§5#1Οὕτω γὰρ ἑψημένη τὸ μὲν φυσῶδες ἀποτίθεται πᾶν, ἐπικτᾶται δ’, ὅσα περ αὐτῇ ἀγαθὰ ὁ Ἱπποκράτης προσμαρτυρεῖ.
因为,若以此法烹煮,大麦便能完全去除其致气的特性,并获得希波克拉底为其所作证的一切益处。
τὸ γὰρ γλίσχρασμα αὐτῆς, φησὶ, λεῖον καὶ συνεχὲς καὶ προσηνές ἐστι, καὶ ὀλισθηρὸν, καὶ πλαδαρὸν μετρίως, καὶ ἄδιψον, καὶ εὐέκπλυτον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προσδέοι, καὶ οὔτε στύψιν ἔχει, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ.
因为他说,它的粘液光滑、连续且温和,具有滑润性,且适度湿润,能解渴,易于冲洗和排泄(如果这也需要的话),既无收敛性,也无不良的扰动,亦不会在胃中膨胀。
ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι.
因为在烹煮过程中,它已经膨胀到了其自然能够膨胀的最大限度。
ὅτι μὲν οὖν οὐδὲν ἔχει κολλῶδες καὶ ἐμπλαστικὸν ἡ πτισάνη, καθάπερ πάντα τὰ γλίσχρα, πρόδηλον.
因此,大麦粥并不像其他所有粘性物质那样含有任何胶黏和阻塞的成分,这是显而易见。
ῥύπτει γὰρ οὐ τὸν ῥύπον μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸν ἐν τῇ γαστρὶ φλεγματικὸν χυμὸν ἀποκαθαίρει πως διδομένη.
因为一旦服用,它不仅能清除身体的污垢,还能在一定程度上净化胃中的粘液质体液。
ἡ δὲ πολλὴ ἕψησις καὶ ἀκριβὴς ἕνωσις τῶν μιχθέντων τὴν φαινομένην ταύτην ἐργάζεται γλισχρότητα.
而长时间的烹煮以及混合物的精确结合,才产生了这种显而易见的粘稠性。
τοῦτο τοίνυν τὸ φαινόμενον αὐτῆς γλίσχρασμα οὐδεμίαν ἔχει τραχύτητα, ἀλλὰ λεῖόν ἐστι πάντῃ, καὶ ὁμαλὸν, καὶ μένον, καὶ συνεχές.
因此,它这种显而易见的粘液没有任何粗糙感,而是在各方面都光滑、均匀、稳定且连续。
οὐδεμιᾶς γὰρ στύψεως μετέχον ἢ δριμύτητος, ἐξ ὧν ἡ τραχύτης γίνεται, τὸ λεῖον ἐξ ἀνάγκης ἔχει, οὐ κατὰ τὴν ἁφὴν μόνον, ἀλλ’ ἤδη καὶ τὴν δύναμιν.
因为由于不含有任何会产生粗糙感的收敛性或刺激性,它不仅在触觉上,而且在其效能上也必然具有光滑性。
τὰ μὲν γὰρ ἄλλα γλίσχρα, ὥσπερ τὸ ἔλαιον, καὶ τὸ μέλι, καὶ τὰ λοιπὰ, ἁπτομένῳ σοι φανεῖται λεῖα καὶ ὁμαλῆ, μηδὲν ἔχοντα ἐν ἑαυτοῖς ἀνώμαλον, ὡς τὸ μὲν εἶναι λεπτὸν, τὸ δὲ παχὺ, ἢ διεσπασμένον τε καὶ διηρημένον, ὡς διὰ τοῦτο τὸ κατὰ τὴν ἁφὴν λεῖον κεκτῆσθαι, κατὰ δὲ τὴν πρὸς ἄλλα τινὰ ἐνέργειάν τε καὶ δύναμιν οὐδαμῶς.
因为其他粘性物质,例如油、蜂蜜及其他东西,对触碰的人来说,会显得光滑和均匀,自身没有任何不均之处,不至于有些部分稀薄而有些部分浓稠,或者分裂和隔离,结果虽然由于这个原因而在触觉上具有光滑性,但在针对其他事物的活动和效能上却绝非如此。
οὐ γὰρ διαβρέχει πάντα τὰ μόρια τοῦ σώματος ὁμαλῶς τε καὶ συνεχῶς, ὧν ἂν προσεγγίζῃ, ἀλλὰ διίστανται κατὰ τοῦτ’ ἀπ’ ἀλλήλων τὰ τῶν γλίσχρων ἁπάντων μόρια χωρὶς τῆς πτισάνης.
因为它们并不能均匀且连续地浸润它们所接近的身体的所有部位,相反,除了大麦粥之外,所有粘性物质的微粒在接触时都会彼此分离。
αὕτη γὰρ, λεία τυγχάνουσα κατὰ τὴν ἁφὴν καὶ συνεχὴς καὶ ἀδιάσπαστος, καὶ κατὰ τὴν δύναμιν τοιαύτη καθέστηκε.
因为大麦粥不仅在触觉上光滑、连续且不分裂,在效能上也同样如此。
κᾀκεῖνα μὲν οὐδεμίαν ἔχουσιν ἡδονὴν κατὰ τὴν γεῦσιν, αὕτη δὲ πρὸς τοῖς ἄλλοις καὶ τὸ κατὰ τὴν γεῦσιν ἡδὺ καὶ προσηνὲς κέκτηται, καὶ μάλιστ’ ἐπὶ τῶν νοσούντων.
而那些东西在味觉上没有任何令人愉悦之处,它除了其他特性外,还具有味觉上的甘甜和温和,尤其对于病患而言。
ἄρτος δ’, εἰ καὶ τῶν ἄλλων ὑπερέχει κατ’ ἀρετὴν, ἀλλὰ καὶ οὗτος ἀηδίαν ἔχει πολλὴν, κᾂν ὕδατι διάβροχος ᾖ, ὡς δεόμενος μασσήσεως.
而面包,即使在功效上优于其他东西,但即使用水浸泡,也同样有许多不便之处,因为它需要咀嚼。
δεύτερον δὲ ἡ πτισάνη καὶ τοῦτο πλεονεκτεῖ, τὸ μηδεμίαν ἐκ τῆς μασσήσεως ἀηδίαν ἐμποιεῖν.
第二,大麦粥还具有这个优势,即不会因咀嚼而带来任何不便。
ἔχει μέντοι καὶ τὸ ὀλισθηρὸν, καὶ μάλισθ’ ὁ χυλὸς, μηδὲν ἐμπεπλασμένον καταλιπὼν κατὰ τὴν δίοδον, καθάπερ πάντα τὰ γλίσχρα χωρὶς τῆς πτισάνης· αὕτη γὰρ ῥᾳδίως διέρχεται εἰς τὰ κατὰ τὸν θώρακα μόρια διὰ τὸ ἐν αὐτῇ ῥυπτικὸν, ὥσπερ καὶ πρὸς τὴν ὑποχώρησίν ἐστιν
然而,它也具有滑润性,尤其是大麦粥汁,它在通道中不会留下任何阻塞物,这与除大麦粥之外的所有粘性物质不同;因为由于它自身所具有的清洁作用,它能轻易地通过而到达胸部的各个部位,对于排便也是如此。