Humanitext Reader

盖伦 · 小球运动 §3

身心的均衡锻炼与军事价值

第 2 段,共 3 段 · 希腊语

内容简介

作者阐述了小球运动能同等地锻炼双手和视力并磨砺心智,是培养将军所需的守卫和夺取技能的绝佳预备训练。他还批评了导致肥胖的摔跤和导致身体受力不均的跑步,强调了“适度”的重要意义。

§3Ὡς δὲ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν.
正如对双腿一样,对双手而言,这项运动也是最公平的,因为人们习惯于在各种姿态下接球。
ἀνάγκη γὰρ κἀνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’ ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν καὶ οὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας.
因为在这里,姿态的多样性也必然在不同时候更剧烈地拉伸不同的肌肉,从而使所有肌肉交替劳作并获得同等的休息,这样,通过所有肌肉交替活动与休息,它们既不会完全处于闲置状态,也不会因为只有一部分在劳作而陷入疲劳。
ὄψιν δ’ ὅτι καὶ γυμνάζει, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας, εἰς ὅ τι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν ἐστιν αὐτόν.
至于它也锻炼视力,只要我们想到这一点便能明白:除非人们准确地预判球的落点(它朝哪里飞去),否则他必然会错失接球。
τοῦτο δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι.
这还能通过防止落球以及阻止对手的专注来磨砺心智。
φροντὶς δὲ μόνη μὲν καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευτήσασα τὰ μέγιστα καὶ τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν.
而专注本身虽然会使人消瘦,但若与某种运动及竞争心结合,并最终转化为快乐,就能在最大程度上既有益于身体健康,也有益于灵魂的聪慧。
οὐ σμικρὸν δὲ καὶ τοῦτ’ ἀγαθόν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς τὴν ἰδίαν ἑκάτερον ἀρετήν.
当运动能够同时帮助身体和灵魂,使它们各自达到其特有的美德时,这绝非微不足道的益处。
ὅτι δ’ ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγοῖς οἱ πόλεως βασιλεῖς νόμοι κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν.
而它能够同时训练这两种最大的技艺——这正是城邦至高无上的法律命令将军们最应当追求的——这一点并不难看出。
ἐπιθέσθαι γὰρ ἐν καιρῷ καὶ λαβεῖν ἐπιθέμενον, καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων ἢ βιασάμενον ἢ ἐξ ἀδοκήτου ἐπιθέμενον, καὶ φυλάξαι τὰ κτηθέντα τῶν ἀγαθῶν στρατηγῶν ἔργα·
因为在适当的时机进攻并夺取[球],以及迅速应对行动,通过强攻或出其不意的袭击来占有对手的东西,以及守护已经获得的东西,这些都是优秀将军的工作。
καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ’ αὐτοῦ τῆς ὅλης τέχνης τὸ κεφάλαιον.
总而言之,将军必须既是一个精明的守护者,又是一个厉害的窃贼,而这些正是他整个艺术的首要部分。
ἆρ’ οὖν ἄλλο τι γυμνάσιον οὕτω προεθίζειν ἱκανόν, ἢ φυλάττειν τὸ κτηθέν, ἢ ἀνασώζειν τὸ μεθεθέν, ἢ τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι;
那么,难道还有其他运动能够如此充分地使人预先习惯于守护已得之物,或收复失去之物,或预判对手的心思吗?
θαυμάζοιμ’ ἄν, εἴ τις εἰπεῖν ἔχοι.
如果有人能说得出来,我倒会感到惊讶。
τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον ἀργοὺς καὶ ὑπνηλοὺς καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται.
因为其他运动的绝大部分,恰恰相反,会使人变得懒惰、昏昏欲睡且心智迟钝。
καὶ γὰρ καί, ὅσοι κατὰ παλαίστραν πονοῦσιν, εἰς πολυσαρκίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει.
事实上,那些在摔跤场里劳作的人,运动给他们带来的是肥胖,而非美德的训练。
πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν.
至少有许多人变得如此肥胖,以至于呼吸都很困难。
ἀγαθοί γ’ οὐδ’ ἂν οἱ τοιοῦτοι πολέμου γένοιντο στρατηγοὶ ἢ βασιλικῶν ἢ πολιτικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν.
这样的人绝不会成为战争中的优秀将军,也不会成为皇家或国家事务的管理者;人们宁可把任何事情托付给猪,也不会托付给他们。
ἴσως δ’ οἰήσει με δρόμον ἐπαινεῖν καὶ τἆλλ’ ὅσα καταλεπτύνει τὸ σῶμα γυμνάσια.
也许你会以为我在赞美跑步以及其他所有使身体消瘦的运动。
τὸ δ’ οὐχ οὕτως ἔχει.
事实并非如此。
τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν.
因为我在任何地方都谴责无度,并主张一切技艺都必须实践适度,如果有什么东西缺乏尺度,那它就是不美的。
οὔκουν οὐδὲ τοὺς δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν.
因此,我也不赞美跑步,既因为它是身体素质消瘦,也因为它完全没有对勇气的训练。
οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων, οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντες θαρρεῖν.
因为胜利绝不属于那些迅速逃跑的人,而属于那些能在贴身肉搏中取胜的人;斯巴达人之所以最强大,也不是因为他们跑得最快,而是因为他们坚守阵地且保持勇敢。
εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν.
如果你也从健康的角度来考察它,那么它在多大程度上不均匀地锻炼身体的各个部位,它在多大程度上也就是不健康的。
ἀνάγκη γὰρ αὐτῷ τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς.
因为在跑步中,某些部位必然会过度劳作,而其他部位则完全处于闲置。
οὐδέτερον δ’ αὐτῶν ἀγαθόν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται.
这两者都不是好事,相反,它们都会滋养疾病的温床,并使身体的力量变得虚弱。

词汇与语法注释

  1. 903ἐθιζομένων τὴν σφαῖραν — ἐθιζομένων 是属格绝对结构(独立分词),其逻辑主语在上下文里是“进行小球运动的人”。虽然前文没有明确给出名词主语,但它泛指一般的参与者。有些异文主张使用与 ταῖς χερσὶ 一致的与格复数分词 ἐθιζομέναις,但在此处将其视作以一般大众为主语的属格绝对结构更为自然。
  2. 904ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν — πάντας(宾格阳性复数)指向前文的 τῶν μυῶν(阳性名词 μῦς“肌肉”的属格复数)。因此,不定式 ἔχειν 的逻辑主语是“所有的肌肉”,此处是在进行运动生理学上的解释,即肌肉通过交替工作来获得同等的休息。
  3. 904βασιλεῖς νόμοι — 此处的 βασιλεῖς 并非指具体的君王,而是用作形容词,意为“王一般的、至高无上的”,修饰 νόμοι(“法律”)。因此,该短语意为“城邦至高无上的法律”。
  4. 905ἐπιθέσθαι γὰρ ἐν καιρῷ ... τῶν ἀγαθῶν στρατηγῶν ἔργα — 从 ἐπιθέσθαι 到 φυλάξαι 的一系列不定式短语在句中充当主语,其系表结构中的表语是表示职责或特征的属格 τῶν ἀγαθῶν στρατηγῶν(此处省略了系动词 ἐστί)。结构为“做[这些事]是优秀将军的任务”。

引用这一段

盖伦, 小球运动 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg034.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。