Humanitext Reader

盖伦 · 论灵魂激情与错误的诊断与治疗 §4

关于人生目的的谬误与判定标准的探求

第 6 段,共 12 段 · 希腊语

内容简介

作者指出对终极目的的错误设想是诸多错误的根源,强调了通过仔细审视以确立首要标准并进行还原分析的必要性,并阐明了数学训练作为其基础的重要性。

§4Ἀρχὴ μὲν οὖν ἐστι πολλῶν ἁμαρτημάτων ἡ περὶ τέλους ἑκάστου βίου ὑπόληψις ψευδής· φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ μέρος ἁμαρτήματα.
因此,许多错误的根源在于对每种生活之终极目的的虚假设想;因为个别的错误正像是从这一根源中生长出来的。
δύναται δέ τις ἐν τῇ περὶ τέλους δόξῃ μὴ σφαλεὶς ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ  συνεὶς τῆς ἀκολουθίας.
但是,一个人完全可能在关于终极目的的意见上没有犯错,却在某些个别的事情上犯了错,因为他没有理解其逻辑伴随关系。
ἐπὶ πλέον δέ σοι, καθάπερ ἔφην ἄρτι, τὰς ἀκολούθους πράξεις ἑκάστῳ τέλει δι’ ἑτέρων ὑπομνημάτων ἤθροισα.
不过,正如我刚才所说,我已经通过其他著作,为你更详细地收集了与每个终极目的相符的行为。
νυνὶ δὲ τὰ κεφάλαια μόνα τῶν ἁμαρτημάτων εἶπον, ἃ καὶ βέλτιον εἶναι νομίζω πάλιν ἀναλαβεῖν ἕνεκα τοῦ σύνοψίν τινα τῶν προκειμένων εὐμνημόνευτον γενέσθαι.
但现在我仅指出了错误的主要关节点,我认为最好重新审视这些内容,以便对所提出的问题形成一个便于记忆的概述。
ἐπειδὴ γὰρ ἐν τῇ περὶ τέλους σκέψει τὸ κῦρος ἐστὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας, εἰκότως ἐπὶ τὴν ζήτησιν αὐτοῦ πάντες ἧκον· οἱ δὲ τιμήσαντες ἑαυτοὺς προπετῶς ἀπεφήναντο· ἀπεφήναντο δὲ προπετῶς ἤτοι πάντες, ἢ χωρὶς ἑνός· οὐδ’ αὐτός ἐστι φανερὸς ἄνευ τοῦ κρῖναι τὰς ἀποδείξεις, εἴτ’ ὄντως εἰσὶν ἀποδείξεις, εἴτ’ ἐκείνοις φαίνονται.
因为既然人类幸福的决定权在于对终极目的的考察,大家自然都会来探究它;但那些自视甚高的人却轻率地做出了断言;而轻率做出断言的,要么是所有人,要么是除一人之外的所有人;并且,在没有判定这些证明究竟是真正的证明,还是在他们看来是证明之前,连那个人自己也无法显明。
τὸν οὖν ἐπιτηροῦντα καὶ παραφυλάττοντα τὰς ἰδίας ἁμαρτίας αὐτὸ τοῦτο χρὴ πρῶτον ἐννοῆσαι, τὸ δίκαιον εἷναι πάντως, ἐπιμελῶς τε καὶ ἀκριβῶς ἀκούσαντα τῶν οἰομένων ἀποδεδειχέναι τὰ ζητούμενα· μετὰ ταῦτα κρίνειν αὐτὰ πειρᾶσθαι, πάλιν κᾀνταῦθα παρ’ αὐτῶν ἀκούσαντα, τίνα τίθενται κριτὴν τῆς ἐν λόγοις ἀληθείας, εἶτα καὶ πάλιν, αὐτὰ ταῦτα πῶς εἶναι χρὴ, βουλευόμενον αὐτὸν ἐπισκεψάμενόν τε, μή τι πάλιν ἕτερον ἀκούουσι κριτήριον ἄλλου κριτηρίου δεόμενον, εἶτ’ ἐπ’ ἐκείνου πάλιν ἄλλο, καὶ τὴν εἰς ἄπειρον ἔκπτωσιν ὑποπτεύσαντα, μετὰ πολλῆς ἀσφαλείας ἐν χρόνῳ πολλῷ σὺν τοῖς ἀληθεστάτοις αὐτῷ φανεῖσιν ἀνδράσιν οὕτως ἐπισκέψασθαι τὸ πρῶτον ἁπάντων κριτήριον, ὃ δῆλον καί τινα λαβὴν ἄκριτον χρὴ καταλαβόντα μεμνῆσθαι πᾶσιν ἀνθρώποις.
因此,凡是监视并防范自身错误的人,首先必须考虑到这一点,即无论如何都是正当的:在仔细且精确地听取了那些自认为已经证明了所探究之物的人的意见之后;在此之后,再尝试对它们进行判定,并在此处再次听取他们的意见,看他们将什么作为论说中真理的判定标准,接着,他自己还要再次深思熟虑并进行考察,这些事情本身应当如何,以免他们所听信的另一个标准还需要另一个标准,而那个标准之上又需要另一个,并在怀疑这会陷入无限循环之后,以极大的审慎,在漫长的时间里,与那些在他看来最真实的人一起,以此方式去考察一切标准中的首要标准,显然,所有人都必须将这一无需判定的立足点牢牢掌握并牢记在心。
ὁμολογούμενον δ’ ἦν αὐτὸ καὶ χωρὶς κρίσεως ἱκανὸν ἐνδείκνυσθαι τὴν αὐτὴν δύναμίν ἐστι τοῦτο πάσης ἀποδείξεως.
而且,人们公认它即使在没有判定的情况下,也足以指示出一切证明的相同力量。
οὕτως τὸ λοιπὸν ἐπ’ αὐτὸ βλέποντα, πάντα ἀνάγειν τὰ κατὰ μέρος, ὅπερ ἀνάλυσιν ἐκάλεσαν ἔνιοι τῶν φιλοσόφων, ὡς ἄνοδόν τινα τῶν μεταξὺ γιγνομένων ἐπὶ τὸ πρῶτον κριτήριον.
因此,今后应当注视着它,将所有个别的事情都归纳于它,这被一些哲学家称为“分析”,即一种将中间产生的步骤提升到首要标准的过程。
ἅτε δ’ ὄντος τούτου ἱκανῶς χαλεποῦ πράγματος, ὡς ἔργῳ πολλάκις ἔμαθες ἐπὶ τῶν δοξοσόφων ἀσχημονούντων τε καὶ καταγελωμένων, διὰ τὸ μηδὲ τὰ τυχόντα τῶν ζητουμένων δύνασθαι πρὸς τὸ πρῶτον ἀνάγειν κριτήριον, ἑαυτῷ χρὴ παρακολουθεῖν τὸν ἐπιστημονικὸν γενέσθαι βουλόμενον, ἐπὶ πολλῶν τῶν κατὰ μέρος, ὡς ἔμπροσθεν ἔφην, γυμναζόμενον, ἃ μαρτυρῆσαι δύναται τοῖς εὑρίσκουσιν αὐτήν· τοιαῦτα δέ ἐστι τὰ κατὰ τὴν ἀριθμητικήν τε καὶ γραμμικὴν θεωρίαν, αἷς οἷον ἐπιβάσεσιν ἀστρονομία καὶ ἀρχιτεκτονία χρῆται.
但既然这是一件相当困难的事情(正如你经常在实际中看到那些自以为是的人因无法将平庸的探究问题归纳于首要标准,从而举止失态并遭人嘲笑所学到的那样),凡是希望变得合乎科学的人,都必须密切注视自己,并在许多个别的事情上进行训练(正如我之前所说),这些事情能够为发现科学的人提供证明;而这样的事情就存在于算术和几何学的理论中,天文学和建筑学将它们用作立足的基石。

词汇与语法注释

  1. p.78μὴ συνεὶς τῆς ἀκολουθίας — `συνείς` 是 `συνίημι` 的第二不定过去时主动分词阳性单数主格,修饰句子的主语 `τις`。`ἀκολουθίας` 是由 `συνίημι` 所支配的属格宾语。
  2. 544οὐδ’ αὐτός ἐστι φανερὸς ἄνευ τοῦ κρῖναι — `αὐτός` 指前文“除一人之外(χωρὶς ἑνός)”所暗指的“那个人”(阐明真理的人)。`φανερός` 是主格表语,意为“在未经判定[这些证明]之前,连那个人自己也无法显明[是否阐明了真理]”。
  3. p.79ὃ δῆλον καί τινα λαβὴν ἄκριτον χρὴ καταλαβόντα μεμνῆσθαι πᾶσιν ἀνθρώποις — 关系代词 `ὃ` 的先行词是 `τὸ πρῶτον ἁπάντων κριτήριον`。`καταλαβόντα` 是宾格分词,作为不定式 `μεμνῆσθαι` 的逻辑主语,而 `πᾶσιν ἀνθρώποις` 是表示关涉的与格(“对所有人而言”)或由 `χρή` 支配。

引用这一段

盖伦, 论灵魂激情与错误的诊断与治疗 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg029.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。