← ガレノス

小球を用いた運動について

§3

均整の取れた肉体精神の鍛錬と軍事的有用性

著者は小球による運動が手や視力を公平に鍛え、精神(知性)を研ぎ澄ます効果があること、そして軍事における将軍に必要な「守護」と「奪取」の技術を予備訓練できる優れた運動であることを説く。さらに、肥満をもたらすレスリングや不均等な肉体疲労を招く走ることを批判し、適度な比和の重要性を強調する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

Ὡς δὲ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν.1 ἀνάγκη γὰρ κἀνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’ ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν2 καὶ οὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας. ὄψιν δ’ ὅτι καὶ γυμνάζει, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας, εἰς ὅ τι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν ἐστιν αὐτόν. τοῦτο δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι. φροντὶς δὲ μόνη μὲν καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευτήσασα τὰ μέγιστα καὶ τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτ’ ἀγαθόν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς τὴν ἰδίαν ἑκάτερον ἀρετήν. ὅτι δ’ ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγοῖς οἱ πόλεως βασιλεῖς νόμοι3 κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι γὰρ ἐν καιρῷ καὶ λαβεῖν ἐπιθέμενον, καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων ἢ βιασάμενον ἢ ἐξ ἀδοκήτου ἐπιθέμενον, καὶ φυλάξαι τὰ κτηθέντα τῶν ἀγαθῶν στρατηγῶν ἔργα·4 καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ’ αὐτοῦ τῆς ὅλης τέχνης τὸ κεφάλαιον. ἆρ’ οὖν ἄλλο τι γυμνάσιον οὕτω προεθίζειν ἱκανόν, ἢ φυλάττειν τὸ κτηθέν, ἢ ἀνασώζειν τὸ μεθεθέν, ἢ τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι; θαυμάζοιμ’ ἄν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον ἀργοὺς καὶ ὑπνηλοὺς καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καί, ὅσοι κατὰ παλαίστραν πονοῦσιν, εἰς πολυσαρκίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει. πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοί γ’ οὐδ’ ἂν οἱ τοιοῦτοι πολέμου γένοιντο στρατηγοὶ ἢ βασιλικῶν ἢ πολιτικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δ’ οἰήσει με δρόμον ἐπαινεῖν καὶ τἆλλ’ ὅσα καταλεπτύνει τὸ σῶμα γυμνάσια. τὸ δ’ οὐχ οὕτως ἔχει. τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν. οὔκουν οὐδὲ τοὺς δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων, οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντες θαρρεῖν. εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν. ἀνάγκη γὰρ αὐτῷ τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον δ’ αὐτῶν ἀγαθόν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται.

脚にとってそうであるように、手にとっても、あらゆる姿勢においてボールを受け取ることに人々が慣らされるにつれて、この運動は最も公平なものとなる。なぜなら、そこでもやはり、姿勢の多様性が時によって異なる筋肉をより激しく引き伸ばすことが避けられず、その結果、すべての筋肉が交互に労作しつつ等しい休息を得るからであり、このようにすべての筋肉が交互に活動し休息することで、完全に不活発なままでいることもなければ、一部だけが労作して疲労に囚われることもないからである。また、これが視力をも鍛えるということは、次のことを思い起こせば理解できる。すなわち、もし人がボールの軌道がどこに向かっているかを正確に予知しなければ、キャッチを仕損じることが不可避であるということである。そしてこれは、ボールを落とさないこと、また相手を妨げることへの配慮によって、知性をも研ぎ澄ます。配慮はそれ単独では体を消耗させるが、運動や競争心と交じり合い、喜びに帰結するときには、身体を健康に向けて、魂を聡明さに向けて、最大に利することになる。また、運動が身体と魂の両方を、それぞれ固有の徳へと益することができるというのは、小さからぬ善である。また、それが、都市の王たる法律が将軍たちに最も追求するよう命じている最大の訓練の双方を鍛えることができるということは、見て取るのが困難ではない。すなわち、好機に攻撃すること、攻撃して奪うこと、素早く対処すること、力によるか不意打ちによるかして敵のものを我が物にすること、そして獲得したものを守ることは、優れた将軍たちの仕事だからである。総じて言えば、将軍は優れた番人であると同時に恐るべき泥棒でなければならず、これらこそが彼の技術全体の要点なのである。それゆえ、獲得したものを守ること、失われたものを取り戻すこと、あるいは敵の意図を予見することへと、これほど十分に予め慣らすことができる他の運動があるだろうか。もし誰かがそれを挙げることができるなら、私は驚くであろう。なぜなら、他の運動の大部分は、まったく逆に、人々を怠惰で、眠たげで、知性の鈍い者にしてしまうからである。というのも、パライストラで鍛える人々にとっては、それは徳の訓練というよりは肉の過剰をもたらすからである。実際、多くの者が呼吸が困難になるほどに太ってしまった。このような者たちは、戦争の将軍にも、王室や国家の事務の管理役にも決して適さないだろう。人はこのような者たちよりも、むしろ豚に何事かを委ねる方を選ぶだろう。あるいは、あなたは私が走ることや、その他身体を消耗させるすべての運動を賞賛していると思うかもしれない。しかし、そうではない。なぜなら、私はいたるところで不均衡を非難し、あらゆる技術は適切な割合を実践すべきであり、もし何かが尺度を欠くなら、それは美しくないと主張するからである。したがって、走ることも私は賞賛しない。それは体質を消耗させるからであり、また勇気の訓練を全く含まないからである。というのも、勝利は素早く逃げる者たちのものではなく、接近戦で圧倒できる者たちのものであり、スパルタ人が最も強力であったのも、最も速く走ったからではなく、踏みとどまって勇敢であったからだからである。また、もし健康の観点から検討するなら、それが身体の各部位を不均等に鍛える度合いに応じて、それは健康に良くない。なぜなら、それにおいては、ある部位は過度に労作し、別の部位は完全に休止することが避けられないからである。そのどちらも良くはなく、両方とも病気の種を育み、虚弱な力を生み出すのである。

構文注4 件
  1. 3ἐθιζομένων τὴν σφαῖραν

    ἐθιζομένων は、文脈上「小球運動を行う人々」を意味上の主語とする属格絶対構文(独立分詞構文)である。直前に名詞としての主語が明示されていないが、一般的な競技者を指す。直前の ταῖς χερσὶ に一致する与格複数分詞 ἐθιζομέναις とする異読もあるが、ここでは一般的な人々を主語とする属格絶対として解釈するのが自然である。

  2. 3ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν

    πάντας(対格複数・男性)は、先行する τῶν μυῶν(「筋肉」、男性名詞 μῦς の属格複数)を指している。したがって、不定詞 ἔχειν の意味上の主語は「すべての筋肉」であり、筋肉が交互に働くことで等しく休息を得るという運動生理学的な説明を行っている。

  3. 3βασιλεῖς νόμοι

    βασιλεῖς は固有名詞や特定の王を指すのではなく、「王たる(至高の)法律」という、比喩的に「支配的な、最高の」性質を表す形容詞的に使われた名詞 (βασιλεύς) である。したがって、「城邦の至高の法律」と解釈される。

  4. 3ἐπιθέσθαι γὰρ ἐν καιρῷ ... τῶν ἀγαθῶν στρατηγῶν ἔργα

    ἐπιθέσθαι から φυλάξαι までの一連の不定詞句が文の主語であり、これらは性質や職能を表す属格 τῶν ἀγαθῶν στρατηγῶν(優れた将軍たちの)に属し、コピュラ(ἐστί)が省略されている。構造としては「〜することは優れた将軍たちの仕事(職務)である」となる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0057.tlg034.humanitext-grc1:3