Humanitext Reader

盖伦 · 小球运动 §4-5

全身的均衡锻炼与强度的可调性及安全性

第 3 段,共 3 段 · 希腊语

内容简介

作者指出,小球运动的优越性在于它能均衡地锻炼身体各部位,并能根据年龄和健康状况灵活调整强度。此外,他解释说,与许多其他剧烈运动不同,这项运动是安全的,不伴随人身危险。

§4Μάλιστ’ οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἱκανὸν ἐκπορίζειν καὶ μερῶν εὐαρμοστίαν καὶ ψυχῆς ἀρετήν, ἃ πάντα τῷ διὰ τῆς σμικρᾶς σφαίρας ὑπάρχει.
因此,我最赞美的是那项既能提供身体健康、各部位协调,又能带来灵魂美德的运动,而这一切都属于小球运动。
καὶ γὰρ ψυχὴν εἰς πάντα δυνατὸν ὠφελεῖν καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου πάντα γυμνάζει, ὃ καὶ μάλιστα εἰς ὑγίειαν συμφέρει καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’ ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανόν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον.
因为它有可能在一切方面有益于灵魂,并且同样地锻炼身体的所有部位,这最有利于健康,并使体质均衡,既不带来过度的肥胖,也不带来极端的消瘦,而是对需要力量的动作足够,对需要速度的动作也合适。
οὕτω μὲν οὖν, ὅσον ὲν αὐτῷ σφοδρότατον, οὐδενὸς τῶν πάντων κατ’ οὐδὲν ἀπολείπεται.
因此,就其最剧烈的形式而言,它在任何方面都不逊色于其他所有运动。
τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις·
让我们再看看最温和的形式。
ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα διά θ’ ἡλικίαν ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους ἢ μηκέτι δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσου ἀνακομιζόμενοι.
因为有时由于年龄的原因,或者因为还不能承受剧烈的劳作,或者因为已经无力承受,我们也会需要它,以及当我们希望缓解疲劳或病后康复时。
δοκεῖ δέ μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός·
在这方面,它似乎也比其他任何运动都更具优势。
οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο.
因为如果温和地对待它,就没有什么运动是如此温和的。
δεῖ δὲ μέσως μὲν ἔχοντα μηδὲ συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνειν, τὰ δὲ κατὰ χώραν μένειν, μὴ πολλὰ διαγυμνασάμενον, ἐπὶ τῷδε τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς θερμοῖς χρῆσθαι.
而保持适度且不偏离分寸的人,应该温和地前行一些,并在原处留驻一些,不要过多锻炼,在此基础上,使用橄榄油进行温和的按摩以及热浴。
τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύσασθαι δεομένῳ συμφορώτατον εἶναι καὶ ἄρρωστον δύναμιν ἀναλαβεῖν δυνατώτατον καὶ γέροντι καὶ παιδὶ συμφορώτατον.
这是所有运动中最温和的,因此对于需要休息的人最为有益,对于恢复虚弱的力量最为有效,对老人和儿童也最为有益。
ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’ ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας ἐνεργεῖται.
而那些比这更强、但比极端剧烈更温和的程度,都是通过小球运动来进行的。
χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ’ ὀρθῶς βούλεται διὰ παντὸς αὐτὰ μεταχειρίζεσθαι.
凡是希望始终正确地对待它的人,也必须了解这些。
καὶ γὰρ εἴ ποτε δι’ ἀναγκαῖον ἔργον, οἷον τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν ἢ τοῖς κάτω πᾶσιν, ἢ χερσὶ μόναις ἢ ποσίν, ἔνεστί σοι διὰ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι τὰ πρότερον κεκμηκότα, τὰ δ’ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα.
因为如果有时由于不可避免的工作(这在很多情况下常常发生在我们身上),你在上半身或下半身,或者仅在双手或双脚上过度劳作,你可以通过这项运动来休息先前疲劳的部位,并将先前完全闲置的部位提升到与它们同等运动的状态。
τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βαλεῖν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ παντάπασιν ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ σφοδρότερον.
因为在足够的距离外有力地投球,而完全不使用或极少使用双腿,在休息下半身的同时,更剧烈地活动了上半身。
τὸ δ’ ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις προσχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ.
另一方面,更多且快速地奔跑,并在许多距离外仅偶尔投球,会更多地锻炼下半身。
καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δ’ εὔτονον, τὸ ἐν ταῖς ἀντιλήψεσι καὶ βολαῖς καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν.
而其中急促而快速的因素,只要不伴随剧烈的紧张,就能更多地锻炼呼吸,而在阻挡、投球和接球中强有力的因素(但并不快速)则能更多地使身体紧张并强壮。
εἰ δ’ εὔτονόν θ’ ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον.
但如果它既强有力又急促,这将大大锻炼身体和呼吸,并成为所有运动中最剧烈的。
ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἶόν τε — τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄρρητον·
然而,无法写明在每种需要下应该紧张和放松到什么程度,因为每种情况下的具体分量是无法言传的,但可以在实际活动中发现并传授它,这正是所有决定权之所在。
— ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο.
因为如果因分量而受损,性质也是没有用的。
τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ἀφηγεῖσθαι.
这应当属于将要指导运动的体育教师的职责。
§5Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω.
那么,让讨论的其余部分结束吧。
βούλομαι γὰρ ἐφ’ οἷς εἷπον ἀγαθοῖς προσεῖναι τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἶς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει.
因为我希望,除了我已经提到的优点之外,还要将这一点归于这项运动,并且不漏掉它是如何免于其他大多数运动所陷入的危险。
δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ μεγάλαι θ’ ἅμα καὶ σφοδραὶ καθ’ ἕνα χρόνον ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτιαι γεγένηνται, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ οὓς πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν.
因为快速的跑步已经摧毁了许多人,破裂了致命的血管;同样,在同一时间猛然发出既大又激烈的声音,也成为了不少人最大灾难的起因;激烈的骑马也破裂了肾脏附近的某些东西,并常常伤害了胸部附近的器官,有时甚至伤害了输精管,这还且不论马匹失蹄的意外(骑手们常常因此从马鞍上摔落而当场丧命)。
οὕτω δὲ καὶ τὸ ἅλμα πολλοὺς ἔβλαψε καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια.
同样,跳跃也伤害了许多人,圆盘投掷和涉及弯腰的运动也是如此。
τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν;
至于那些从摔跤场出来的人,还有什么可说的呢?
ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον· ὡς γὰρ ἐκεῖνός φησιν ὁ ποιητὴς χωλαί τε ῥυσαί τε παραβλῶπες τ’ ὀφθαλμώ, οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους ἢ πάντως γέ τι μέρος πεπηρωμένους.
他们全都残缺不堪,不亚于荷马诗中的“祈祷女神”;因为正如那位诗人所说, “瘸腿、皱纹满面,双眼斜视,” 你同样会看到那些从摔跤场出来的人,要么瘸腿,要么关节畸形,要么骨折,或者无论如何身体某部位残疾。
εἰ δὴ πρὸς οἷς εἷπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.
如果在上面我所说的优点之外,小球运动还具有这种特点,即甚至不靠近危险,那么它在一切方面都会成为对人最有益的运动。

词汇与语法注释

  1. 907ψυχὴν εἰς ¦p.7¦ ¦907¦ πάντα δυνατὸν ὠφελεῖν — 不定式 `ὠφελεῖν` 依赖于非人称中性形容词 `δυνατόν`,意为“……是可能的”。`ψυχὴν` 是 `ὠφελεῖν` 的宾格直接宾语,而非其主语。
  2. 908δεῖ δὲ μέσως μὲν ἔχοντα — 分词 `ἔχοντα` 作为非人称动词 `δεῖ` 的宾格主语,最终支配不定式 `χρῆσθαι`。短语 `μέσως ἔχω` 是一个习惯表达,意为“处于适度状态”。
  3. 909τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον — 属格 `τῶν ... Λιτῶν` 是与比较级 `μεῖον`(“不亚于”)连用的比较属格。它引用了荷马《伊利亚特》(第9卷502-503行)中的“祈祷女神们”(Litai),她们被描述为跛足、有皱纹且斜视。

引用这一段

盖伦, 小球运动 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg034.humanitext-grc1:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。