕方で調製するからである。しかし、このような調製法は劣悪である。これに対して、最良であり正しく行われる方法は、次のようなものである。まず、大麦を生のままであらかじめ水に浸しておき、そののち、薄い皮が剥がれ落ちるまで、手で十分にこすることである。そしてこのために、すべての籾殻のような部分が払い落とされるまで、再び手で強くこすられる。ただし、それをより洗浄力の高いものにしたいと望む場合は例外である。なぜなら、その場合には、むしろ皮とともに煮沸する方が優れているからである。そしてその煮沸は次のような方法で行われるべきである。すなわち、最初は強火で十分に沸騰させ、のちに弱火で長時間かけて十分に粥状になるまで煮るのである。

構文注3 件
  1. 3προσυπακούειν

    「補って了解する」を意味する不定詞で、ここでは非人称動詞 δεῖ に導かれている。文脈上、「読者(あるいは我々)が、大麦粥の議論(τῷ λόγῳ)において最良の大麦をあらかじめ想定・了解しておくべきである」という意味を表す。

  2. 3τὸ κοπτομένων αὐτῶν ὥσπερ κόνιν τινὰ ἀποπίπτειν λεπτήν

    冠詞 τὸ に導かれた対格不定詞句。ἀποπίπτειν(落ちること)の意味上の主語は対格の κόνιν τινὰ ... λεπτήν(微細な塵のようなもの)であり、その中に属格絶対構文 κοπτομένων αὐτῶν(それらが砕かれるときに)が挿入されて、古い大麦の特徴を示す名詞的標識として機能している。

  3. 4ἵνα πρότερον μὲν ἐπὶ πολὺ ἀναβράσῃ, ὕστερον δ᾽ ἐπὶ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ

    命令形 γενέσθω(〜となるべし)の内容や目的を規定する ἵνα 節。接続法過去(ἀναβράσῃ と χυλωθῇ)が用いられている。ἐπὶ πολὺ は「十分に/強く」、ἄχρι πολλοῦ は「長時間にわたって」という時間的・程度的な範囲を示す副詞句である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg039.humanitext-grc1:3-4