§5#2οὕτω δὲ καὶ κλεψύδρας καταγραφὴν ὁ λόγος εὗρεν ἀναλυτικῇ μεθόδῳ ζητήσας, ἧς πάλιν ἡ βάσανος ἐναργής ἐστι καὶ τοῖς ἰδιώταις.
このように、理性は分析的方法を用いて探求した結果、水時計(クレプシドラ)の線の描き入れ(目盛り)をも見出したが、その検証は専門家でない人々にとっても明らかである。
ἡ γὰρ ἀνωτάτω γραμμὴ δωδεκάτην ὥραν σημαίνουσα τὸ μέγιστον μὲν ὕψος ἔχει, καθ’ ὃ μέρος ἡ κλεψύδρα τὴν μεγίστην ἡμέραν ἐκμετρεῖ, βραχύτατον δὲ, καθ’ ὃ τὴν ἐλαχίστην·
というのも、第十二時間を表示する最上部の線は、水時計が最も長い日を測定する部分においては最大の高さを持ち、最も短い日を測定する部分においては最も低いからである。
ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν, ὃ τῆς ἰσημερινῆς μέτρον σοι δηλώσει·
そして、その両者の中間に、春分・秋分の尺度を君に示すものが存在する。
τὸ δ’ ἐφεξῆς τὴν τετάρτην ἐπεξιὼν, κατὰ τὸν αὐτὸν τρόπον πάσας τὰς ἐνιαυτοῦ μετρήσεις·
これに続くものは、第四の点へと進みつつ、同じ方法で一年のすべての測定を行う。
τὸ δὲ μεταξὺ μέχρι τῶν ἰσημερινῶν τμημάτων ἐπὶ τοῦ χείλους τῆς κλεψύδρας δηλοῖ σοι τὰς εἰρημένας τέτταρας ἡμέρας·
水時計の縁における、分点の分割までの間は、君に上述の四つの日を示している。
ἀφ’ ὧν τμημάτων ὁρμηθήσομαι ἐφεξῆς τῷ σημαίνοντι τὴν μεγίστην εὑρήσειν, δηλονότι ἄχρι τίνος μέρους τῆς ὑψηλῆς γραμμῆς ἐπὶ τῇ κλεψύδρᾳ τὸ ὕδωρ ἀναβήσεται τῆς δωδεκάτης ὥρας συμπληρουμένης·
これらの分割から私は出発して、順次、最大の(日)を示すものにおいて、水時計の上で第十二時間が満たされるときに、水がその高い線のどの部分まで上昇するのかを発見しようとするであろう。
τὰ δὲ μετ’ ἐκεῖνα πάλιν τρίτα ἀπὸ τῆς δωδεκάτης τροπῆς εὑρήσεις μετροῦσαν τὴν μίαν ἐκείνην ἐν τῇ κλεψύδρᾳ γραμμὴν, ἣν ὑψηλοτάτην ἔφην εἶναι·
そして、その後のもの、すなわち第十二の至点(冬至)から三番目のものを、君は、私が最も高いと言った水時計の中のあのひとつの線が測定しているのを見出すであろう。
καὶ μέντοι καὶ τὰς ἄλλας γραμμὰς, ὅσαι τῆς ὑψηλοτάτης εἰσὶν εὐτελέστεραι, ἄλλας ὥρας ἐκμετρούσας εὑρήσεις·
そして実際に、最上部の線よりも低い他のすべての線も、他の時間を測定しているのを見出すであろう。
τὴν τετάρτην μὲν ἀπὸ τῆς δωδεκάτης· ἐν ἅπασι τοῦ ἐνιαυτοῦ ταῖς ἡμέραις τὴν ἑνδεκάτην ὥραν σημαίνουσιν ἐν διαφέρουσιν αὐτῆς μέρεσιν, ὡς ἐπὶ τῆς ὑψηλοτάτης προείρηται·
第十二の線から四番目のものは、一年のすべての日々において、最上部の線についてすでに述べられたのと同様に、それの異なる部分において第十一時間を表示している。
τὴν δ’ ἐφεξῆς πέμπτην ἢ ἕκτην ὥραν δηλοῦσαν ὡσαύτως κατὰ διαφέροντα μέρη, καὶ τὴν ἐφεξῆς γε πάλιν ἑβδόμην, ἣ ὀγδόην, ἢ ἐννάτην τε καὶ τὰς ἄλλας ἄχρι τῆς κατωτάτης γραμμῆς τὴν ὥραν πρώτην εὑρίσκειν ἐπὶ τῶν ἡλιακῶν ὡρολογίων, φαίνεταί σοι πεπληρωμένου τοῦ κατὰ τὴν κλεψύδραν ὕδατος, ὥσπερ γε ἡ τετάρτη καὶ αἱ λοιπαὶ μέχρι τῆς δωδεκάτης ἀλλήλαις μὲν ἴσαι καθ’ ἑκάστην ἡμέραν ἡντιναοῦν φαίνονται, ταῖς δὲ ἄλλαις ἄνισοι ταῖς προγεγενημέναις τε καὶ μελλούσαις.
そして、それに続くものは、同様に異なる部分において、第五または第六時間を表示し、さらにそれに続く第七、あるいは第八、あるいは第九、および最下部の線に至るまでの他の線は、日時計において第一時間を見出すように、水時計の水が満たされたとき、君に示すように見える。 ちょうど第四(の時間)や第十二時間までの残りの時間が、どの日においても互いに等しく見える一方で、すでに過ぎ去った日やこれから来る他の日々に対しては等しくないように見えるのと同様である。
εἶτα τὴν τοιαύτην μέθοδον εὑρίσκων οὐκ ἐπεθύμησας, ὦ οὗτος, τί ποτ’ ἐστὶν, οὐκ ᾔσθου τῆς ἐν σαυτῷ δοξοσοφίας, ἀμαθὴς ὅστις ὢν τούτων τῶν προβλημάτων, οὐκ ἂν εὕροις ἐνιαυτῷ, βέλτιον δὲ εἰπεῖν, ὅλῳ τῷ βίῳ;
それなのに、このような方法を見出しながら、これがいったい何であるかを欲しなかったのか、そこの君よ。 君の中にある「知ったかぶり」に気づかなかったのか。 これらの問題を何も知らない者である君は、一年をかけても、いや、むしろ一生をかけても、これらを発見することはできないだろうに。
οὐδὲ γὰρ εὗρεν αὐτὰ βίος ἀνδρὸς ἑνὸς, ἀλλὰ κατὰ σμικρὸν προῆλθεν ἡ γραμμικὴ θεωρία·
なぜなら、一人の人間の生涯がこれらを発見したのではなく、幾何学的理論は少しずつ進歩してきたからである。
πρῶτον μὲν τῶν στοιχειωδῶν ἐν αὐτῇ θεωρημάτων ζητηθέντων αὐτῷ, ἐπεὶ δὲ εὑρέθη ταῦτα, προσθέντων αὐτῶν αὐτοῖς τῶν ἐφεξῆς γενομένων ἀνδρῶν τὴν θαυμασιωτάτην θεωρίαν, ἣν ἀναλυτικὴν ἔφην ὀνομάζεσθαι, καὶ γυμνασάντων ἐν αὐτῇ ἑαυτούς τε καὶ τοὺς βουληθέντας ἐπὶ πλεῖστον·
まず、彼自身によって基礎的な定理が探求され、これらが見出された後、後代の人々がそれらに次々と付け加えることで、私が分析的と呼んだあの最も素晴らしい理論を構築し、自分自身や、それを望む人々を大いに訓練したのである。
ἐν αὐτῇ καίτοι μηδὲν ἔχουσι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ κλεψυδρῶν.
彼らはその中で、日時計や水時計について私がここまで説明してきたような、いかなる手仕事の実物を示すこともできなかったにもかかわらず、そうしたのである。
ἀλλ’ οὐκ ἦσαν οὔτε προπετεῖς οὔτ’ ἀλαζόνες οἱ τὰ τοιαῦτα ζητήσαντες ὁμοίως τοῖς ἐπαγγελλομένοις σοφίαν ἢ ζητεῖν, ἢ εὑρηκέναι, τιμήσαντες δ’ ἑαυτοὺς τὴν ἀληθεστάτην τιμὴν ὠρέχθησαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίστην, ταύτην ἀσκῆσαί τε καὶ εἰς τέλος ἀγαγεῖν.
しかし、そのような事柄を探求した人々は、知恵を探求しているとか発見したとか公言する人々のように、軽率でも不遜でもなかった。 彼らは最も真実な敬意をもって自分自身を尊び、魂の中に持っている最良の能力を鍛え、完成へと導くことを切望したのである。
εὔδηλον δ’, ὅτι τὴν λογικὴν λέγω, ἧς γυμναζομένης τε καὶ τὴν οἰκείαν εὐεξίαν λαμβανούσης, εὐφραίνονται μειζόνως ἢ ταῖς διὰ τοῦ σώματος ἡδοναῖς δουλεύοντες.
言うまでもなく、私が言っているのは理性的能力のことである。 これが訓練され、それ自体の健康な状態を獲得するとき、彼らは肉体による快楽に隷属している人々よりも大いに喜ぶのである。
οὐδὲ γὰρ διαφερόμεθα ἄλλῃ τινὶ δυνάμει τράγων καὶ σκωλήκων, ὑῶν τε καὶ προβάτων καὶ ὄνων·
なぜなら、私たちは他のいかなる能力によっても、山羊や蛆虫、豚や羊やロバと区別されないからである。
οὐδ’ ἄλλη τις θεωρία μειζόνως εὐφραίνει ψυχὴν ἀνδρὸς εὐφυοῦς τῆς ἀναλυτικῆς, ὅταν γέ τις ἐν αὐτῇ προέλθῃ·
また、才能ある人の魂を、分析的な理論以上に喜ばせる理論は他にない。 誰かがその中を進んでいくときには。
κατ’ ἀρχὰς μὲν γὰρ ἐπίπονός ἐστιν, ὥσπερ καὶ αἱ ἄλλαι σχεδὸν ἅπασαι.
なぜなら、初めはそれは骨の折れるものであるからだ、ほとんど他のすべての理論や技術がそうであるように。
καίτοι κᾂν εἰ μηδεμίαν εὐφροσύνην εἶχεν, δι’ αὐτό γε τὸ μέλλειν αὐτῇ χρῆσθαι πρὸς τὰ μέγιστα καλῶς εἶχεν ἀσκηθῆναι κατ’ αὐτὴν, ἐξαίρετον ἔχουσαν, ὡς ἔφην, τὸ μαρτυρῆσαι πρὸς αὐτῶν τῶν εἰρημένων εὐφραντὸν, ὅπερ οὐκ ἔστιν ἐν τοῖς κατὰ φιλοσοφίαν εὑρισκομένοις.
それなのに、仮にそこに何の喜びもなかったとしても、それを最大の事柄に用いることになるというまさにその理由のために、その中で訓練されることは良いことであっただろう。 それ(分析的方法)は、私が言ったように、述べられた事柄それ自体によって喜びをもたらすものとして証言されるという際立った特徴を持っており、これは哲学の領域で見出されるものには存在しないからである。
καὶ διὰ τοῦτο τοῖς προπετῶς ἐν αὐτῇ φλυαροῦσιν ἔξεστιν ἀναισχυντεῖν·
そしてこのために、哲学において軽率に戯言を並べる者たちは、恥知らずに振る舞うことが許されている。
οὐ γὰρ, ὥσπερ ὁ κακῶς καταγράψας ὡρολόγιον ἢ κλεψύδραν ὑπ’ αὐτοῦ τοῦ πράγματος ἐλέγχεται προφανῶς, οὕτω καὶ τοῖς ἐν φιλοσοφίᾳ θεωρήμασιν ἐναργής ἐστιν ὁ ἔλεγχος, ἀλλ’ ἔξεστι λέγειν, ὥσπερ ἂν ἐθέλῃ τις, ὅταν γε ἅπαξ ἀναίσχυντος ἄνευ τῆς λογικῆς μεθόδου ὑπ’ αὐτῶν τῶν πραγμάτων διδάσκεσθαι λέγῃ.
なぜなら、日時計や水時計を不当に設計した者が、その事物自体によって公然と論駁されるのとは異なり、哲学における諸定理においては論駁が明白ではないからである。 むしろ、一度論理的方法なしに、事物それ自体によって教えられていると恥知らずにも主張する者は、自分が望むように何でも言うことができるのである。
ἀλλ’ εἰ μὲν ἐκείνοις μόνοις διελέχθη τὰ πράγματα λαβόντα φωνὴν, εὐλόγως ἀλαζονεύονται, σιγώντων δ’ αὐτῶν ἀεὶ, καὶ μήθ’ ἡμῖν μήτ’ ἐκείνοις διαλεγομένων, εὔδηλον ὅτι μόνος ὁ ἐν ἡμῖν λόγος εὑρήσει τὴν τῶν πραγμάτων φύσιν.
だが、もし事物が声を発して彼らだけに語りかけたというのであれば、彼らが自慢するのも道理である。 しかし、事物は常に沈黙しており、私たちにも彼らにも語りかけないのだから、私たちの内にある理性だけが事物の本性を発見するであろうことは明らかである。
ἐπιδειξάσθω τοίνυν πρότερον εὑρίσκειν αὐτὰ δυνάμενος ἐν πράγμασιν ἐναργῶς αὐτὸ μαρτυροῦσιν, εἰπάτω τε μέθοδον ἡμῖν, ᾗ πᾶν ἀναλυτικῶς ὑποπίπτει πρόβλημα, καὶ δειξάσθω προκρίνας τὰς ὁμοιότητας τῶν ἀληθῶν τε καὶ ψευδῶν λόγων, οὗ δυνατὸν φωρᾶσαι τὴν κακίαν, οὐκ ἂν ἔτι πιστὸς ἐπὶ τῶν ἀδήλων εἴη.
それゆえ、まず、事物を発見することができるということを、事物がそれを明白に証言している中で提示せよ。 そして、すべての問題が分析的に従うところの方法を我々に語り、真偽の議論の類似性を識別して、その悪癖を見破ることができる場所を示せ。 さもなければ、彼はもはや不明瞭な事柄について信頼されることはないであろう。