Humanitext Reader

盖伦 · 论灵魂激情与错误的诊断与治疗 §3#3

论证训练的缺失与情欲同错误的区分

第 5 段,共 12 段 · 希腊语

内容简介

著者展示了受过基础训练的青年人能够解答诡辩,并将未受训练的哲学家之顽固比作慢性硬结进行批判。此外,他指出各学派目的与生活的不一致,并区分了因情欲而失足与因败坏的意见而犯错(错误)。

§3#3ἐγὼ τοῦτ’ ἔδειξα μειράκιά πω γεγυμνασμένα ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους, ἀξιώσας τι προβάλλειν αὐτοῖς σοφισμάτων τοῖς βουλομένοις τῶν παρόντων.
我通过教导那些在学科中受过一定训练的青年人认识真实的论说,从而证明了这一点,因为我要求在场的旁观者中愿意的人向他们(青年人)提出一些诡辩。
αὐτὰ γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν, ἤτοι κατὰ τὸ σχῆμα γεγενημένην, οὐκ ὂν συλλογιστικὸν, ἢ κατὰ τῶν λημμάτων ψευδῆ οὖσαν, ὥστε κᾀκ τούτου φανῆναι σαφῶς τοῖς δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν, ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο πεπόνθασιν· εἶτ’ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσιν, διὰ προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι· ἡ γὰρ περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν ἄγειν· οὗτοι δὲ ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως ἀληθῶν τε καὶ ψευδῶν λόγων, ἐνίοτε πιστευόμενοί τινος νοεῖν ἀλήθειαν δόξης, ἀγνοοῦσι μὲν, ὅτι λόγον ἐνδεχόμενον εἰρήκασιν, ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι δ’ ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως, πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου, δι’ ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι.
因为他们自己认识到了这些诡辩的荒谬,这荒谬要么产生于形式(并非三段论的形式),要么在前提中是虚假的,因此从这一点上也向这些自以为是的、无法解答诡辩的老人们清楚地表明,他们遭受这一处境是因为他们对真实论说的无知;接着,他们值得最终的谴责,因为由于轻率的同意,他们陷入了不幸的生活中;因为关于终极目的的虚假意见被所有人公认会导向不幸;但这些人对于真实和虚假论说的辨别未受训练,有时被认为理解了某种意见的真理,但他们不知道自己说出的只是可能合理的论说,因为他们所认为的事情显得显而易见,并且他们要求我们在没有证明的情况下跟随并相信,而在论说往往只需要直接提示(指示)时,他们却企图通过证明来确立它。
τινὲς δὲ ἀγνοοῦντες, ὅπῃ διαφέρει τὸ τῆς ἐνδείξεως δεόμενον, ἢ ὡς πρῶτόν τε καὶ ἐξ αὐτοῦ πιστὸν, ὅμως ἐπιχειροῦσιν ἀποφαίνεσθαι περὶ πραγμάτων ἀκριβοῦς ἐπισκέψεως δεομένων.
还有一些人不知道需要直接提示的事物与那些首要且自身可信的事物有何不同,却仍然企图对需要精确考察的事情做出断言。
καὶ ταῦτα πεπόνθασι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοσοφίᾳ.
许多在哲学中已经老去的人都遭受了这一处境。
τί οὖν, ὦ πρὸς θεῶν, ἢ τῶν τοιούτων ἀμάθειάν τε καὶ δοξοσοφίαν δοκεῖ σοι δύνασθαι θεραπευθῆναι ῥᾳδίως;
那么,凭着诸神起誓,你认为这些人的无知和自以为是能够轻易被治愈吗?
ἢ ὅστις μὲν σκιῤῥώδης ἐτῶν ἤδη τριῶν ἢ τεττάρων ἄλυπον ἔχει τὸν σκίῤῥον;
或者,一个已经患有三年或四年无痛硬结(scirrhus)的硬结患者[容易治愈吗]?
ἤ τε τῶν τοιούτων γερόντων ψυχὴ τὸν τῆς ἀμαθείας τε καὶ δοξοσοφίας σκίῤῥον ἐτῶν τριάκοντα ἔχουσα δύναται λυθῆναι;
还是说,这些老人们抱持了三十年无知和自以为是之硬结的灵魂能够被消解?
θὲς, εἰ βούλει, καὶ δύνασθαι, καὶ σκέψαι, πότερον ἡμερῶν, ἢ μηνῶν, ἢ ἐτῶν τοῦ τοιούτου σκίῤῥου θεραπεία δεῖται.
假定,如果你愿意,这是可能的,并思考这种硬结的治疗需要几天、几个月还是几年。
μὴ τοίνυν θαύμαζε, διὰ τί πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων οὐδ’ ὅλως ἀξιῶ διαλέγεσθαι· ἀμείνους γὰρ αὐτῶν οἶδα πάντας ἰδιώτας τε καὶ συνετοὺς φύσει, καὶ πεπαιδευμένους τὴν παρ’ Ἕλλησιν ἐξ ἀρχῆς εὐδοκιμοῦσαν παιδείαν.
因此,不要奇怪为什么我不屑于与许多自称研究哲学的人交谈;因为我知道,所有天生聪明且从小接受在希腊人中享有盛誉的教育的普通人,都比他们更好。
οὗτοι μὲν καὶ γνωρίζουσι ῥᾳδίως, ὅσα τ’ ἐναργῶς ἀκολουθεῖ.
这些人确实很容易认识到那些显然伴随(逻辑上推导出来)的事情。
τῶν δ’ ὡς ἐριζομένων ὄντων, ἢ προσποιουμένων μὲν μὴ γνωρίζειν, ὅσα τοῖς δόγμασιν αὐτῶν ἐναντιοῦται, πολλάκις ἐπειράθην.
另一方面,对于那些好辩的人,或者那些假装不认识与他们教条相左之物的人,我经常有经验。
περὶ μὲν γοῦν τῶν ἑπομένων ἑκάστῳ τέλει μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων πρὸς πολλοὺς τῶν φιλοσόφων, οἱ μὲν ἄλλοι πάντες διὰ τὸ πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν, αὐτοί τε τοὺς ἀκολούθους βίους τοῖς αὑτῶν δόγμασιν ἔλεγον, τὸν ἡμῶν λόγον γνωρίζοντες· οἱ δ’ ἄλλοι, ὡς εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ, μόνοι τἀναντία λέγοντες, εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίαν αὐτῶν ἐτρέποντο.
至少,关于伴随每个终极目的的生活,在我们和许多哲学家之间已经进行过无数次论辩,其他所有人由于接受过基础教育而心智敏锐,他们自己说出了与自己教条一致的生活,并认识到了我们的论说;但其他人,如前所述,在自以为是中老去,只有他们说着相反的话,然后被所有在场的人嘲笑,转向对他们的辱骂。
ἀλλὰ τὰ μὲν ἐξηγημένα πολλάκις ἡμῖν ἅμα πολλοῖς ἀνδράσι περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις· καὶ δῆλον ὅτι πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων, ὧν ἁμαρτάνουσιν ἐν αὐτοῖς, γέγραπται.
但是,我们在其他著作中有很多次与许多人一起对伴随每个终极目的的生活所做的阐释;显然,其中记录了许多他们在其中所犯错误的例子。
πάντα γὰρ, ὅσα καθ’ ὅλον τὸν βίον ἐναντίως ἀλλήλοις πράττουσιν, ὅσα τε καὶ λέγουσιν οἱ ἀπὸ τῶν διαφόρων αἱρέσεων ἀναγόμενοι, κατάκρισις ψευδὴς γίγνεται, καὶ πρόδηλόν γ’ ἐστὶν, ὡς κακῶς τε γίγνεται πάντα, καὶ ἁμαρτημάτων ἐστὶ τὰ κατὰ πᾶσαν αἵρεσιν πλημμελήματα, τῆς ἀληθοῦς εὑρηκυίας οὐ μόνον τὸ τέλος, ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον, ἔνθα καὶ σαφῶς, ὅπῃ διαφέρει πάθος ἁμαρτήματος, ἔνεστί σοι μαθεῖν.
因为不同学派的门徒在整个生命中所做的与所说的一切相反的事情,都成了虚假的判定,并且显而易见,一切都变得糟糕,每个学派的过失都属于错误,而真实的哲学不仅发现了终极目的,而且发现了与之相符的生活,在其中你确实可以清楚地学到情欲与错误有何不同。
ὁ μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτως ἔτυχε, τοὺς ἀνθρώπους δόγμα θέμενος, ὡς ἀληθὲς, ἢ τέλειον εὐεργετῆσαί τινας, ἐκλείπων τὴν βοήθειαν, ἢ δι’ ὕπνον, ἢ ἀργίαν, ἢ φιληδονίαν, ἤ τι τοιοῦτον κατὰ πάθος ἐσφάλη· κεκρικὼς δέ τις ἑαυτῷ μόνῳ τὰς ἡδονὰς ἢ τὴν ἀοχλησίαν ἐκπορίζειν, ἀποσχόμενος δὲ διὰ τοῦτο πολίταις ἢ οἰκείοις ἀδικουμένοις βοηθῆσαι, διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθος ἥμαρτε.
因为那些立下“援助人类是正确的”这一教条为真理,或者立下“完美地援助某些人”的人,如果因为睡眠、懒惰、对快乐的喜爱或类似的情欲而未能提供帮助,他是由于情欲而失足;但是,那些判定应该只为自己提供快乐或无忧,并因此不向受到不公对待的公民或亲属提供帮助的人,是由于败坏的意见而犯错,而不是由于情欲。

词汇与语法注释

  1. p.74αὐτὰ γὰρ ἐγνώρισε — 代词 αὐτά 作为中性复数主格,指代前文的 μειράκια(青年们)。根据古典希腊语“中性复数主语配单数动词”的句法规则,动词 ἐγνώρισε 采用了第三人称单数形式。
  2. p.75ὅπῃ διαφέρει τὸ τῆς ἐνδείξεως δεόμενον, ἢ ὡς πρῶτόν τε καὶ ἐξ αὐτοῦ πιστόν — 并列连词 ἤ 将自明性知识的两大来源并置:“需要直接提示的事物(tò tês endeíxeōs deómenon)”与“首要且自身可信的事物(hôs prôton te kaì ex autoû pistón)”。它说明了这两者与后文“需要精确考察的事情”有何不同(hópēi diaphérei)。
  3. p.77τῆς ἀληθοῦς εὑρηκυίας — 一个使用阴性单数完成时分词 εὑρηκυίας 的属格独立结构。省略了作为 τῆς ἀληθοῦς 修饰语的阴性名词如 αἵρεσις(学派)或 φιλοσοφία(哲学),表达了与前文其他学派混乱局面的对比或让步关系。
  4. p.77ὁ μὲν γὰρ εὐεργετεῖν ... ἐσφάλη — 该句的句法核心以 ὁ δόγμα θέμενος(确立教条的人)为主语,以 ἐσφάλη(`σφάλλω` 的被动过去时第三人称单数,意为“失足/犯错”)为主动词。中间的分词短语 ἐκλείπων τὴν βοήθειαν... 修饰主语,解释了即使抱有正确的教条,其失败仍是由于情欲(πάθος)的介入而产生的。
  5. p.77κεκρικὼς δέ τις ... ἥμαρτε — 与前一句(由于情欲而导致的暂时失足)形成对比,本句描述了由于“错误(ἥμαρτε = ἁμάρτημα)”而导致的根本性失败。主语是不定代词 τις,主动词是 ἥμαρτε(`ἁμαρτάνω` 的主动过去时第三人称单数,意为“犯错”),这种失败并非源自情欲,而是源自根本性的“败坏意见(διὰ μοχθηρὰν δόξαν)”。

引用这一段

盖伦, 论灵魂激情与错误的诊断与治疗 §3#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg029.humanitext-grc1:3%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。