§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΤΙΣΑΝΗΣ ΒΙΒΛΙΟΝ.
Ἐπειδὴ πρὸ μικροῦ τινὰς εὗρον τῶν ἰατρῶν περί τινα τῶν νοσούντων τῷ χυλῷ τῆς πτισάνης χρωμένους, μήτε, ἐφ’ ὧν ἐνδέχεται ἢ οὐκ ἐνδέχεται παρέχειν ἀῤῥώστων, προσδιοριζομένους, μήτε τὸν τρόπον, καὶ τὸ ποσὸν τῆς δόσεως, καὶ τὸν ἁρμόζοντα καιρὸν τῇ προσφορᾷ τοῦ ῥοφήματος προσαφορίζοντας, ἀλλ’, ὡς ἔοικε, τὴν τῆς πτισάνης χρῆσιν εὔθετον εἶναι λογιζομένους, ὁπηνίκ’ ἂν βουληθῶσι, ᾧδ’ ἔδοξέ μοι περὶ τῆς χρήσεως αὐτῆς ὅσα τῷ Ἱπποκράτει σαφέστερον ἐκθεμένῳ διὰ τὴν τῶν πολλῶν παρακολούθησιν ἑρμηνεῦσαι τόν τε τρόπον τῆς ἑψήσεως καὶ τὴν δύναμιν αὐτῆς καὶ ἐνέργειαν, καὶ τὸν καιρὸν καὶ τὸ ποσὸν καὶ τὸν τρόπον τῆς δόσεως, ὁπόσα τε ἀγαθὰ τοῖς σώμασι τῶν καμνόντων δίδωσιν ἁρμοζόντως προσφερομένη, καὶ τοὐναντίον πάλιν φαῦλα ἀκαίρως προσενεχθεῖσα, καὶ πρὸς τούτοις ποίοις σώμασιν αὐτὴν προσήκει προσφέρειν, καὶ ποίοις οὐ προσήκει.
## 盖伦《论大麦粥》由于不久前我发现一些医生在给某些病人使用大麦粥的汁液时,既没有界定在哪些病人的情况下可以或不可以给药,也没有预先确定方法、剂量以及提供该饮品的适当时机,而是似乎认为只要他们愿意,大麦粥的使用在任何时候都是合适的,因此我认为有必要根据希波克拉底为了大众理解而阐明的内容,来解释大麦粥的使用,包括其煮法、效能与作用、给药的时机、剂量与方法,以及在适当提供时能给病人的身体带来多少益处,相反,在不合时宜地提供时又会带来怎样的危害,此外,还包括它适合提供给什么样的身体,不适合提供给什么样的身体。
ἀλλ’ ἐπειδὴ σύνθετόν τι πρᾶγμα ὑπάρχει ἡ πτισάνη καὶ ὁ χυλὸς, (ἐκ κριθῆς γὰρ κατασκευάζεται πτισθείσης καλῶς, ὅ ἐστιν ἐκλεπισθείσης, καὶ ὕδατος, καὶ τοιᾶσδε ἑψήσεως,) πρῶτον περὶ τῶν μερῶν αὐτῆς ἔκρινα εἰπεῖν διὰ κεφαλαίων.
然而,既然大麦粥及其汁液是一种复合之物(因为它是用磨得很好——即去皮的——大麦、水以及特定的煮沸方式制成的),我决定首先简要地讨论它的组成部分。
εἰ μὴ γὰρ ταῦτά τις πρότερον διορίσηται, μεγάλως βλάψει, κᾂν καὶ τὰ λοιπὰ πάντ’ ἀκριβολογήσηται ἐφεξῆς.
因为如果一个人不先界定这些,即使他随后对其他所有细节都进行了精确的论述,也会造成极大的危害。
§2Ὅτι μὲν οὖν τὸ ἄριστον ὕδωρ ἐκλέγεσθαι χρὴ εἰς τὴν κατασκευὴν τῆς πτισάνης, οὐδεὶς, οἶμαι, ἀμφισβητεῖ.
因此,在调制大麦粥时必须选择最好的水,我想没有人会对此产生异议。
ἄριστον δὲ ὕδωρ συστάσει, καὶ γεύσει, καὶ ὀσμῇ, καὶ χροιᾷ κρίνεται· τῇ μὲν γεύσει καὶ τῇ ὀσμῇ, ἵνα μηδεμίαν ἀλλόκοτον ὑπεμφαίνῃ ποιότητα, τουτέστιν ἵνα μὴ γλυκὺ ὑπάρχῃ, μήθ’ ἁλυκὸν, μήτ’ ὀξῶδες, ἢ δριμὺ, ἢ δυσῶδες, ἢ σηπεδονῶδες, ἢ ὅλως ἄλλην τινὰ ἐπίκτητον ποιότητα κεκτημένον, ἀλλ’ ἄποιον παντελῶς, καὶ χωρὶς πάσης ἐπικτήτου ποιότητος, καὶ χωρὶς πάσης ἐπιμιξίας γευστικῆς τε καὶ ὀσφραντικῆς.
而最好的水是通过其成分、味道、气味和颜色来判断的:在味道和气味上,它不应显示出任何异样的性质,也就是说,它既不甜,也不咸,不酸,不辣,无恶臭,无腐败味,或者根本不具有任何其他后天的性质,而是完全没有性质,没有任何后天获得的性质,也没有任何味觉和嗅觉上的杂质。
δεῖ μέντοι καὶ διαυγὲς εἶναι καὶ καθαρὸν καὶ μηδὲν ἰλυῶδες ἔχον, ἀλλ’ ὥσπερ ἀκριβῶς διηθημένον, καὶ τῶν ἐν αὐτῷ ἐμφερομένων ψηγμάτων ἀπηλλαγμένον.
然而,它还必须是透明和洁净的,不含有任何泥沙,就像经过精确过滤一样,不含有其中漂浮的碎屑。
τὸ γάρ τοι τοιοῦτον ὕδωρ πρὸς τὴν μὲν χρῆσίν ἐστι λυσιτελὲς, πρὸς δὲ τὴν φύσιν οὐδ’ οὕτως ἐστὶ καθαρὸν, ὥσπερ οὐδ’ ἄλλο τι τῶν αἰσθητῶν στοιχείων.
因为这样的水确实对使用是有益的,但在其本性上,它并不像其他任何可感觉的元素那样绝对纯净。
εἰ δὲ τοιοῦτόν ἐστιν, οἷον εἶπον, τὸ ὕδωρ, εὐθύς ἐστι λεπτομερέστερον αὐτὸ, ῥᾳδίως τε πεττόμενον καὶ ἀναδιδόμενον, καὶ τὰ ὑποχόνδρια ταχέως διεξερχόμενον, καὶ οὐ μόνον τῇ φυσικῇ θερμότητι πλησιάζον εὐαλλοίωτόν ἐστιν, ἀλλὰ καὶ τῷ ἔξωθεν πυρὶ προσομιλῆσαν θερμαίνεται συντόμως.
如果水正如我所说的那样,它就会立刻具有更细微的分子(更稀薄),容易被消化和吸收,并迅速通过下胁部;它不仅在接近自然热量时容易发生变化,而且在接触外部火源时也能迅速变热。
καὶ μάρτυς Ἱπποκράτης τοῦ λόγου ὕδωρ γὰρ τὸ ταχέως θερμαινόμενον καὶ αὖθις ταχέως ψυχόμενον κουφότατον εἶναι βούλεται, οὐ τὸ ἐλαφρὸν καὶ σταθμῷ διακρινόμενον, ἀλλὰ τὸ λεπτομερὲς καὶ ῥᾳδίως εἰς ἑαυτὸ τὰς ἐναντίας ποιότητας δεχόμενον.
希波克拉底就是这一说法的见证人;因为他认为,迅速变热又迅速变冷的水是最“轻”的——不是通过重量区分的轻,而是由细微部分组成、容易在自身中接受相反性质的水。
τὸ δὲ τοιοῦτον ὕδωρ καὶ ψυχρόν ἐστι καὶ ὑγρὸν, καὶ ὕδωρ κυρίως.
而这样的水既冷又湿,是真正意义上的水。
τὰ δ’ ὑπό τινος οὐσίας ἢ ποιότητος νοθευθέντα, ὁποῖά εἰσι τὰ ἀσφαλτώδη, καὶ θειώδη, καὶ στυπτηριώδη, τοσοῦτον τῆς τοῦ ὕδατος φύσεως ἀφεστήκασιν, ὅσον καὶ ἐνοθεύθησαν.
至于那些被某种物质或性质掺杂的水,例如沥青质、硫黄质和明矾质的水,它们被掺杂了多少,就距离水的本性有多远。
εἰ δὲ καὶ ἀπόδειξιν ζητεῖς τοῦ ψύχειν τε καὶ ὑγραίνειν τὸ ὕδωρ, οὐ τοῦ νῦν ἐστι λόγου, περὶ πτισάνης προθεμένου διεξελθεῖν· πλὴν ὅτι ψυχρόν ἐστι καὶ ὑγρὸν, ἅπαντες οἱ παλαιοὶ ἀπέδειξαν, καὶ ἡ πεῖρα μαρτυρεῖ, καὶ πάντων δὲ λόγῳ ὁμολογούμενον τοῦτο λαβὼν εἰς τὸν περὶ κριθῆς λόγον ἔρχομαι.
如果你还要求证明水能致冷和致湿,这并不是目前旨在探讨大麦粥的论文所要讨论的内容;不过,古代所有学者都证明了它是冷和湿的,经验也证明了这一点,在接受了这门被所有人一致认同的道理之后,我便开始论述大麦。