Humanitext Reader

盖伦 · 论灵魂激情与错误的诊断与治疗 §5#2

水钟刻度的检验与哲学命题的验证困境

第 8 段,共 12 段 · 希腊语

内容简介

作者论述了理性如何通过分析法发现水钟刻度的设计与验证方法。他指出,尽管像几何学和计时术这样的实用技术可以通过物理实物立刻得到验证或反驳,但哲学定理却缺乏这种明确的反驳,因此在缺乏逻辑方法的情况下,任何主张都是不可信的。

§5#2οὕτω δὲ καὶ κλεψύδρας καταγραφὴν ὁ λόγος εὗρεν ἀναλυτικῇ μεθόδῳ ζητήσας, ἧς πάλιν ἡ βάσανος ἐναργής ἐστι καὶ τοῖς ἰδιώταις.
同样,理性通过分析法进行探求,也发现了水钟(刻漏)的画线,其验证对于门外汉来说也是显而易见的。
ἡ γὰρ ἀνωτάτω γραμμὴ δωδεκάτην ὥραν σημαίνουσα τὸ μέγιστον μὲν ὕψος ἔχει, καθ’ ὃ μέρος ἡ κλεψύδρα τὴν μεγίστην ἡμέραν ἐκμετρεῖ, βραχύτατον δὲ, καθ’ ὃ τὴν ἐλαχίστην· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν, ὃ τῆς ἰσημερινῆς μέτρον σοι δηλώσει· τὸ δ’ ἐφεξῆς τὴν τετάρτην ἐπεξιὼν, κατὰ τὸν αὐτὸν τρόπον πάσας τὰς ἐνιαυτοῦ μετρήσεις· τὸ δὲ μεταξὺ μέχρι τῶν ἰσημερινῶν τμημάτων ἐπὶ τοῦ χείλους τῆς κλεψύδρας δηλοῖ σοι τὰς εἰρημένας τέτταρας ἡμέρας· ἀφ’ ὧν τμημάτων ὁρμηθήσομαι ἐφεξῆς τῷ σημαίνοντι τὴν μεγίστην εὑρήσειν, δηλονότι ἄχρι τίνος μέρους τῆς ὑψηλῆς γραμμῆς ἐπὶ τῇ κλεψύδρᾳ τὸ ὕδωρ ἀναβήσεται τῆς δωδεκάτης ὥρας συμπληρουμένης· τὰ δὲ μετ’ ἐκεῖνα πάλιν τρίτα ἀπὸ τῆς δωδεκάτης τροπῆς εὑρήσεις μετροῦσαν τὴν μίαν ἐκείνην ἐν τῇ κλεψύδρᾳ γραμμὴν, ἣν ὑψηλοτάτην ἔφην εἶναι· καὶ μέντοι καὶ τὰς ἄλλας γραμμὰς, ὅσαι τῆς ὑψηλοτάτης εἰσὶν εὐτελέστεραι, ἄλλας ὥρας ἐκμετρούσας εὑρήσεις· τὴν τετάρτην μὲν ἀπὸ τῆς δωδεκάτης· ἐν ἅπασι τοῦ ἐνιαυτοῦ ταῖς ἡμέραις τὴν ἑνδεκάτην ὥραν σημαίνουσιν ἐν διαφέρουσιν αὐτῆς μέρεσιν, ὡς ἐπὶ τῆς ὑψηλοτάτης προείρηται· τὴν δ’ ἐφεξῆς πέμπτην ἢ ἕκτην ὥραν δηλοῦσαν ὡσαύτως κατὰ διαφέροντα μέρη, καὶ τὴν ἐφεξῆς γε πάλιν ἑβδόμην, ἣ ὀγδόην, ἢ ἐννάτην τε καὶ τὰς ἄλλας ἄχρι τῆς κατωτάτης γραμμῆς τὴν ὥραν πρώτην εὑρίσκειν ἐπὶ τῶν ἡλιακῶν ὡρολογίων, φαίνεταί σοι πεπληρωμένου τοῦ κατὰ τὴν κλεψύδραν ὕδατος, ὥσπερ γε ἡ τετάρτη καὶ αἱ λοιπαὶ μέχρι τῆς δωδεκάτης ἀλλήλαις μὲν ἴσαι καθ’ ἑκάστην ἡμέραν ἡντιναοῦν φαίνονται, ταῖς δὲ ἄλλαις ἄνισοι ταῖς προγεγενημέναις τε καὶ μελλούσαις.
因为指示第十二小时的最上方的线具有最大的高度,在这部分水钟测量最长的一天;而在测量最短的一天时,它具有最短的高度;在这两者中间,则存在着向你显示昼夜平分尺度的线;而接下来的线,在进行到第四个时,以同样的方式进行一年的所有测量;水钟边缘上直到平分线分割之间的区域,向你显示了上述的四个日子;我将从这些分割出发,顺次去发现指示最大的线,显然,当第十二小时结束时,水钟上的水会上升到高线的哪个部分;而在这之后,你将发现从第十二次至点起算的第三个日子,是由水钟里的那一根我曾说是最高的线来测量的;而且你确实也会发现,低于最高线的其他所有线,都在测量其他的小时;从第十二小时算起的第四个小时,在一年中的所有日子里,它们在不同的部分指示第十一小时,正如关于最上方的线已经说过的;而随后的指示第五或第六小时的线同样是在不同的部分指示,再随后的第七、第八、第九以及直到最下方的其他线,就像在日晷上寻找第一小时一样,当水钟里的水满时,会显现给你,正如第四小时及直到第十二小时的其他小时在任何特定的一天里彼此看起来是相等的,但与已过去和将到来的其他日子相比是不相等的。
εἶτα τὴν τοιαύτην μέθοδον εὑρίσκων οὐκ ἐπεθύμησας, ὦ οὗτος, τί ποτ’ ἐστὶν, οὐκ ᾔσθου τῆς ἐν σαυτῷ δοξοσοφίας, ἀμαθὴς ὅστις ὢν τούτων τῶν προβλημάτων, οὐκ ἂν εὕροις ἐνιαυτῷ, βέλτιον δὲ εἰπεῖν, ὅλῳ τῷ βίῳ;
那么,在发现这种方法时,你难道没有渴望去了解它究竟是什么吗,你这人啊? 你难道没有意识到你那自以为是的智慧吗? 作为一个对这些问题一无所知的人,你一年之内是发现不了它们的,或者说得更确切些,一辈子也发现不了。
οὐδὲ γὰρ εὗρεν αὐτὰ βίος ἀνδρὸς ἑνὸς, ἀλλὰ κατὰ σμικρὸν προῆλθεν ἡ γραμμικὴ θεωρία· πρῶτον μὲν τῶν στοιχειωδῶν ἐν αὐτῇ θεωρημάτων ζητηθέντων αὐτῷ, ἐπεὶ δὲ εὑρέθη ταῦτα, προσθέντων αὐτῶν αὐτοῖς τῶν ἐφεξῆς γενομένων ἀνδρῶν τὴν θαυμασιωτάτην θεωρίαν, ἣν ἀναλυτικὴν ἔφην ὀνομάζεσθαι, καὶ γυμνασάντων ἐν αὐτῇ ἑαυτούς τε καὶ τοὺς βουληθέντας ἐπὶ πλεῖστον· ἐν αὐτῇ καίτοι μηδὲν ἔχουσι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ κλεψυδρῶν.
因为确实,单单一个人的寿命并不能发现它们,而是几何理论一点一滴地取得了进步:首先是由他自己探求其中的基础定理,当这些被发现后,后代的人们在它们之上进行了添加,形成了那最奇妙的理论,即我所说的分析理论,并在这上面极大程度地训练了他们自己和那些愿意学习的人;尽管在其中他们没有任何像我到目前为止在日晷和水钟上所描述的那样的手工作品可以展示。
ἀλλ’ οὐκ ἦσαν οὔτε προπετεῖς οὔτ’ ἀλαζόνες οἱ τὰ τοιαῦτα ζητήσαντες ὁμοίως τοῖς ἐπαγγελλομένοις σοφίαν ἢ ζητεῖν, ἢ εὑρηκέναι, τιμήσαντες δ’ ἑαυτοὺς τὴν ἀληθεστάτην τιμὴν ὠρέχθησαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίστην, ταύτην ἀσκῆσαί τε καὶ εἰς τέλος ἀγαγεῖν.
但探求这些事物的人既不像那些声称在探求或已经发现智慧的人那样轻率和自大,而是以最真实的荣誉尊重自己,渴望锻炼并完成他们灵魂中拥有的这一最优秀的能。
εὔδηλον δ’, ὅτι τὴν λογικὴν λέγω, ἧς γυμναζομένης τε καὶ τὴν οἰκείαν εὐεξίαν λαμβανούσης, εὐφραίνονται μειζόνως ἢ ταῖς διὰ τοῦ σώματος ἡδοναῖς δουλεύοντες.
显然,我指的是理性的能力,当这种能力得到锻炼并获得其固有的健康状态时,他们比那些奴役于肉体快乐的人感到更大的快乐。
οὐδὲ γὰρ διαφερόμεθα ἄλλῃ τινὶ δυνάμει τράγων καὶ σκωλήκων, ὑῶν τε καὶ προβάτων καὶ ὄνων· οὐδ’ ἄλλη τις θεωρία μειζόνως εὐφραίνει ψυχὴν ἀνδρὸς εὐφυοῦς τῆς ἀναλυτικῆς, ὅταν γέ τις  ἐν αὐτῇ προέλθῃ· κατ’ ἀρχὰς μὲν γὰρ ἐπίπονός ἐστιν, ὥσπερ καὶ αἱ ἄλλαι σχεδὸν ἅπασαι.
因为确实,我们在其他任何能力上,都不区别于公羊、蠕虫、猪、羊和驴;对于一个有天赋的人的灵魂来说,当有人在其中取得进步时,没有任何其他理论能比分析理论带给他更大的快乐;因为在开始时它是艰苦的,就像几乎所有其他理论和技术一样。
καίτοι κᾂν εἰ μηδεμίαν εὐφροσύνην εἶχεν, δι’ αὐτό γε τὸ μέλλειν αὐτῇ χρῆσθαι πρὸς τὰ μέγιστα καλῶς εἶχεν ἀσκηθῆναι κατ’ αὐτὴν, ἐξαίρετον ἔχουσαν, ὡς ἔφην, τὸ μαρτυρῆσαι πρὸς αὐτῶν τῶν εἰρημένων εὐφραντὸν, ὅπερ οὐκ ἔστιν ἐν τοῖς κατὰ φιλοσοφίαν εὑρισκομένοις.
然而,即使它没有任何快乐,单单因为要将其用于最伟大的事物,在其中进行锻炼也是一件好事。 如我所说,它具有一个独特的特征,即其带来快乐这一事实是由上述事物本身证明的,这在哲学所发现的事物中是不存在的。
καὶ διὰ τοῦτο τοῖς προπετῶς ἐν αὐτῇ φλυαροῦσιν ἔξεστιν ἀναισχυντεῖν·
正因为如此,那些在哲学中轻率胡言乱语的人才可以肆无忌惮。
οὐ γὰρ, ὥσπερ ὁ κακῶς καταγράψας ὡρολόγιον ἢ κλεψύδραν ὑπ’ αὐτοῦ τοῦ πράγματος ἐλέγχεται προφανῶς, οὕτω καὶ τοῖς ἐν φιλοσοφίᾳ θεωρήμασιν ἐναργής ἐστιν ὁ ἔλεγχος, ἀλλ’ ἔξεστι λέγειν, ὥσπερ ἂν ἐθέλῃ τις, ὅταν γε ἅπαξ ἀναίσχυντος ἄνευ τῆς λογικῆς μεθόδου ὑπ’ αὐτῶν τῶν πραγμάτων διδάσκεσθαι λέγῃ.
因为并不像一个把日晷或水钟画得很糟的人会被事物本身公然拆穿那样,在哲学中的定理上,这种拆穿并不是显而易见的,而是只要一个人一旦厚颜无耻地说,在没有逻辑方法的情况下自己是由事物本身所教导的,他就可以随心所欲地胡说。
ἀλλ’ εἰ μὲν ἐκείνοις μόνοις διελέχθη τὰ πράγματα λαβόντα φωνὴν, εὐλόγως ἀλαζονεύονται, σιγώντων δ’ αὐτῶν ἀεὶ, καὶ μήθ’ ἡμῖν μήτ’ ἐκείνοις διαλεγομένων, εὔδηλον ὅτι μόνος ὁ ἐν ἡμῖν λόγος εὑρήσει τὴν τῶν πραγμάτων φύσιν.
但如果事物真的开口说话,只对他们说话,那么他们自大也是有道理的。 但在事物始终保持沉默,既不与我们也不与他们对话的情况下,显然只有我们内在的理性才能发现事物的本性。
ἐπιδειξάσθω τοίνυν πρότερον εὑρίσκειν αὐτὰ δυνάμενος ἐν πράγμασιν ἐναργῶς αὐτὸ μαρτυροῦσιν, εἰπάτω τε μέθοδον ἡμῖν, ᾗ πᾶν ἀναλυτικῶς ὑποπίπτει πρόβλημα, καὶ δειξάσθω προκρίνας τὰς ὁμοιότητας τῶν ἀληθῶν τε καὶ ψευδῶν λόγων, οὗ δυνατὸν φωρᾶσαι τὴν κακίαν, οὐκ ἂν ἔτι πιστὸς ἐπὶ τῶν ἀδήλων εἴη.
因此,让他先展示出自己能够在明确证实这一点的具体事物中发现它们,并告诉我们一种使所有难题都分析式地服从的方法,并表明,在区分了真伪议论的相似性之后,在哪里可以看破其谬误。 否则,对于那些看不见的事物,他将不再值得信任。

词汇与语法注释

  1. p.85καθ’ ὃ μέρος — 关系代名词 `ὅς` 在此修饰或同化了 `μέρος`(部分),意为“在哪个部分”。它指水钟上对应夏至或冬至测量尺度的特定物理部位。
  2. p.85τὸ δ’ ἐφεξῆς τὴν τετάρτην ἐπεξιὼν — 分词 `ἐπεξιὼν`(进行、到达)在此作不及物动词使用,其主语延续上文,指代“刻度线”或“测量过程”。“第四个”(阴性单数宾格 `τὴν τετάρτην`,省略了如 `γραμμήν` 等名词)暗示了一年中的四个关键节点(二至二分)。
  3. p.88ὑπ’ αὐτοῦ τοῦ πράγματος ἐλέγχεται — “被事物本身所拆穿(论驳)”这一表达,阐明了实用技术(如日晷、水钟)的经验验证性。设计上的任何错误都会立刻通过物理结果被直观地证实,这与缺乏此类明确论驳的思辨哲学形成对比。

引用这一段

盖伦, 论灵魂激情与错误的诊断与治疗 §5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg029.humanitext-grc1:5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。