§5#3ταῦτα πάντα ἄνθρωποι καλῶς φασι λέγεσθαι πλὴν τῶν δοξοσόφων τε καὶ προπετῶν, οἷς ἡ ἐπὶ τὴν ἀλήθειαν ὁδὸς οὐ μακρά τίς ἐστιν, οὐδ’ αὖ τοιαύτη, ὁποίαν Ἡσίοδος ἐπὶ τὴν ἀρετὴν εἶναί φησιν, ἀλλὰ σύντομος καὶ βραχεῖα, μᾶλλον δ’ οὐδ’ ὅλως ἐστίν.
これらすべてのことを、知ったかぶりをする者たちや軽率な者たちを除けば、人々はよく語られていると言う。 それらの者たちにとっては、真理への道は長いものではなく、またヘシオドスが徳への道について言っているようなものでもなく、むしろ近道で短いか、あるいはむしろ全く存在しないのである。
εἰ γὰρ αὐτὰ τὰ πράγματα διδάσκει τὴν ἑαυτῶν φύσιν ἅπαντας ἀνθρώπους, οὐ χρὴ κατατρίβεσθαι γυμναζομένους ἐν ταῖς λογικαῖς μεθόδοις.
なぜなら、もし事物自体がその本性をすべての人間に教えるのだとしたら、論理的方法において自らを訓練して時間を浪費する必要はないからである。
ἆρ’ οὖν, ὦ δοξοσοφώτατοι, κᾂν τοῦτό γε συγχωρήσετε εἶναι πρόδηλον ἡμῖν τοῖς ἄλλοις, ὁπόσοι μή πω τὴν ὑμετέραν σοφίαν ἐσμὲν σοφοὶ, τὸ πάντας ἀνθρώπους ἐγνωκέναι δεῖν ἁπάντων πραγμάτων τὴν ἀλήθειαν, εἴπερ ἡ φύσις αὐτῶν ἱκανὴ διδάσκειν ἐστὶν ἑαυτήν;
では、最も知ったかぶりの者たちよ、少なくともこのことが、私たち他者――まだあなた方の知恵のようには賢くない者たちすべて――にとって明白であることを認めてくれるだろうか。 すなわち、もし事物の本性が自らを教えるのに十分であるならば、すべての人間がすべての事物の真理を知っているに違いない、ということを。
ἀναδύονται πάλιν, ὅταν οὕτως ἐρωτηθῶσιν, καί φασιν, οὐ πάντας ὑπὸ τῶν πραγμάτων διδάσκεσθαι.
このように問われると、彼らは再び身を引いて、そして言う、すべての人が事物によって教えられているわけではない、と。
τίνες οὖν εἰσιν οἱ διδασκόμενοι, πάλιν ἐρωτώντων ἡμῶν, ἑαυτοὺς μόνους φασίν·
「では、教えられているのは誰なのか」と私たちが再び尋ねると、「自分たちだけだ」と彼らは言う。
τί γὰρ ἔχουσιν εἰπεῖν ἄλλο, φυλάττειν γε τὴν ἐξ ἀρχῆς ἀλαζονείαν προῃρημένοι;
なぜなら、そもそも最初からの自慢を維持することを選択している彼らに、他になんと語ることができるだろうか。
ἀλλ’ οὐχ ἡμεῖς γε πιστεύομεν αὐτοῖς ἀποφαινομένοις ὃ βούλονται.
だが、私たちは、自分たちの望むことを主張する彼らを信じない。
διὰ τί γὰρ, ὦ πρὸς θεῶν, μόνοις αὐτὰ τὰ πράγματα τὴν αὑτῶν φύσιν ἐπιδείκνυνται;
なぜなら、一体全体、なぜ事物自体が彼らにだけその本性を示すのだろうか。
πότερον, ὅτι μόνοι μηδὲν τῶν πρώτων μαθημάτων μεμαθήκασιν;
それは、彼らだけが初期の学問を何一つ学んでいないからだろうか。
ἀλλὰ ψεῦδος τοῦτο, καὶ γὰρ ἄλλοι πολλοὶ τούτων οὐδὲν ἔμαθον.
だが、それは誤りである。 なぜなら、他の多くの人々もこれらを何一つ学んでいないからである。
ἀλλ’ εἰ τὴν λογικὴν ψυχῆς δύναμιν ἤσκησαν ἐν μαθήμασιν, ἔργον μαρτυρεῖ δυναμένους αὐτήν·
だが、もし彼らが学問において魂の理性的能力を鍛えたのであれば、実績が彼らにその能力があることを証言するはずである。
καὶ μὴν οὐδέπω ἥψαντο τοιαύτης θεωρίας.
しかし、彼らはそのような理論に一度も触れたことがない。
ἴσως δὲ φήσουσι μόνοι τε γενέσθαι συνετοὶ καὶ βλέπειν ἐπιληπτικῶς τὰ πράγματα, καθάπερ Λυγκεὺς τὰ κατὰ γῆς.
あるいは、彼らは言うかもしれない、自分たちだけが聡明に生まれ、ちょうどリュンケウスが地中のものを見るように、事物をつかみ取るように見ているのだと。
τί ποτ’ οὖν, εἰ οὕτως αὐτῶν ὀξυδερκής ἐστιν ἡ ψυχὴ, καταγελαστότατοι πάντες εἰσὶν ἐν τοῖς τοιούτοις προβλήμασιν, ὧν ἡ εὕρεσις αὐτὴ μαρτυρεῖ τοῖς εὑρίσκουσιν ἀληθῶς αὐτά;
それなら一体なぜ、もし彼らの魂がこれほどまでに鋭敏なら、彼らは皆、そのような諸問題において最も滑稽な者たちなのだろうか。 それらの問題の発見それ自体が、実際にそれを発見した者たちを証言しているのに。
τού των γὰρ ἓν οὐδεὶς οὐδέποτ’ αὐτῶν εὑρεῖν ἠδυνήθη, ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδασκόντων, οἱ μὲν ἄλλοι μανθάνουσιν, ἐκεῖνοι δὲ μόνοι δι’ ἀγυμναστίαν καὶ βραδύτητα ψυχῆς μὴ μανθάνουσιν·
なぜなら、彼らのうち誰も、これらの問題のただ一つさえ、かつて発見することができなかったからである。 発見した人々が語り教えているときでさえ、他の人々は理解するが、彼らだけは訓練不足と魂の鈍さのために理解しないのである。
εἶτα παρακαλοῦσιν ἐμὲ, καί τις ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήσειεν, ἀλλ’ εἰπεῖν γε τὸ εἰρημένον οὐ δύναται.
それから彼らは私に付き従い、彼らのうちの誰かがたまたまついていくかもしれないが、それでも、言われたことを説明することはできない。
τίς οὖν μείζων τυφλότης εἰς τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶσίν ἐστι τῆς τοιαύτης τῶν τοιούτων;
では、自らの過ちを知ることへの、これ以上の大きな盲目があるだろうか、このような人々における、このような盲目以上に。
ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων ἑαυτοὺς ὁρῶντες ἀφυεστέρους εἴς τε τὸ νοῆσαι καὶ μνημονεῦσαι καὶ τὰ δι’ ἀριθμητικήν τε καὶ γεωμετρίαν ἀρχιτεκτονίαν τε καὶ ἀστρονομίαν εὑρισκόμενα τὰ τῆς φιλοσοφίας εὑρηκέναι νομίζωσιν οὕτω ῥᾳδίως, ὡς ἀποφαίνεσθαι τολμᾷν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶς ἀποδείξεως καὶ μεθόδου λογικῆς.
すなわち、普通の人々よりも自分たちが、理解することや記憶することにおいて、また算術や幾何学、建築術、天文学によって見出される事柄において、より才能がないことを見ている人々が、哲学の諸事柄をかくも容易に発見したと思い込み、証明も論理的方法もなしに事物自体がそれを示しているのだと、大胆にも主張するほどになるとき。
ὅτι δὲ ἑκόντες ἑαυτοὺς κολακεύουσιν, οὐκ ἀλήθειαν ζητοῦσιν, ἔνεστι γνῶναι κᾀκ τοῦ κατά τινος ἕκαστον αὐτῶν ἀνατείνεσθαι παρὰ τοῖς φοιτηταῖς, ἅπαντάς τε διαβάλλουσι τοὺς ἄλλους ὡς ἐσφαλμένους.
また、彼らが自ら好んで自分をへつらい、真理を探求していないということは、彼らの各自が弟子の前で誰かを相手に気炎を上げていること、そして他のすべての人々が誤っていると中傷していることからも知ることができる。
ἐγὼ δὲ συνάγων αὐτοὺς εἰς ταὐτὸν, οὐχ ὑπομένουσιν, ἀλλὰ τὴν αἰδῶ τινι καταπροτείνονται, καὶ φάσκουσι μὴ δύνασθαι φθέγξασθαι, παρόντων ἀνθρώπων πλειόνων·
だが、私が彼らを同じ場所に集めようとすると、彼らは耐えられず、何らかの恥ずかしさを口実として差し出し、多くの人々がいる前では発言することができないと言う。
καίτοι τινὲς αὐτῶν ἀκροατὰς ἔχουσιν, ὁ μὲν κ΄, ὁ δὲ λ΄ καί ποτε καὶ πλείονας, οὐκ αἰσχυνόμενοι λέγειν ἐπ’ αὐτοῖς.
もっとも、彼らのうちのある者たちは、ある者は20人、ある者は30人、時にはそれ以上の聴衆を持っており、彼らの前で話すことを恥ずかしがらないのであるが。
ἀλλ’ ὅταν ἐγὼ μὲν τρεῖς ἢ τέτταρας ἀξιώσω παρεῖναι τῷ συλλόγῳ, Πλατωνικοὺς δ΄, τρεῖς ἢ τέτταρας Ἐπικουρείους, ἴσους τε τὸν ἀριθμὸν ἄλλους Στωϊκούς τε καὶ Περιπατητικοὺς, ἢ τρεῖς πρὸς τούτοις, ἤτοι γ’ Ἀκαδημαϊκοὺς, ἢ Σκεπτικοὺς, ὡς γίνεσθαι πάντας ἐκ φιλοσοφίας ἀνθρώπους εἴκοσιν, ἄλλους τε πρὸς αὐτοῖς τοσούτους τῶν γεγυμνασμένων μὲν ἐν μαθήμασι τὴν λογικὴν δύναμιν, ἀγνοοῦντας δὲ τοὺς κατὰ φιλοσοφίαν λόγους, οὐδεὶς αὐτῶν ὑπομένει τηνικαῦτα τὸ τοιοῦτον συνέδριον.
だが、私がその集まりに、4人のプラトン主義者、3人か4人のエピクロス主義者、同数のストア主義者とペリパトス主義者、あるいはこれらに加えてさらに3人のアカデメイア派か懐疑派を同席させ、哲学の側からすべての人々が20人になるようにし、さらに彼らに加えて、数学において理性的能力を訓練しているが、哲学の議論は知らない同数の人々を同席させるとき、彼らの誰も、そのときそのような会議に耐える(出席する)ことはない。
εἰ δέ γέ ποτ’ ἀναγκασθέντες ὑπὸ τῶν ἐλευθέρων μὲν αἱρέσεως, γεγυμνασμένων δὲ ἐν λόγοις, ὑπομείνειαν ἀπαντῆσαι τοιούτοις συνεδρίοις, φιλονεικούντων μὲν αὐτῶν ἐπὶ τούτοις, ἑλιττόντων δὲ τοὺς αὐτοὺς λόγους, πολλάκις μὲν ἧκεν ἐν τούτοις καὶ γεωμετρικὸς, ἧκον δὲ καὶ τῶν ἰατρῶν ἔνιοι, καὶ ἄλλοι τινὲς τῶν φιλολόγων ἀνδρῶν καὶ πεπαιδευμένων ἐν τοῖς μαθήμασιν, αὐτὸ δὲ ἔχειν ἐργαζομένων δι’ εὐπορίαν κτημάτων, οὔτε δουλευόντων αἱρέσει τινὶ τῶν κατὰ φιλοσοφίαν, ὥσπερ εἴωθα, καὶ τότε κεκρικέναι τοὺς λόγους ἠξίωσα, καί τις ἐξ αὐτῶν ἔφη κάλλιστα κριθῆναι τὴν ἀμφισβήτησιν, εἰ πορευθέντες εἰς ὃ λέγουσιν οὗτοι περιέχειν τὸν κόσμον κενόν· εἴθ’ ὁ μὲν ἐν αὐτῷ σαφῶς, εἴτ’ ἐν μιᾷ χώρᾳ πέφυκε μὲν εἶναί τε καὶ φέρεσθαι πρὸς ἄλλον τινὰ τόπον, ὅπερ ἂν ἐν αὐτῷ τεθῇ σῶμα.
だが、もし万一彼らが、学派から自由であり、かつ議論において訓練されている人々によって強制されて、そのような会議に出席することになり、彼らがこれらのことについて言い争い、同じ議論をこねくり回す中で、しばしば、幾何学者もこれらの会議に来ており、医師たちの一部や、学識があり諸学において教育されている他のある人々も来ていたが、彼らは財産が豊かであるために自分のために学問を行っており、かつ哲学のいずれの学派にも隷属していない人々であり、私はいつものように、そのときにも彼らに議論を判定することを求めた。 すると彼らのうちの一人が、論争は最も見事に判定されるだろうと言った、もし、これらの人々が宇宙を取り囲んでいると主張する空虚へと赴き、その中に置かれたあらゆる物体が、その中で明らかに一つの場所に留まるか、それとも他の何らかの場所へと移動する性質を持つのかを検証するならば。
τοὺς μὲν ἄλλους πάντας ἤρεσε τὰ λεχθέντα, μόνοι δ’ οὐκ ἐπαύοντο φιλονεικοῦντες ἀλλήλοις καὶ ἡμῖν οἱ φιλόσοφοι, μὴ δυνάμενοι διακρῖναι τοὺς ἐνδεχομένους λόγους ἀπὸ τῶν ἀναγκαίων.
他のすべての人々は語られたことに満足したが、哲学者たちだけは、可能性のある議論と必然的な議論を区別することができないために、互いに、また私たちと言い争うのをやめなかった。
ἐνδέχεται γὰρ καὶ μένειν ἐν τῷ κενῷ καθ’ ἕνα τόπον ἕκαστον τῶν σωμάτων, ἐνδέχεται δὲ καὶ μὴ μένειν, ἀναγκαίαν ἀπόδειξιν οὐδ’ ἑτέρας τινὸς αἱρέσεων ἐχούσης.
なぜなら、空虚において各物体がひとつの場所に留まることも可能であり、留まらないことも可能であるが、いずれの学派も必然的な証明を持っていないからである。