Humanitext Reader

盖伦 · 论灵魂激情与错误的诊断与治疗 §5#1

从日晷建造看分析与综合的方法

第 7 段,共 12 段 · 希腊语

内容简介

作者通过建造分为十二等分的日晷并使用水钟验证其精确度这一具体的建筑学实例,展示了分析与综合方法的具体应用。

§5#1Φέρε γὰρ, ἵνα σαφηνείας ἕνεκεν τῆς ἀρχιτεκτονίας τι λέξω παράδειγμα πόλεως κτιζομένης, προκείσθω τοῖς οἰκήσουσιν αὐτὴν ἐπίστασθαι βούλεσθαι, μὴ στοχαστικῶς, ἀλλ’ ἀκριβῶς ἐφ’ ἑκάστης ἡμέρας, ὁπόσον τε παρελήλυθεν ἤδη τοῦ χρόνου τοῦ κατ’ αὐτὴν, ὁπόσον τε ὑπόλοιπόν ἐστιν ἄχρι δύσεως ἡλίου.
因为,为了清楚起见,让我举一个正在筹建的城市的建筑学例子:假设那些将要居住在其中的人希望知道——不是通过猜测,而是精确地在每天——已经过去了该城市的多少时间,以及到日没为止还剩下多少时间。
τοῦτο τὸ πρόβλημα κατὰ τὴν ἀναλυτικὴν μέθοδον ἐπὶ τὸ πρῶτον ἀναχθῆναι χρὴ κριτήριον, εἰ μέλλοι τις εὑρήσειν αὐτὸ, καθ’ ὃν ἐμάθομεν τρόπον ἐν τῇ γνωμονικῇ πραγματείᾳ, πάλιν ἐξ ἐκείνων τὴν αὐτὴν ὁδὸν ὑπεναντίως ἰόντων συντεθῆναι, καθότι καὶ τοῦτ’ ἐμάθομεν ἐπὶ τῆς αὐτῆς πραγματείας.
如果有人要发现这一点,就必须按照我们在《日晷制造论》中学到的方法,通过分析法将这个难题还原为首要判定标准,并且再次从这些第一原理出发,通过反向走完相同的道路来进行综合,正如我们在同一部著作中学到的一样。
εὑρεθείσης δ’ οὕτω καθόλου τε καὶ κοινῆς ὁδοῦ, καὶ γνόντων ἡμῶν, ὅτι διὰ γραμμῶν τοιῶνδε τὴν μέτρησιν τῶν μερῶν τοῦ χρόνου ἀναγκαῖόν ἐστι ποιεῖσθαι, μεταβῆναι προσήκει ἐπὶ τὰ μέλλοντα σώματα δέξασθαι εἰς τὴν τῶν γραμμῶν καταγραφὴν καὶ τὸν γνώμονα, καὶ πρῶτον μὲν ζητῆσαι, τίνα σχήματα σωμάτων ἐπιτήδεια πρὸς τὴν εὑρημένην καταγραφήν ἐστιν, εἶτα καθ’ ἕκαστον αὐτῶν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεῖν, ὁποῖα ἂν αὕτη γίγνοιτο, κᾀπειδὰν ἡ λογικὴ μέθοδος ἐναργῆ τὴν πίστιν ἡμῖν ἐνδείξηται τῆς τῶν προκειμένων εὑρέσεως, ἑξῆς ἐπὶ τὸ πράττειν ἔργῳ τὰ δι’ αὐτῆς εὑρεθέντα παραγενομένους ἐπισκέψασθαι πάλιν, ὅπως ἂν ἐπιφάνειαν ὁμαλὴν ἐργασώμεθα τοῦ μέλλοντος καταγράφεσθαι σώματος.
当这样一条普遍且共同的道路被发现,并且我们知道必须通过这样的线来进行时间的各部分测量时,就应当过渡到那些准备接受画线和指针(晷针)的物体上,首先寻求什么样的物体形状适合于已发现的画线,然后对于它们之中的每一个,通过分析和综合,发现这会成为什么样的形状。 当逻辑方法向我们展示出对所提出之物的发现的清晰确证时,接着,转向实际去执行通过它所发现的事,再次考察我们如何才能在准备画线的物体上加工出一个平整的表面。
εὑρόντας δὲ τοῦτο ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως, εἶτα κατασκευάσαντάς τι τοιοῦτον σῶμα, διὰ τῶν ὀργάνων αὐτὸ δεῖ καταγράψαι ζητῆσαι, καὶ πάλιν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεθέντος αὐτοῦ πειρᾶσαι κατασκευάσαι τοιαῦτα τὸ εἶδος, οἷά περ ἡ μέθοδος ἐδίδαξεν, εἶτα ποιήσαντας ἐφεξῆς καταγραφὴν ἐπὶ πολλῶν σχημάτων, καὶ δοῦναι τοῖς ἀνθρώποις ἔργῳ πειραθῆναι γεγονὸς ἤδη τὸ προβληθέν.
在通过分析和综合发现这一点,并随后制作出某种这样的物体后,必须寻求通过工具在上面画线,并且当这再次通过分析和综合被发现后,尝试制作出方法所教导的那种形状的东西,接着对许多形状顺次进行画线,并提供给人们在实际中去尝试已经实现的所提之事。
ὅταν γὰρ ἥ τε πρώτη γραμμὴ τὴν ἀκτῖνα δέχηται τοῦ ἡλίου, κατὰ ταῦτα δὲ καὶ τὴν τελευταίαν ἡ ὑστάτη, καὶ τοῦτ’ ἐπὶ πάντων φαίνηται τῶν καταγεγραμμένων ὡρολογίων τῶν ἡλιακῶν, ἤδη μέν που ἕν τι γνώρισμα ἕξομεν ἐναργὲς τοῦτο προβληθέν.
因为,当第一条线接受太阳的光线,且依此最后一条线也接受最后一束光线,并且这在所有画好线的光学日晷上都显现出来时,我们便已经拥有了这所提之事的第一个清晰特征。
εὑρῆσαι δὲ πάλιν δεύτερον ἄλλο, ὅταν ἀλλήλοις καταγραφέντα πάντα συμφωνῇ, καὶ τρίτον, ὅταν ὕδατος ὁμαλοῦ ῥύσις αὐτοῖς μαρτυρῇ.
当所有画好线的东西彼此一致时,我们将再次发现第二个特征;而当均匀水流为它们作证时,我们将发现第三个特征。
καὶ γὰρ τοῦθ’ ὁ λόγος εὑρίσκει κριτήριον ἐσόμενον τῆς τῶν καταγεγραμμένων ὡρολογίων ἀληθείας. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν.
因为理性发现,这也将成为画好线之日晷真实性的一个判定标准。
ἀγγεῖον τρήσας ἐξ ἧς ἂν ὕλης ἐθέλῃς γεγονὸς, ἐπίθες ὕδατι καθαρῷ τὴν πρώτην ἀκτῖνα τοῦ ἡλίου θεασάμενος· εἷθ’ ὅταν σοι τὸ καταγεγραμμένον ὡρολόγιον ἀγγείλῃ τὴν πρώτην ὥραν ἠνύσθαι, σημηνάμενος ὅσον ἐπληρώθη τοῦ ἀγγείου μέρος ὑπὸ τοῦ ὕδατος, ἔτι ἐκκενώσας εὐθέως αὐτὸ πάλιν, ἐπίθες ἐπὶ ταὐτὸν ὕδωρ· ὅταν δὲ τὴν δευτέραν ὥραν ἀγγείλῃ τὸ ἡλιακὸν ὡρολόγιον, ἐπίσκεψαι τὸ ἀγγεῖον· εἶθ’ ὅταν εὕρῃς ἐν αὐτῷ  τὸ ὕδωρ ἐπὶ τὸ αὐτὸ μέρος ἀφιγμένον κατὰ τὴν πρώτην ὥραν, ἐν σήμανον ταχέως, καὶ ἐκχέας ἔνθες κατ’ αὐτοῦ τοῦ ὕδατος, καὶ ἐπισκέπτου πάλιν, εἰ μέχρι τῆς τρίτης ὥρας ἐνδείκνυσι τὸ ὡρολόγιον, ἐπὶ τὴν αὐτὴν ὥραν ἀφικνεῖσθαι τοῦ ἀγγείου τὸ ὕδωρ, ἐφ’ ἣν κατὰ τὴν πρώτην, ἢ κατὰ τὴν δευτέραν· ὅταν οὖν εὕρῃς οὕτω γεγονὸς, ἐκχέας αὖθις ἐπίθες μέχρι τῆς τετάρτης ὥρας, ἰδών τε πάλιν ἐπὶ τὸ αὐτὸ μέρος τοῦ ἀγγείου τὸ ὕδωρ ἀναβεβηκὸς, ἐκχέας αὐτὸ παραχρῆμα, πάλιν ἐπιθεὶς ὁμοίως ἐξέταζε κατὰ τὴν πέμπτην ὥραν.
我所说的意思如下:用你想要的任何材料做一个穿孔的容器,在看到太阳的第一道光线时,将它放在清水上;然后,当画好线的日晷向你宣告第一小时已经结束时,标记出容器被水填满了多少部分,并立即再次将它排空,放在同样的水上;当太阳日晷宣告第二小时,检验这个容器;然后,当你发现其中的水达到了第一小时相同的部位时,迅速做好标记,并倒出水后,将它放回同样的水中,并再次检验,直到日晷指示的第三小时,容器的水是否达到了与第一小时或第二小时相同的部位;因此,当你发现情况确实如此时,再次倒出水,放好直到第四小时,再次看到水上升到容器的相同部分,立即倒出它,同样再次放好并在第五小时进行检验。
ὅταν δὲ καὶ ταύτης εὕρῃς ἐπὶ τὴν αὐτὴν χώραν ἀφιγμένον τὸ ὕδωρ, εἶτα κατὰ τὴν ἕκτην τε καὶ κατὰ τὰς ἐφεξῆς μέχρι τῆς δωδεκάτης, εἰ παντελῶς γνώσῃ, πεισθήσῃ καλῶς καταγεγράφθαι τὸ ὡρολόγιον, εἴ γε τὸ προκείμενον ἐπεδείξατο· προκείμενον δ’ ἦν εἰς δώδεκα μοίρας ἴσας νεμηθῆναι τὸν χρόνον τῆς ὅλης ἡμέρας, ὅτι, ἀλλὰ τοῦτον μὲν τὸν ἀριθμὸν ὡς χρησιμώτατον προείλοντο, καὶ γὰρ ἥμισυ ἔχει, καὶ δίμοιρον, καὶ τέταρτον, ἕκτον τε καὶ δωδέκατον, ἅπερ οὐδεὶς ἄλλος ἔχει μετ’ αὐτὸν ἄχρι τοῦ εἰκοστοῦ τετάρτου.
当你发现这个小时的水也达到了相同的部位,然后是第六小时以及随后直到第十二小时,如果你完全了解,你就会确信这日晷画线画得很好,如果它确实展示了所提出的问题;而所提出的是将整天的时间分为十二个相等的部分,因为他们确实选择了这个最实用的数字,因为它有二分之一、三分之二(δίμοιρος)、四分之一、六分之一和十二分之一,在它之后的任何其他数字直到二十四都没有这些分割。
τοῦτον μὲν ὡς μακρὸν παρῃτήσαντο, σύμμετρον δ’ εἶναι κρίναντες τὸν δωδέκατον, εἰς τοσαῦτα μέρη τὸν χρόνον τῆς ὅλης ἡμέρας διέτεμον.
他们拒绝了后者(二十四)因为其太大,但判定十二是适度的,于是他们将整天的时间切割为这么多部分。
ὅτι δὲ χρήσιμός ἐστιν ἡ τοιαύτη τομὴ, τῇ πείρᾳ βασανίσαντες αὐτὴν ἄλλοι τε πολλοὶ καὶ Ῥωμαῖοι χρῶνται τὴν οὐσίαν ἅπασαν, ὅταν διατίθωνται, διαιροῦντες εἰς δώδεκα μέρη, καὶ τῶν ἐν τῷ βίῳ σταθμῶν τε καὶ μέτρων εἰς δώδεκα μοίρας τέμνονται τὰ πλεῖστα.
而这种分割是实用的,通过经验对其进行了验证的许多其他人以及罗马人都在使用它:当他们支配全部财产(立遗嘱)时将其分为十二个部分,并且生活中大多数的度量衡也都被切分为十二个部分。
σὺ δ’ εἰ κελεύεις, καταγράψομαί σοι κατὰ τὴν μέθοδον ὡρολόγιον, εἴτ’ εἰς δώδεκα τὴν ὅλην ἡμέραν διαιρεῖν ἐθελήσεις, εἴτ’ εἰς ἄλλον τινὰ τὸν ἐφεξῆς ἀριθμὸν, εὑρήσεις γὰρ ἐπ’ ἐκείνου πάλιν ὃ προὔβαλες γεγονὸς ἔκ τε τοῦ συμφωνεῖν τῇ διὰ τῶν τετρημένων ἀγγείων ἐκμετρήσει κᾀκ τοῦ πάντοτε ἀλλήλοις ὁμολογεῖν καταγεγραμμένα, πρός τε τοῦ τὰς τελευταίας ἐν αὐτοῖς γραμμὰς ὁρίζειν τὰ πέρατα τῆς ἡμέρας.
如果你命令,我将按照这个方法为你画一个日晷,无论你希望将整天分为十二,还是分为随后的其他数字,因为在那种情况下,你也会发现你所提出的事情已经实现,这既是因为它与通过穿孔容器进行的测量相一致,也是因为画好线的日晷总是彼此相合,此外还因为它们之中的最后一条线界定了一天的终点。

词汇与语法注释

  1. §5#1προκείσθω τοῖς οἰκήσουσιν αὐτὴν ἐπίστασθαι βούλεσθαι — 第三人称命令式 προκείσθω(让它被提出)在语法上的主语是整个不定式短语 ἐπίστασθαι βούλεσθαι(希望知道)。与格的 τοῖς οἰκήσουσιν αὐτὴν(对于将要居住在其中的人)充当不定式 βούλεσθαι 的逻辑主语,而 ἐπίστασθαι 支配其后的间接疑问从句。
  2. ¦p.81¦μεταβῆναι προσήκει — 无人称动词 προσήκει(应当)支配一系列并列的不定式作为其主语:μεταβῆναι(过渡)、ζητῆσαι(寻求)和 εὑρεῖν(发现)。
  3. ¦p.84¦δίμοιρον — 尽管 δίμοιρον 通常表示“三分之二”,但在此处列举十二的因数或分数的语境下,它指的是十二的“三分之二”(即八),用以强调十二这一数字具有极佳的可除性。

引用这一段

盖伦, 论灵魂激情与错误的诊断与治疗 §5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg029.humanitext-grc1:5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。