Humanitext Reader

盖伦 · 论脉搏的作用 §6

通过呼吸类比论证动脉舒缩的能动性

第 7 段,共 10 段 · 希腊语

内容简介

盖伦通过与呼吸的类比、死后血管的状态以及危机转折时脉搏强度的观察,讨论了动脉的舒张和收缩是否为能动活动,并论证了舒张同样是一种能动活动。

§6Κάλλιον δ’ εἶναί μοι δοκοῦσι ποιεῖν οἱ ζητοῦντες, ἆρά γε τὴν διαστολὴν, ἢ τὴν συστολὴν, ἢ ἀμφοτέρας ἐνεργείας χρὴ νομίζειν τῶν ἀρτηριῶν, ὥσπερ, οἶμαι, καὶ περὶ τῶν τῆς ἀναπνοῆς μερῶν εὐλόγως ἐζητήθη, πότερον τὴν ἐκπνοὴν, ἢ τὴν εἰσπνοὴν, ἢ ἀμφοτέρας ἐνεργείας ὑποληπτέον ὑπάρχειν.
在我看来,那些探究应该将动脉的舒张、收缩还是两者都视为其活动的人,显然做得更好;这正如我想,人们也曾合理地针对呼吸的各个部分进行探究,即应该将呼气、吸气还是两者都视为其活动。
ἀλλὰ περὶ μὲν ἐκείνων ἐν ἑτέροις εἴρηται τὰ εἰκότα, περὶ δὲ τῆς τῶν σφυγμῶν κινήσεως νῦν ζητητέον.
关于前者,在其他著作中已经作了合理的论述,而现在我们必须对脉搏的运动进行探究。
εἰ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς αὐτῆς ἐνεργείας ἕνεκα γεγόνασιν ἀναπνοή τε καὶ σφυγμὸς καὶ πρὸς τῶν αὐτῶν δημιουργουσῶν δυνάμεων, ῥᾴδιον ἂν εἴη τῇ πρὸς ἐκείνην ὁμοιότητι καὶ περὶ τῶν σφυγμῶν τι τεκμήρασθαι.
因此,如果正如所说,呼吸和脉搏是为了相同的活动、并且由相同的塑造力量而产生的,那么通过与前者的相似性来对脉搏做出某种推测,应该是不难的。
ἐπεὶ δὲ τῶν μὲν σφυγμῶν ἡ ζωτικὴ δύναμις ἡ ἀπὸ τῆς καρδίας ὁρμωμένη δημιουργὸς, τῆς δ’ ἀναπνοῆς, ὡς ἐδείξαμεν, ἡ ἀπ’ ἐγκεφάλου ψυχικὴ, οὐδὲν ἂν ἡμῖν ἐκ τῶν ὑπὲρ ἐκείνης εὑρημένων εὐποροῖ τῆς πρὸς τὰ παρόντα χαλεπωτέρας δήπου τῆς εὑρέσεως, καὶ διότι μετὰ τὸν θάνατον οὐχ ὥσπερ τὰς φλέβας ἔστιν ἰδεῖν εἰς ἑαυτὰς συμπιπτούσας, οὕτω καὶ τὰς ἀρτηρίας.
但是,由于脉搏的塑造者是源自心脏的生命力量,而呼吸的塑造者——如我们所证明的——是源自大脑的灵魂力量,因此,关于呼吸所发现的结论无法为我们当前这显然更为困难的发现提供任何便利,而且这也是因为,在死后,人们无法像看到静脉自相塌陷那样,看到动脉也同样塌陷。
αἱ μὲν γὰρ, ὅταν κενωθῶσι τοῦ αἵματος, εἰς ἑαυτὰς συνιζάνουσι τελέως, ὥστε τοὺς ἄνωθεν αὐτῶν χιτῶνας ἐπιπίπτειν τοῖς κάτωθεν, αἱ δ’ ἀρτηρίαι μέχρι παντὸς διεστηκυῖαι φαίνονται, διὰ τὸν ἕτερον δηλονότι τῶν ἐν αὐταῖς χιτώνων τὸν σκληρόν.
因为静脉在排空血液时会完全陷下去,以至于它们上面的血管膜塌落在底下的血管膜上;而动脉则显得始终保持张开,这显然是因为它们之中的另一层膜,即那层坚硬的膜。
καίτοι τινὲς καὶ αὐτὸ τοῦτο μετὰ τὸν θάνατον γίνεσθαί φασι, πηγνυμένων ὑπὸ τῆς ψύξεως αὐτῶν καὶ οὐ φύσει τοιούτων οὐσῶν.
然而,有些人说这本身也是死后才发生的,是因为受到寒冷的冻结,而它们在天性上并非如此。
ἕτεροι δὲ εἰς θερμὸν ὕδωρ ἐμβαλόντες, εἶτ’ ἔτι διεστώσας ὁρῶντες, οὕτω πείθονται διακεῖσθαι καὶ πρὸ τοῦ θανάτου· ἐπανελθεῖν γὰρ ἂν εἰς τὴν ἀρχαίαν φύσιν, ἀπελθούσης τῆς ψύξεως, εἰ δὴ ταύτῃ τι ἐνενεωτέριστο.
而另一些人则把它们放入温水中,看到它们依然保持张开,从而确信它们在死前也是处于这种状态;因为如果确实因寒冷而发生了某种变异,那么随着寒冷的消退,它们本该恢复到原先的自然状态。
παντοίως οὖν ἀπόρου τοῦ ζητουμένου ὄντος, οἷς τεκμαιρόμενος ἀμφοτέρας τὰς κινήσεις τῶν ἀρτηριῶν ἐνεργείας εἶναι νομίζω, καὶ δὴ φράσω.
因此,既然所探究的问题在各方面都极其困难,那么我就来说明我用以推断动脉的两种运动都是其活动的依据。
τὴν μὲν διαστολὴν, ἔτι τῆς δυνάμεως ἐῤῥωμένης, μεγάλην γίνεσθαι, ὥσπερ τοὐναντίον, αὐτῆς ἀσθενούσης, μικρὰν εἶναι, πᾶσι πρόδηλον.
力量尚强时舒张便大,反之,力量衰弱时舒张便小,这是人人皆知的。
ἐχρῆν δὲ, εἴπερ, ὥς τινες οἴονται, τὸ μὲν συστέλλεσθαι τῶν ἀρτηριῶν ἐνέργεια, τὸ δὲ διαστέλλεσθαι εἰς τὴν κατὰ φύσιν τῶν χιτώνων διάστασιν ἐπάνοδος αὐτόματος, πρῶτον μὲν ἴσον ἀεὶ τὸν ὄγκον ὑπάρχειν τῶν διαστολῶν, ἔπειτα μηδὲν μᾶλλον ἐῤῥωμένης ἢ ἀῤῥώστου δυνάμεως εἶναι ἔργον τὸ μέγεθος·
但是,如果像某些人所认为的那样,动脉的收缩才是活动,而舒张只是自动恢复到血管膜的自然扩张状态,那么首先,舒张的体积应该总是相等的;其次,其大小绝非力量强弱所产生的效果。
οὐδέτερον δ’ οὕτως ἔχει.
但事实并非如此。
καὶ πρόσεστιν ἕτερον τεκμήριον οὐ μικρὸν εἰς ταὐτὸν συντελοῦν.
此外,还有另一个不小的证据有助于得出相同的结论。
μέγιστοι καὶ ὑψηλότατοι σφυγμοὶ τοῖς κάλλιστα κριθησομένοις γίνονται.
在那些将要获得最佳危机转折的人身上,会出现最大、最高的脉搏。
καίτοι τότ’ οὐκ ἄν τις οὐδὲ μαινόμενος εἴποι τὴν δύναμιν ἀῤῥωστεῖν.
然而,那时绝不会有人——即便是疯子——会说其力量是虚弱的。
εἰ γὰρ τὸ καλῶς κριθῆναι γίνεται ἐνδείᾳ δυνάμεως, τὸ κακῶς δι’ εὐρωστίαν δηλονότι γενήσεται· εἰ δὲ τοῦτο, καὶ τὸ ἀποθανεῖν αὐτὸ ῥώμης ἔργον εἶναι φήσομεν.
因为如果良好的危机转折是由于力量不足而产生的,那么不良的转折显然将是因为力量强健而产生;如果是这样,我们甚至要说死亡本身也是力量的作用了。
τί οὖν ἂν εἴη γελοιότερον;
那么,还有什么比这更荒谬的呢?
ἀλλὰ καὶ τὸ τὸ σφοδρὸν τῆς πληγῆς ἐν τῷ διαστέλλεσθαι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον ὑπάρχειν τῶν σφυγμῶν ἐπίτασιν καὶ ἄνεσιν ἐνεργείας ἐνδείκνυται.
此外,在舒张过程中,脉搏搏动的剧烈程度在某些脉搏中较强,而在另一些中较弱,这也表明了活动的增强和缓和。
εἰ δὲ τὸ φαῦλον τῆς ἐνεργείας ἦν ἡ διαστολὴ, καθάπερ ἡ ἐκπνοὴ, οὔτ’ ἂν τὸ μᾶλλόν τε καὶ ἧττον ἦν ἐν αὐτῇ, καθὰ ἐν ταῖς ἐκπνοαῖς, οὔθ’ ὅλος ὁ τόνος τε καὶ ἡ σφοδρότης τῆς προσβολῆς.
但如果舒张是活动的缺乏,就像呼气一样,那么其中既不会有像在呼气中那样的更强和更弱,也根本不会有冲击的紧张感和剧烈性。
ἡ μὲν οὖν διαστολὴ διὰ ταῦτά τε καὶ ἄλλα παραπλήσια τούτοις ἐκ τοῦ τῶν ἐνεργειῶν εἶναί μοι φαίνεται γένους, καὶ σώζοιτ’ ἂν ἔτι καὶ κατὰ τοῦτο ἡ πρὸς τὴν ἀναπνοὴν τῶν σφυγμῶν ὁμοιότης.
因此,由于这些以及其他类似的原因,舒张在我看来属于活动的范畴,而且在这一点上,脉搏与呼吸的相似性也将依然得以保持。

词汇与语法注释

  1. §6Κάλλιον δ’ εἶναί μοι δοκοῦσι ποιεῖν οἱ ζητοῦντες — δοκοῦσι(似乎)的主语是分词短语 οἱ ζητοῦντες(探究的人),不定式 ποιεῖν(做、行动)依赖于它。κάλλιον 作为副词修饰 ποιεῖν,整体结构意为“那些探究的人似乎做得更好”。
  2. ¦p.170¦οὐδὲν ἂν ἡμῖν ἐκ τῶν ὑπὲρ ἐκείνης εὑρημένων εὐποροῖ τῆς πρὸς τὰ παρόντα χαλεπωτέρας δήπου τῆς εὑρέσεως — 动词 εὐποροῖ(εὐπορέω的现在时主动祈愿态单数第三人称,与 ἄν 连用表示潜在或可能)支配属格 τῆς ... εὑρέσεως(发现)。主语是中性代词 οὐδέν(没有任何东西)。
  3. ¦p.171¦ἐχρῆν δὲ, εἴπερ ... — 非人称动词 χρή 的未完成过去时 ἐχρῆν 在此不带 ἄν 连用,构成违背事实虚拟条件句的结论部。尽管条件部(εἴπερ...)形式上是直说现在时,但整句传达了“(如果确实……)本该如此(但实际上并非如此)”的反事实含义。
  4. ¦p.172¦τὸ φαῦλον τῆς ἐνεργείας — 中性名词化形容词 τὸ φαῦλον(源自 φαῦλος,意为“平庸的、简单的、劣等的”)在此与能动的“活动(ἐνέργεια)”相对比,指代“被动状态”或“能动力量的缺乏”。它指像呼气(ἐκπνοή)那样,属于一种不带主动力量的被动过程。

引用这一段

盖伦, 论脉搏的作用 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。