§5#3ταῦτα πάντα ἄνθρωποι καλῶς φασι λέγεσθαι πλὴν τῶν δοξοσόφων τε καὶ προπετῶν, οἷς ἡ ἐπὶ τὴν ἀλήθειαν ὁδὸς οὐ μακρά τίς ἐστιν, οὐδ’ αὖ τοιαύτη, ὁποίαν Ἡσίοδος ἐπὶ τὴν ἀρετὴν εἶναί φησιν, ἀλλὰ σύντομος καὶ βραχεῖα, μᾶλλον δ’ οὐδ’ ὅλως ἐστίν.
除了那些自以为是和轻率的人之外,人们都说这些话讲得很好。 对那些人来说,通往真理的道路并不遥远,也绝非像赫西俄德所说通往美德之路那样,而是简捷而短暂的,或者更确切地说,根本不存在。
εἰ γὰρ αὐτὰ τὰ πράγματα διδάσκει τὴν ἑαυτῶν φύσιν ἅπαντας ἀνθρώπους, οὐ χρὴ κατατρίβεσθαι γυμναζομένους ἐν ταῖς λογικαῖς μεθόδοις.
因为如果事物本身向所有人传授它们自己的本性,那么就没有必要在逻辑方法中锻炼自己来消磨时间。
ἆρ’ οὖν, ὦ δοξοσοφώτατοι, κᾂν τοῦτό γε συγχωρήσετε εἶναι πρόδηλον ἡμῖν τοῖς ἄλλοις, ὁπόσοι μή πω τὴν ὑμετέραν σοφίαν ἐσμὲν σοφοὶ, τὸ πάντας ἀνθρώπους ἐγνωκέναι δεῖν ἁπάντων πραγμάτων τὴν ἀλήθειαν, εἴπερ ἡ φύσις αὐτῶν ἱκανὴ διδάσκειν ἐστὶν ἑαυτήν;
那么,最自以为是的人啊,你们难道不向我们这些还没有聪明到拥有你们智慧的其他人承认,至少这一点是显而易见的吗? 即:如果事物的本性足以传授自身,那么所有人必定已经认识到了所有事物的真理。
ἀναδύονται πάλιν, ὅταν οὕτως ἐρωτηθῶσιν, καί φασιν, οὐ πάντας ὑπὸ τῶν πραγμάτων διδάσκεσθαι.
当被这样问及的时候,他们又退缩了,并且说,并非所有人都是由事物所教导的。
τίνες οὖν εἰσιν οἱ διδασκόμενοι, πάλιν ἐρωτώντων ἡμῶν, ἑαυτοὺς μόνους φασίν· τί γὰρ ἔχουσιν εἰπεῖν ἄλλο, φυλάττειν γε τὴν ἐξ ἀρχῆς ἀλαζονείαν προῃρημένοι;
当我们再次追问:“那么谁是受教导的人呢? ”他们说:“唯有我们自己”;因为他们既然选择维持最初的自大,还能说什么别的呢?
ἀλλ’ οὐχ ἡμεῖς γε πιστεύομεν αὐτοῖς ἀποφαινομένοις ὃ βούλονται.
但我们并不相信他们随心所欲的断言。
διὰ τί γὰρ, ὦ πρὸς θεῶν, μόνοις αὐτὰ τὰ πράγματα τὴν αὑτῶν φύσιν ἐπιδείκνυνται;
因为,看在神明的份上,为什么事物本身只向他们展示自己的本性呢?
πότερον, ὅτι μόνοι μηδὲν τῶν πρώτων μαθημάτων μεμαθήκασιν;
是因为唯有他们没有学过任何初等学问吗?
ἀλλὰ ψεῦδος τοῦτο, καὶ γὰρ ἄλλοι πολλοὶ τούτων οὐδὲν ἔμαθον.
但这显然是虚假的,因为确实还有许多其他人也什么都没有学过。
ἀλλ’ εἰ τὴν λογικὴν ψυχῆς δύναμιν ἤσκησαν ἐν μαθήμασιν, ἔργον μαρτυρεῖ δυναμένους αὐτήν· καὶ μὴν οὐδέπω ἥψαντο τοιαύτης θεωρίας.
但如果他们在学问中锻炼了灵魂的理性能力,他们的成果就会证明他们有此能力;然而他们从未接触过这样的理论。
ἴσως δὲ φήσουσι μόνοι τε γενέσθαι συνετοὶ καὶ βλέπειν ἐπιληπτικῶς τὰ πράγματα, καθάπερ Λυγκεὺς τὰ κατὰ γῆς.
或许他们会说,唯有他们天生聪颖,能直觉地洞察事物,就像林叩斯看清地底下的东西一样。
τί ποτ’ οὖν, εἰ οὕτως αὐτῶν ὀξυδερκής ἐστιν ἡ ψυχὴ, καταγελαστότατοι πάντες εἰσὶν ἐν τοῖς τοιούτοις προβλήμασιν, ὧν ἡ εὕρεσις αὐτὴ μαρτυρεῖ τοῖς εὑρίσκουσιν ἀληθῶς αὐτά;
那么,如果他们的灵魂如此敏锐,为什么在那些其发现本身就足以向真正发现者作证的问题上,他们所有人都显得最滑稽可笑呢?
τού των γὰρ ἓν οὐδεὶς οὐδέποτ’ αὐτῶν εὑρεῖν ἠδυνήθη, ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδασκόντων, οἱ μὲν ἄλλοι μανθάνουσιν, ἐκεῖνοι δὲ μόνοι δι’ ἀγυμναστίαν καὶ βραδύτητα ψυχῆς μὴ μανθάνουσιν· εἶτα παρακαλοῦσιν ἐμὲ, καί τις ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήσειεν, ἀλλ’ εἰπεῖν γε τὸ εἰρημένον οὐ δύναται.
因为他们中没有任何人曾能发现这些问题中的哪怕一个。 甚至当发现者们在讲述和传授时,其他人都能学会,唯独他们因为缺乏锻炼和灵魂的迟钝而无法学会;随后他们跟着我,他们中或许有人能偶然跟上,但绝无法复述所说的话。
τίς οὖν μείζων τυφλότης εἰς τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶσίν ἐστι τῆς τοιαύτης τῶν τοιούτων;
因此,对于认识自己的错误而言,还有什么比这些人身上的这种盲目更大的盲目呢?
ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων ἑαυτοὺς ὁρῶντες ἀφυεστέρους εἴς τε τὸ νοῆσαι καὶ μνημονεῦσαι καὶ τὰ δι’ ἀριθμητικήν τε καὶ γεωμετρίαν ἀρχιτεκτονίαν τε καὶ ἀστρονομίαν εὑρισκόμενα τὰ τῆς φιλοσοφίας εὑρηκέναι νομίζωσιν οὕτω ῥᾳδίως, ὡς ἀποφαίνεσθαι τολμᾷν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶς ἀποδείξεως καὶ μεθόδου λογικῆς.
当人们看到自己在理解和记忆上,以及在通过算术、几何、建筑和天文所发现的事物上,比普通人更无天赋,却认为自己如此轻易地发现了哲学的事物,以至于竟敢断言事物在没有证明和逻辑方法的情况下自身展示了它们。
ὅτι δὲ ἑκόντες ἑαυτοὺς κολακεύουσιν, οὐκ ἀλήθειαν ζητοῦσιν, ἔνεστι γνῶναι κᾀκ τοῦ κατά τινος ἕκαστον αὐτῶν ἀνατείνεσθαι παρὰ τοῖς φοιτηταῖς, ἅπαντάς τε διαβάλλουσι τοὺς ἄλλους ὡς ἐσφαλμένους.
而他们甘愿自我奉承、不寻求真理,也可以从他们每个人在学生面前针对某人大发雷霆,并诽谤所有其他人都是错误的这一事实中得知。
ἐγὼ δὲ συνάγων αὐτοὺς εἰς ταὐτὸν, οὐχ ὑπομένουσιν, ἀλλὰ τὴν αἰδῶ τινι καταπροτείνονται, καὶ φάσκουσι μὴ δύνασθαι φθέγξασθαι, παρόντων ἀνθρώπων πλειόνων· καίτοι τινὲς αὐτῶν ἀκροατὰς ἔχουσιν, ὁ μὲν κ΄, ὁ δὲ λ΄ καί ποτε καὶ πλείονας, οὐκ αἰσχυνόμενοι λέγειν ἐπ’ αὐτοῖς.
但当我把他们召集到同一个地方时,他们却无法忍受,而是以某种羞怯为借口,声称在人数较多时无法发言;尽管他们中有些人拥有听众,有的二十人,有的三十人,有时甚至更多,在他们面前演讲却毫不羞耻。
ἀλλ’ ὅταν ἐγὼ μὲν τρεῖς ἢ τέτταρας ἀξιώσω παρεῖναι τῷ συλλόγῳ, Πλατωνικοὺς δ΄, τρεῖς ἢ τέτταρας Ἐπικουρείους, ἴσους τε τὸν ἀριθμὸν ἄλλους Στωϊκούς τε καὶ Περιπατητικοὺς, ἢ τρεῖς πρὸς τούτοις, ἤτοι γ’ Ἀκαδημαϊκοὺς, ἢ Σκεπτικοὺς, ὡς γίνεσθαι πάντας ἐκ φιλοσοφίας ἀνθρώπους εἴκοσιν, ἄλλους τε πρὸς αὐτοῖς τοσούτους τῶν γεγυμνασμένων μὲν ἐν μαθήμασι τὴν λογικὴν δύναμιν, ἀγνοοῦντας δὲ τοὺς κατὰ φιλοσοφίαν λόγους, οὐδεὶς αὐτῶν ὑπομένει τηνικαῦτα τὸ τοιοῦτον συνέδριον.
但是,当我要求有三四个人出席会议,即四个柏拉图主义者、三四个伊壁鸠鲁主义者,同等数量的其他斯多葛主义者和漫步学派,或者在此之外再加上三个阿卡德米学派或怀疑派,使所有来自哲学的人达到二十人,并再加上同等数量的、在学问中锻炼了理性能力但不懂哲学论证的其他人时,他们中便没有一个人能忍受当时的这种会议。
εἰ δέ γέ ποτ’ ἀναγκασθέντες ὑπὸ τῶν ἐλευθέρων μὲν αἱρέσεως, γεγυμνασμένων δὲ ἐν λόγοις, ὑπομείνειαν ἀπαντῆσαι τοιούτοις συνεδρίοις, φιλονεικούντων μὲν αὐτῶν ἐπὶ τούτοις, ἑλιττόντων δὲ τοὺς αὐτοὺς λόγους, πολλάκις μὲν ἧκεν ἐν τούτοις καὶ γεωμετρικὸς, ἧκον δὲ καὶ τῶν ἰατρῶν ἔνιοι, καὶ ἄλλοι τινὲς τῶν φιλολόγων ἀνδρῶν καὶ πεπαιδευμένων ἐν τοῖς μαθήμασιν, αὐτὸ δὲ ἔχειν ἐργαζομένων δι’ εὐπορίαν κτημάτων, οὔτε δουλευόντων αἱρέσει τινὶ τῶν κατὰ φιλοσοφίαν, ὥσπερ εἴωθα, καὶ τότε κεκρικέναι τοὺς λόγους ἠξίωσα, καί τις ἐξ αὐτῶν ἔφη κάλλιστα κριθῆναι τὴν ἀμφισβήτησιν, εἰ πορευθέντες εἰς ὃ λέγουσιν οὗτοι περιέχειν τὸν κόσμον κενόν·
但如果有时,在不受学派束缚但精通论证的人的强迫下,他们被迫参加这样的会议,在他们为这些事情争论不休、颠来倒去地说同样的话时,几何学家也经常来到他们中间,也有一些医生和一些精通学问并受过教育的其他学者前来,但他们因为财产富裕而为自己进行研究,不隶属于哲学中的任何学派,正如我通常所做的那样,当时我也要求他们对这些论证做出判定。
εἴθ’ ὁ μὲν ἐν αὐτῷ σαφῶς, εἴτ’ ἐν μιᾷ χώρᾳ πέφυκε μὲν εἶναί τε καὶ φέρεσθαι πρὸς ἄλλον τινὰ τόπον, ὅπερ ἂν ἐν αὐτῷ τεθῇ σῶμα.
他们中的一个人说,如果去往这些人声称环绕着宇宙的虚空,那么争论就能得到最完美的判定;接着,看任何放置在其中的物体是否在虚空中显然具有停留于一个地方的本性,还是会被带到其他地方。
τοὺς μὲν ἄλλους πάντας ἤρεσε τὰ λεχθέντα, μόνοι δ’ οὐκ ἐπαύοντο φιλονεικοῦντες ἀλλήλοις καὶ ἡμῖν οἱ φιλόσοφοι, μὴ δυνάμενοι διακρῖναι τοὺς ἐνδεχομένους λόγους ἀπὸ τῶν ἀναγκαίων.
其他所有人都对所说的话表示满意,唯独哲学家们无法停止彼此以及与我们的争论,因为他们无法将可能性的论证与必然性的论证区分开来。
ἐνδέχεται γὰρ καὶ μένειν ἐν τῷ κενῷ καθ’ ἕνα τόπον ἕκαστον τῶν σωμάτων, ἐνδέχεται δὲ καὶ μὴ μένειν, ἀναγκαίαν ἀπόδειξιν οὐδ’ ἑτέρας τινὸς αἱρέσεων ἐχούσης.
因为在虚空中,每个物体既可能停留在同一个地方,也可能不停留,而任何一个学派都没有必然性的证明。