Humanitext Reader

盖伦 · 论灵魂激情与错误的诊断与治疗 §6

避免轻率独断与保留同意的必要性

第 10 段,共 12 段 · 希腊语

内容简介

作者阐明,为避免在达至真理的过程中陷入独断与轻率的判断,在感觉和理智两方面都必须保持保留同意的动态,直至获得明白显赫的呈现,并指出虚荣心是如何驱使轻率之人陷入错误断言的。

§6Καιρὸς οὖν ἡκέναι δοκεῖ τι φθέγξασθαι κᾀμὲ, βραχεῖαν μὴν ἐλπίδα τοῦ φράξαι τὴν δοξοσοφίαν ἔχοντα μὴ καταλείπειν ἀπείραστον, ἡγούμενον μέν τι δ’ εἶναι μηδ’ αὐτὸ τοῦτο βραχύ.
因此,看来我也到了该说些什么的时候了。 虽然我对于阻止他们那自以为是的虚妄智慧仅抱有微小的希望,但由于我认为即使是这尝试本身也绝非小事,因而不应让其未经尝试便被放弃。
καὶ τοίνυν ἐφ’ ᾧ ὡμολόγηται μὲν ἡ ἀπὸ τῶν ἐναργεστάτων ἀρχὴ πάσης ἀποδείξεως, ἀλλ’ εὐθὺς ἡ πρώτη μετάβασις ἀπ’ αὐτῶν ἐπὶ τὸ τῶν ἀδήλων, οὐ συγχωρεῖται μὲν ὑπὸ τῶν Ἀκαδημαϊκῶν τε καὶ Σκεπτικῶν, ἡμῖν δὲ τοῦτο μὲν ἀλλήλοις συνεχώρει, ὅτι μὲν ἄλλο εὑρισκόμεθα τὴν ἐκείνων ἀπορίαν κρατύνοντες.
诚然,尽管从最明白显赫的事物出发作为一切证明的开端已达成了共识,然而,直接从这些事物向不可见事物的第一次过渡,却立刻不被阿卡德米学派和怀疑派所承认;虽然我们之间在这一点上互有共识,但在另一个方面,我们却被发现强化了他们的疑难。
ὄντων γὰρ ἐναργῶς τῶν μὲν πρὸς νόησιν, τῶν δὲ πρὸς αἴσθησιν, ἀλλήλοις ἐνίοτε μὲν δοκεῖ μάχεσθαι ταῦτα.
因为在显然既有属于理智把握的对象,又有属于感觉把握的对象的情况下,这些对象有时似乎会相互冲突。
καὶ πρῶτά γε τοῦτο αὐτὸ γεγυμνασμένου δεῖται, τοῦ δείξοντος οὐδέποτ’ ἀλλήλοις αὐτὰ διαφέρεσθαι.
而首先,单是这一点就需要一个受过训练的人,来向人们表明它们之间绝不冲突。
δεύτερον ἐπὶ τῷδε μέγιστόν ἐστιν, ἀπὸ τῶν ἐναργῶς φαινομένων γνωρίζειν τὰ τοιαῦτα· τινὲς γὰρ ὑπὸ προπετείας τοῖς μηδέπω φαινομένοις ἐναργῶς ὡς τοιούτοις συγκατατιθέμενοι σφάλλονται.
其次,紧随其后且最为重要的是,要从明白呈现的事物中去认识这些事物;因为有些人由于轻率,对那些尚未作为此类事物明白呈现的事物予以同意,因而陷入了错误。
καὶ τί θαυμάζειν, ἔφης, εἰ πρὸς διάνοιαν ἐναργῆ τοῦτο συμβαίνει τοῖς προπετέσιν, ὁρῶντας αὐτὸ κᾀπὶ τῶν πρὸς αἴσθησιν ἐνίους πάσχοντας ἑκάστην·
正如你所说:“如果对于明白的理智认识,轻率的人也会发生这种情况,那又有什么好奇怪的呢? 因为我们看到,有些人甚至在面对个别的感觉认识时也会犯同样的错误。
ὅτι ἐξ ἀπόπτου γοῦν θεασάμενοι παραγενόμενόν τινα Δίωνά φασιν, εἰ οὕτως ἔτυχεν, εἶναι τὸν ἀφικνούμενον, ὡς βεβαίως εἰδότες· ὥστ’ ἐνίοτε πλησίον ὀφθεὶς ὁ παραγενόμενος ἐφάνη Θέων, οὐ Δίων ὑπάρχειν.
”也就是说,他们至少从远处望见有人走来,便声称那是比如碰巧走来的狄翁,仿佛他们确凿知道一般;结果有时,当那走来的人走到近处被看见时,显现出来的却是泰翁,而不是狄翁。
εἰ μὲν οὖν ἀπαράλλακτος ἡ φαντασία τῶν πόῤῥωθεν ὁρωμένων ἐστὶ καὶ τῶν ἐγγύθεν, οὐ διαφωνοῦντες ἀλλήλοις ἐπὶ τῶν πόῤῥωθεν ὁρωμένων οὔτ’ ἐλέγξουσιν, οὔτ’ ἐλεγχθήσονταί ποτε· εἰ δ’ ἐστὶν ἄλλη ἐνέργεια τῶν πλησίον ὁρωμένων, ἄλλη δὲ τῶν οὐ πλησίον, οἷσι πειρωμένων τὴν ἐκ τοῦ πλησίον γιγνομένην, εἰκότως σφάλλονται.
因此,如果从远处所见之物的表象与从近处所见之物没有区别,那么那些在远处所见之物上互持异议的人,既不能驳倒对方,也绝不会被对方驳倒;但如果近处所见之物的活动与非近处之物的活动确实不同,那么对于那些在近处产生的表象尚未确立便进行尝试的人来说,他们自然会陷入错误。
τοῦτ’ οὖν αὐτὸ πρῶτον ἀναμνήσθητι, πρὶν ἐπὶ τὰ πρὸς διάνοιαν ἐναργῆ μετιέναι καὶ σύ ποτε προπετῶς, ὁρατὸν δέ τινα τὸν προσιόντα, φέρε μὲν ἵππον, ὡς ἔτυχε, πλησίον ἐγνῶσθαι Θεόδωρος ὤν· ἢ δι’ ὅλου τοῦ βίου σαυτὸν ἀνάσχες ἀπὸ τῆς τοιαύτης συγκαταθέσεως, ἣν ὀνομάζουσί τε πρόπτωσιν καὶ προπέτειαν.
因此,在转向理智上明白的事物之前,首先请你自己也回忆一下,你是否也曾轻率地判断过一个正在走来的可见之物,比如碰巧在近处被确认为马,而你当时是泰奥多洛;否则,请在你的整个人生中克制自己,不要给予这种被人们称为“抢先”或“轻率”的同意。
ἐγὼ μὲν σοὶ λέγω μόνῳ, οὐδεὶς ἔχει με δεῖξαι τοιοῦτόν ποτε ἐσφαλμένον οὐδέν.
我只对你一个人说,没有人能够证明我曾犯过任何这样的错误。
ἐκ μειρακίου γὰρ ἐπέχειν ἐμαυτὸν εἴθισα προπετοῦς συγκαταθέσεως, ὥσπερ ἐν τοῖς πρὸς αἴσθησιν, οὕτω καὶ τοῖς πρὸς λόγον φαινομένοις, ἐφ’ ἃ μεταβὰς ἤδη πάλιν ἀναμνησθῆναί σε κᾀνταῦθα παρακαλῶ, μηδενὶ ψευδῶς συγκαταθέμενον ἑαυτὸν, ὥσπερ ἑκάστης ἡμέρας ὁρῶ παμπόλλους τῶν φίλων, ἐνίους μὲν ἑνὶ τῶν εἰπόντων ὁτιοῦν πιστεύσαντας, εἰ δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες εἴποιεν ταὐτὸν, οὐκ ἀντέχοντας, ἀλλὰ πάντως συγκατατιθεμένους ἑνὶ, προπετῶς δὲ καὶ ὃ τρισὶν, ἢ τέσσαρσιν, ἄνευ τοῦ διορίσασθαι, πότερον ἐνδέχεται πάντας αὐτοὺς ἐκ μιᾶς αἰτίας κοινῆς ἀληθεύειν, ἢ ψεύδεσθαι πάντας ἐκ μιᾶς αἰτίας κοινῆς.
因为我自幼年起,便习惯了克制自己,不给予轻率的同意,正如在感觉上呈现的事物中如此,在理性上呈现的事物中亦是如此。 现在转向理性上呈现的事物,我在此也同样奉劝你重新记住,不要让自己对任何虚假的事物给予同意,正如我每天看到我极多的朋友所做的那样:他们中有些人一听到任何人说了任何话便予以相信,而如果有两、三、四个人说了同样的话,他们便无法坚持,而是完全同意其中一人,或者轻率地同意那三四个人所说的话,而不去区分:究竟是他们所有人可能出于一个共同的原因而说了真话,还是所有人可能出于一个共同的原因而说了假话。
βέλτιον οὖν ἐνταῦθα βραδύνειν, ὥσπερ ἐγὼ ποιῶ, κᾂν ὅτι μάλιστά με καλῶσιν ἐπισκώπτοντες ἄπιστον οἱ προπετῶς συγκατατιθέμενοι.
因此,在这里放慢脚步是更好的,正如我所做的一样,哪怕那些轻率同意的人极尽嘲讽之能事,称我是“不可信的人”。
τῶν φίλων γοῦν εἰσί τινες, οἳ πυθόμενοι παρά τινος, ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων, ἤγγειλαν μὲν ἡμῖν ἥκοντα τὸν ἄνθρωπον, ἠλέγχθησαν δὲ ψευδόμενοι, ὡς, ὅταν ἐπιτιμήσω, τοσοῦτον δέουσιν εἰς τὸν μέλλοντα παρασκευάσασθαι ἑαυτοὺς ἀσφαλεστέρους, ὥστ’ ἀγανακτοῦσι πρός με, καί φασιν, αὐτοὺς μὲν οὐκ εἶναι τῆς ψευδολογίας αἰτίους, πιστεῦσαι γὰρ εἰπόντι τόδε τινὶ, τὸ δ’ ἁμάρτημα μὲν ἐκείνου γεγονέναι, μὴ βουλόμενοι θεάσασθαι τὸ προστιθέμενον εἰς ἑαυτοὺς ἁπάσαις ταῖς προπετῶς συγκαταθέσεσιν.
至少在我的朋友中,有些人从某人那里听说某个旅居在外的人已经抵达,便向我们报告说那人来了,结果却被证实是在说谎;以至于当我责备他们时,他们不仅没有在未来让自己变得更谨慎,反而对我感到愤怒,并声称他们自己并不是这虚假报告的起因,因为他们只是相信了某个如此说话的人,而错误在于那个人,他们不愿看到由自己一切轻率的同意而加诸自身的责任。
εἰ μὲν γὰρ, ὥσπερ ἐγὼ λέγειν εἴωθα, τόνδε μοί τινα περὶ τοῦδε τόδε τι διηγήσασθαι, καὶ αὐτοὶ κατὰ τὸν αὐτὸν τρόπον ἐποιοῦντο τοὺς λόγους, οὐκ ἂν ἐψεύδοντο.
因为,如果像我习惯说的那样,“关于这件事,某人曾对我讲过如此这般的话”,他们也以同样的方式进行陈述,那么他们就不会说谎了。
νῦν δ’, ἐπεὶ τῷ πιστεύειν τῷ λέγοντι σφάλλονται, οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ σφᾶς αὐτοὺς συνεπέδειξαν αὐτῷ ψευδομένους, ἐνόν γε αὐτοῖς οὐκ ἀποφαινομένοις εἰπεῖν, ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων φίλων, ἀλλ’ ἀκηκοέναι παρὰ τοῦδε.
然而现在,由于他们因相信说话者而陷入错误,他们不仅表明了那个人在说谎,也表明了他们自己正与他一起说谎,而他们本来是可以不作断言,而是说“并非听闻某个旅居在外的友人的抵达,而是从这个人那里听说的”。
ὁπότ’ οὖν ἐπὶ τοσούτων πραγμάτων οὐ μακρὸν ὕστερον αὐτοὺς ἐλεγχθέντων ψευδομένους οὐ παύονται προπετῶς συγκατατιθέμενοι, τί χρὴ νομίζειν ἐπὶ τῶν ἀδήλων αὐτοῖς ὄντων δυσκολωτέρων προσάπτεσθαι;
因此,既然在如此多不久后便被证实是虚假的事情上,他们都不停止轻率地给予同意,那么当他们接触到对他们而言更为困难的不可见事物时,又该如何指望他们呢?
εὐκολώτερον μὲν γάρ ἐστιν, ἑνὸς ἀεὶ μνημονεύειν τοῦ περιμένειν ἐναργῶς ἐν ἀκριβεῖ, χαλεπώτατον δὲ, διότι τοῦτ’ αὐτὸ ποιεῖν οὐκ ἐθέλουσιν οἱ  πολλοί.
因为,始终记住要准确地等待明白显赫的呈现,这在道理上是较为容易的,但之所以极难,是因为大多数人不愿意做这同一件事。
καὶ ζητοῦντί γέ μοι τὴν αἰτίαν τῆς προπετείας αὐτῶν, εἰ μὴ ἄρα πλεονεξία κατεφάνη πάντ’ ἐργάζεσθαι τὰ τοιαῦτα.
而当我探究他们轻率的原因时,看来除非是虚荣心被表明引起了所有这些事情。
τὸ γὰρ τάχ’ ὁτιοῦν ἢ δι’ αἰσθήσεως, ἢ διὰ νοήσεως εὑρίσκειν ἐπαινῶ μόνον ὁρῶντες, οἴονται βελτίους ἑαυτοὺς ἐπιδείξειν τῷ πέλας ἐν τῷ τάχει τῆς διαγνώσεως τάχος, ἀλλ’ ἀγνοίας ἐπιδείκνυνται.
因为看到只有在感觉上或理智上迅速发现任何事物才受到称赞,他们便以为通过自己诊断的迅速能向邻人表明自己更为优秀,但他们所表明的,其实只是无知的迅速。
ταῦτα μὲν οὖν ἔφην εὑρῆσθαί μοι κοινῇ πρὸς ἅπαντας, ὅσοι προπετῶς ἀποφαίνονται.
因此,我说过,这些是我针对所有轻率作出断言的人所共同发现的。

词汇与语法注释

  1. 549Καιρὸς οὖν ἡκέναι δοκεῖ τι φθέγξασθαι κᾀμὲ — 以 “καιρός” 为主语,“ἡκέναι δοκεῖ” 构成动词短语“看来已经到来”。带有宾格主语 “κἀμέ” 的不定式 “φθέγξασθαι” 修饰 “καιρός”(我发言的时候),以此整理了这一长句开端的复杂句法关系。
  2. 549ἔχοντα μὴ καταλείπειν ἀπείραστον — “ἔχοντα” 是与 “κἀμέ” 一致的宾格分词,表示让步(“虽然拥有”)。“μὴ καταλείπειν” 是依赖于主句动词 “δοκεῖ” 的第二个不定式,意为“看来[不应当]放弃”。
  3. p.94ὁρῶντας αὐτὸ κᾀπὶ τῶν πρὸς αἴσθησιν ἐνίους πάσχοντας ἑκάστην — 分词 “ὁρῶντας” 为宾格复数。虽然在格上与前面的 “τοῖς προπετέσιν”(与格)不一致,但它在宾格上与不定式 “θαυμάζειν” 未表达出的主语(一般人或对话者)一致。
  4. p.98τὸ γὰρ τάχ’ ὁτιοῦν ἢ δι’ αἰσθήσεως, ἢ διὰ νοήσεως εὑρίσκειν ἐπαινῶ μόνον ὁρῶντες — 分词 “ὁρῶντες” 为主格复数,与主句动词 “οἴονται” 的主语一致。“ἐπαινῶ” 被理解为 “ἐπαινεῖσθαι”(被动不定式)或类似形式的讹误,构成了“看到唯有发现……才受到称赞”的句式结构。

引用这一段

盖伦, 论灵魂激情与错误的诊断与治疗 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg029.humanitext-grc1:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。