§4Καίτοι γινώσκω τοὺς περὶ τὸν Ἀρχιγένην καί τινας ἔτι πρότερον ἐν μὲν ταῖς συστολαῖς πληροῦσθαι τὰς ἀρτηρίας οἰομένους, ἐν δὲ ταῖς διαστολαῖς κενοῦσθαι.
然而,我知道阿希真尼斯及其追随者,以及更早的一些人,认为动脉在收缩时被充满,在舒张时被排空。
πρὸς γὰρ τὴν ἕλξιν ἐπιτηδειοτάτην εἶναι νομίζουσι τὴν συστολὴν, τεκμαιρόμενοι μάλιστα τῷ τε στόματι καὶ ταῖς ῥισὶν κατὰ μὲν τὰς εἰσπνοὰς, ὡς ἐκεῖνοί φασι, συστελλομένοις, κατὰ δὲ τὰς ἐκπνοὰς διαστελλομένοις·
因为他们认为收缩最适合吸引,这主要是根据他们所谓的口和鼻在吸气时收缩、在呼气时舒张这一现象来推断的。
ὅπερ ἐπὶ τῶν ἀῤῥώστων μὲν τὴν δύναμιν ὁρᾶται γινόμενον.
而这的确见于那些体能衰弱的病人身上。
οὐδ’ οὖν οὐδ’ ἐπὶ τούτων, κᾂν ἄλλο τι μόριον ᾖ ἐν τοῖς ὑστάτοις καὶ χονδρώδεσι τῶν ῥινῶν.
然而即使在他们身上,除了鼻端和软骨部分的某些其他部位之外,也是见不到的。
ὁρᾶται δέ ποτε κᾀπὶ τῶν δραμόντων ὠκέως ἢ ἄλλως πως συντόνως γυμναζομένων, οὐ μὴν ἐπ’ ἄλλου γε οὐδενὸς, οὔθ’ ὑγιαίνοντος, οὔτε νοσοῦντος.
有时在快速奔跑或以其他方式剧烈运动的人身上也能看到,但绝不出现在任何其他健康或生病的人身上。
χρὴ δὲ τὴν φυσικὴν κατάστασιν, ἥτις ἂν ᾖ, τοῖς ἀπαραποδίστως τε καὶ ἀκριβῶς ὑγιαίνουσι μᾶλλον ἤπερ τοῖς ἄλλοις φαίνεσθαι.
然而,自然的状态无论是什么,都应该显现在那些毫无阻碍、完全健康的人身上,而不是其他人身上。
ἀλλ’ ἔστω γίνεσθαι πᾶσιν ὁμοίως, καὶ φαινέσθωσαν αἵ τε ῥῖνες καὶ τὰ χείλη συστέλλεσθαι τοῖς εἰσπνέουσι, τίς ἡ ἐκ τούτου πίστις τῷ ζητουμένῳ;
但退一步说,就算所有人都是一样的,且看到吸气时鼻和唇确实在收缩,这对于所探讨的问题又有什么证明力呢?
οὐ γὰρ δὴ ἀνάλογον φήσουσιν ἔχειν ταῖς ἀρτηρίαις τὰ χείλη καὶ τὰς ῥῖνας.
因为他们总不至于说,唇和鼻与动脉是相对应的。
ἀλλὰ τούτοις μὲν ἀνάλογον τὰ πέρατα τῶν ἀρτηριῶν, αὐταῖς δὲ ταῖς ἀρτηρίαις αἱ ἀπὸ τούτων ἐπὶ τὴν καρδίαν οἷον ὁδοὶ τοῦ πνεύματός εἰσιν.
相反,与这些(唇和鼻)相对应的是动脉的末端,而与动脉本身相对应的,则是从这些部位通往心脏的、可以说是精气的通道。
εἰ μὲν οὖν ἐκείνας ἔχουσι δεῖξαι συστελλομένας ἐν ταῖς εἰσπνοαῖς, εἴη ἄν τι πλέον αὐτοῖς τοῦ παραδείγματος· εἰ δὲ πρὸς τῷ μηδὲν ὠφελεῖσθαι ἔτι καὶ καθ’ ἑαυτῶν αὐτὸ ἐφέλκονται, ἐρούντων ἂν ἡμῶν, ὥσπερ ἡ φάρυγξ, καὶ ὁ πνεύμων, καὶ σύμπας ὁ θώραξ ἐν ταῖς εἰσπνοαῖς διαστέλλεται, καὶ τὰς ἀρτηρίας οὕτω χρῆναι διΐστασθαι, καθ’ ὃν ἕλκουσι καιρὸν, οὐ καθ’ ὃν ἐκπέμπουσι τὸ πνεῦμα.
因此,如果他们能证明这些通道在吸气时是收缩的,那么他们的例子也许还能说明些问题;但如果这不仅毫无帮助,反而让他们自相矛盾,那么我们就会说,正如咽喉、肺以及整个胸腔在吸气时都在舒张一样,动脉在吸引精气时也必须同样扩张,而不是在排出精气时。
ἀλλὰ καὶ ἡ μετὰ τὴν συστολὴν αὐτῶν ἡσυχία πολλῷ μακροτέρα γινομένη τῆς μετὰ τὴν διαστολὴν, ὥσπερ καὶ ἡ πρὸ τῆς εἰσπνοῆς τῆς μετ’ αὐτὴν, ἐνδείκνυταί τινα καὶ κατὰ τοῦτο ἀναλογίαν εἶναι τοῖς σφυγμοῖς πρὸς τὴν ἀναπνοήν.
此外,收缩之后的静止期比舒张之后的静止期长得多,正如吸气之前的静止期比吸气之后的静止期长一样,这也表明脉搏在这一方面与呼吸存在某种类比。
οἷον γοῦν τι ἡ εἰσπνοὴ τοῖς ἀναπνευστικοῖς ὀργάνοις, τοιοῦτον ἡ διαστολὴ ταῖς ἀρτηρίαις, καὶ οἷον γοῦν τι ἐκείνοις ἡ ἐκπνοὴ, τοιοῦτον ταῖς ἀρτηρίαις ἡ συστολή.
例如,吸气之于呼吸器官,正如舒张之于动脉;呼气之于呼吸器官,正如收缩之于动脉。
ταύτης δὲ τῆς διπλῆς καὶ συνθέτου τῶν ἀρτηριῶν κινήσεως, ἣν δὴ καὶ σφυγμὸν ὀνομάζομεν, ἐξηγεῖται μὲν ἡ καρδία, καθάπερ καὶ ἡμῖν ἐν ἑτέροις καὶ μυρίοις ἄλλοις πρὸ ἡμῶν ἀποδέδεικται, οὐ μὴν καθ’ ὃν Ἐρασίστρατος ὑπελάμβανεν τρόπον, ἀλλ’ ὡς Ἡρόφιλός τε καὶ Ἱπποκράτης, καὶ σχεδὸν οἱ δοκιμώτατοι πάντες τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων.
而对于动脉的这种双重且复合的运动——我们确乎也称之为脉搏——是由心脏主导的,正如我们自己在其他著作中以及在我们之前的无数人所证实的那样。 然而,这并不是以埃拉西斯特拉图斯所设想的方式,而是如赫罗菲拉斯、希波克拉底以及几乎所有最著名的古代医生和哲学家所认为的那样。
ἡ γὰρ ἐν τῷ σώματι τῆς καρδίας δύναμις, ὑφ’ ἧς διαστέλλεται καὶ συστέλλεται, διὰ τῶν χιτώνων ἐπιῤῥέουσα ταῖς ἀρτηρίαις ἁπάσαις, οὕτως αὐτὰς διαστέλλει καὶ συστέλλει, καθάπερ καὶ αὐτὴν τὴν καρδίαν.
因为心脏实体中使其舒张和收缩的力量,通过血管膜流入所有动脉,从而使它们像心脏本身一样进行舒张和收缩。
ὡς οὖν ἐκείνη διαστελλομένη μὲν εἰς ἑαυτὴν ἕλκει τὰ πλησιάζοντα τοῖς στόμασιν αὐτῆς, συστελλομένη δὲ ἐκθλίβει, οὕτω καὶ αἱ ἀρτηρίαι διαστελλόμεναι μὲν ἕλκουσι πανταχόθεν, συστελλόμεναι δ’ ἐκθλίβουσι πανταχόσε.
因此,正如心脏在舒张时将靠近其口部的物质吸入自身,在收缩时将其挤出一样,动脉在舒张时也从四面八方吸入,在收缩时则向四面八方挤出。