§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΤΗΣ ΣΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ ΓΥΜΝΑΣΙΟΥ.
Πηλίκον μὲν ἀγαθόν ἐστιν εἰς ὑγίειαν, ὦ Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τἆλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστίν, τοῦτ’ οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο.
## 盖伦:论小球运动埃皮格内斯啊,运动对健康有多么大的益处,以及它应该如何先于饮食,古人中那些最优秀的哲学家和医生已经作了充分的论述;但小球运动在多大程度上优于其他所有运动,我们之前的任何人还没有进行过充分的阐明。
δίκαιον οὖν ἡμᾶς, ἃ γιγνώσκομεν, εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἑαυτοῦ τέχνην, χρήσιμα δὲ καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα.
因此,我们理应说出我们所知道的,这些内容将由你来评判——你是在所有人中把自己的技艺锻炼得最好的人——同时,这些内容对于你与之分享这一论说的大众也将会是有益的。
φημὶ γὰρ ἄριστα μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα.
因为我认为,在所有运动中,最好的运动是那些不仅能锻炼身体,而且能使灵魂愉悦的运动。
καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες.
那些发明了犬猎和其他狩猎活动的人,将其中伴随的劳苦与快乐、愉悦及荣誉感融合在一起,他们是充满智慧的人,并且准确地洞察了人性。
τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες.
因为在人性中,灵魂的运动具有如此巨大的力量,以至于许多人仅通过感到快乐就摆脱了疾病,而许多人却因忧伤而病倒。
οὐδ’ ἔστιν οὐδὲν οὕτως ἰσχυρὸν τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν.
在身体的各种疾患中,没有任何一种力量大到能够压倒那些关乎灵魂的疾患。
οὔκουν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ κυριωτέρα σώματος ἡ ψυχή.
因此,绝不能忽视灵魂的运动(无论它们是何种运动),而是应当比关注身体的运动更加关注它们,这既是因为其他方面的原因,也是因为灵魂比身体更具主权。
τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.
这确实是所有伴随愉悦的运动所共有的特点,但小球运动还有其他独特的优势,我接下来将予以阐明。
§2Πρῶτον μὲν ἡ εὐπορία.
首先是它的易得性(手轻)。
εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς θ’ ἅμα καὶ σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ τὴν θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δύναται μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμνάσια.
如果你考虑到其他所有关于狩猎的活动和犬猎需要多少准备以及同时需要多少闲暇,你就会清楚地认识到,无论是从事政治事务的人,还是从事技艺劳作的人,都无法从事这样的运动。
καὶ γὰρ πλούτου ταῦτα δεῖται πολλοῦ καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου.
因为这些活动需要巨大的财富,并且需要人拥有不少的闲暇。
τοῦτο δὲ μόνον οὕτω γε φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς αὐτοῦ παρασκευῆς.
然而,唯独这项运动是如此亲民,以至于最贫穷的人也不会因其准备工作而感到困窘。
οὐ γὰρ δικτύων, οὐδ’ ὅπλων, οὐδ’ ἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται καὶ ταύτης σμικρᾶς.
因为它既不需要网,也不需要武器,不需要马匹,也不需要猎犬,而只需要一个球,而且是一个小球。
οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει δι’ αὑτό.
它对于其他事务是如此通情达理,以至于绝不会因为自身而强迫人们忽略其中任何一项事务。
καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου;
然而,有什么能比一种能够接纳所有人类境遇和活动的运动更易于获得呢?
τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία.
在狩猎方面的运动中,其使用的易得性并不取决于我们。
πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας τὸν καιρὸν ἐπιτηρούσης.
因为这需要财富来提供工具的准备,也需要闲暇来等待时机。
τούτου δ’ ἡ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους ἀναμένει.
但在这项运动中,工具的准备对最贫穷的人来说也是容易的,而且其使用时机甚至可以等待那些足够忙碌的人。
τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν.
这就是其易得性所具有的如此巨大的益处。
ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων γυμνασίων. ὧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φάσιν ἐστίν.
至于它也是其他运动中最万能的,如果你考察它们当中的每一种能够做什么以及其表现出来的性质是怎样的,你就最能明白这一点。
εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ τῶν ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ θώρακα.
因为你会发现,它们要么是剧烈的,要么是温和的,要么是锻炼下半身多于上半身,要么是优先锻炼某一个部位,例如腰、头、手或胸。
Πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι τῶν μὲν ἄλλων οὐδέν, τοῦτο δὲ μόνον τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον, σφοδρότατον καὶ πρᾳότατόν τε, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται δεόμενον.
然而,没有任何其他运动能够同等地锻炼身体的所有部位,并且既能提升到最剧烈的程度,又能降低到最温和的程度,唯独这项小球运动能够做到:根据你自己的意愿以及身体表现出的需要,它时而变得最快,时而最慢,时而最剧烈,时而最温和。
οὕτω δὲ καὶ τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν.
同样地,在其中也可以同时锻炼所有的部位(如果这被认为是有益的话),或者如果有时被认为合适的话,也可以在其他部位之前优先锻炼某些部位。
ὅταν μὲν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’ ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ θώρακα καὶ γαστέρα ταῖς τε τῶν ἁμμάτων περιθέσεσι καὶ ἀπώσεσι καὶ ἀποστηρίξεσι καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς.
因为当人们相互对抗并阻止对方夺取中间的球而努力运动时,它就变成了最大、最剧烈的运动,其中夹杂着许多揪脖子和许多摔跤中的抓抱,其结果是:头和颈部通过揪脖子得到锻炼,胁肋、胸部和腹部通过各种拥抱、推搡、顶撑以及其他摔跤把式得到锻炼。
ἐν τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς καὶ σκέλη.
在此过程中,腰和腿也受到剧烈的拉伸。
καὶ γὰρ οὖν καὶ ἑδραιοτάτης δεῖ τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ.
因为在这样的劳作中,需要最稳固的站立。
τὸ δὲ καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα κινοῦν πάντ’ αὐτῶν τὰ μόρια.
而向前迈步和向两侧跳跃对于腿部来说绝非微不足道的锻炼,相反,说句真话,这是唯一能够最公正地锻炼腿部所有部位的运动。
τοῖς μὲν γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον. οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα.
因为对于前进的人来说,某些肌腱和肌肉会得到更多的锻炼;而对于退后的人来说,另外一些会得到更多锻炼;同样,对于向两侧移动的人来说,又是其他的。
καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη καθάπερ οἱ θέοντες, ἀνωμάλως οὗτος καὶ ἀνίσως τὰ μέρη γυμνάζει.
凡是像奔跑者那样只以一种运动形式活动腿部的人,都是在不均匀、不平等地锻炼这些部位。