§7#1Πάλιν ἐπὶ τούσδε τοὺς φιλοσόφους ἔλθωμεν, ἀποφαινομένους προπετῶς περὶ τῶν ἐν τῷ κενῷ σωμάτων ἑστώτων ἢ κάτω φερομένων.
让我们再次回到这些哲学家,他们对真空中的物体是静止还是向下运动轻率地作出断言。
ὁ μὲν γὰρ ἀρχιτέκτων οὗτος οὐκ ἂν ἀπεφήνατο, πρὶν εἰς αὐτὸ τὸ κενὸν ἐξελθὼν τοῦ κόσμου τῇ πείρᾳ βασανίσαι τὸ πρᾶγμα, καὶ θεάσασθαι σαφῶς, εἴτε μένειν κατὰ τὸν αὐτὸν τόπον ἕκαστον τῶν ἐν αὐτῷ σωμάτων, εἴτε καὶ μεθίστασθαι.
因为这位建筑师绝不会在亲自走出世界到那真空之中、用经验检验这件事并清楚地看到其中的每个物体是留在原处还是发生移动之前,就轻易断言。
τοιαύταις γὰρ ἀρχαῖς εἰς τὰς ἀποδείξεις οἶδα χρωμένους αὐτοὺς, ἐναργέσι τε καὶ ἀναντιλέκτοις ὑπὸ πάντων ὁμολογουμέναις·
因为我知道,他们使用的是这样一些用于证明的原理,它们是明白无误、无可争辩且被所有人共同承认的。
ὑμεῖς δὲ οἱ φιλοσοφοῦντες, περὶ ὧν οὐδεμίαν ἐναργῶς γνῶσιν ἔχετε, ταῦθ’ ὡς ἐναργῶς γνωσθῆναι δυνάμενα.
而你们这些研究哲学的人,对于那些毫无明白知识的事物,却将其作为能够被明白认知的事物来[断言]。
ἤκουσα πρώτην ἀπιστούντοιν δυοῖν φιλοσόφοιν· ἐδόκει γὰρ αὐτῶν τῷ μὲν ἑτέρῳ τὸ ὕδωρ τῶν ξύλων βαρύτερον εἶναι, τῷ δ’ ἑτέρῳ τὰ ξύλα τοῦ ὕδατος, ἑκάτερός τε λόγους ἔλεγε μακροὺς, ἐμβλέπων ἄνω τε καὶ κάτω.
我最近听到两位哲学家在争论;因为在他们当中,其中一位认为水比木头重,而另一位则认为木头比水重,每个人都长篇大论,眼睛往上看又往下看。
κεφάλαιον δὴ τοῦ μὲν ἑτέρου τῶν φιλοσόφων, τὴν πεπιλημένην οὐσίαν βαρυτέραν εἶναι, καὶ διὰ τοῦτο τὰ ξύλα τοῦ ὕδατος, τοῦ δ’ ἑτέρου, ἔλαττον ἔχειν κενὸν τὰ ξύλα.
其中一位哲学家的要点是,被压缩的实体更重,因此木头比水重;而另一位则认为木头含有的真空较少。
καὶ ταῦτα ἔλεγον διὰ μακρῶν ἐξηκόντων λόγων, οὐκ ἀποδεικτικῶν, ποιούμενοι τὰς πίστεις, ὥσπερ ἀδύνατον ἐν αἰσθήσει διαγνῶναι τὸ πρᾶγμα, καθάπερ ἡμᾶς οἶσθα ποιοῦντας.
他们通过冗长而毫无说服力的论证来说明这些,并进行确证,仿佛通过感觉来辨别这件事是不可能似的,正如你所知我们所做的那样。
οἱ δὲ φιλόσοφοι λέγειν ἔτι βουλόμενον αὐτὸν ἠρώτησαν, ὅστις ὁ τρόπος εἴη, καθ’ ὃν ἐναργῶς διαγινώσκεται, πότερόν ἐστι βαρύτερον·
然而,哲学家们在建筑师还想继续说的时候问他,那能够明白辨别哪一个更重的方法究竟是什么。
οὐ γὰρ δὴ διὰ ζυγοῦ γε δυνατὸν ἔφασαν γενέσθαι τοῦτο, καθάπερ οὐδὲ δι’ ἀγγείου πληρουμένου· στῆσαι μὲν γὰρ οἷόν τέ ἐστι τὸ ξύλον, οὐ μὴν πληρῶσαι τό γε ἀγγεῖον ἐξ αὐτοῦ, τοῦ ὕδατος αὖ πληροῦσθαι δύνασθαι.
因为他们说,通过天平这当然是不可能的,同样通过装满水的容器也是不可能的;因为木头虽然可以称重,但确实无法用它装满容器,而水则相反,能够装满。
τοιαῦτ’ οὖν αὐτῶν λεγόντων, ὥσπερ εἰώθασι, γελάσας ὁ ἀρχιτέκτων ἔφη· Τοιοῦτοι διὰ παντὸς ὑμεῖς οἱ δοξόσοφοι πάντες ἐστὲ, τὰ μὲν ἔξω τοῦ κόσμου γιγνώσκειν οἰόμενοι, περὶ ὧν εἰκάσαι μέν ἐστιν ἐνδεχόμενον, γνῶναι δ’ ἐπιστημονικῶς οὐκ ἐγχωρεῖ, τὰ δὲ τοιαῦτα, καὶ τοῖς τυχοῦσιν ἐνίοτε γιγνωσκόμενα, παντάπασιν ἀγνοοῦντες, ὥσπερ καὶ τοῦτ’ αὐτὸ τὸ νῦν προκείμενον, ὕδατός τε καὶ ξύλων σταθμὸν ἀντεξετάσαι.
因此,当他们像往常一样说这些话时,建筑师笑着说:“你们这些自以为聪明的人总是这样,以为自己知道世界之外的事情——关于那些事虽然可以推测,但绝不可能进行科学的认知——却对这里的事情完全无知,哪怕这些事有时连普通人也知道,就像现在摆在我们面前的这个相互比较水和木头重量的问题一样。
δεηθέντων οὖν ἁπάντων τῶν παρόντων εἰπεῖν τὸν ἀρχιτέκτονα, πῶς ἐπιστημονικῶς καὶ βεβαίως ἀντεξετασθήσεται τὸ τοῦ ξύλου τῷ τοῦ ὕδατος, ὁ μὲν διῆλθεν ἐν τάχει τε καὶ σαφῶς, ὡς ἅπαντας τοὺς παρόντας νοῆσαι, πλὴν μόνων τῶν φιλοσόφων· ἐκεῖνος δὲ καὶ δεύτερον ἠναγκάσθη καὶ τρίτον εἰπεῖν τὸν αὐτὸν λόγον, ὥστε μόγις ἐνόησαν.
”于是,在所有在场的人都请求建筑师说明,如何科学而确凿地将木头的重量与水的重量进行比较之后,他迅速而清楚地作了解释,以至于除哲学家之外的所有在场者都理解了;但他还是被迫重复讲了第二遍和第三遍,他们才勉强听懂。
ὁ μὲν ἀρχιτέκτων, Εἰκότως, ἔφη, λέγουσι πάμπολλοι, πλὴν δοξοσοφίας οὐδὲν τούτοις ὑπάρχειν· οἱ δ’ ἀνόητοι μὲν ἐν τοῖς ἀγνώστοις ἅπασιν ἐλέγχονται, δοξόσοφοι δ’ ἐν τοῖς γνωστοῖς.
建筑师说:“难怪极多的人说,你们除了自以为聪明之外一无所有;因为愚蠢的人在所有未知的事情上被揭穿,而自以为聪明的人则在已知的事情上被揭穿。
ἐγὼ δὲ διαδεξάμενος αὐτὸν τὸν λόγον, εὐλόγως ἔφην τοῦτο συμβαίνειν αὐτοῖς.
”我接着他的话说,他们落得这个下场确实是理所当然的。