§3#2δὲ δριμεῖς μὲν, ἀλλὰ ἀγυμνάστους ἐν τοῖς πρώτοις μαθήμασιν· συμφέρει γὰρ, οἶμαι, διδασκάλοις ἀλαζόσι τοιούτους ἔχειν μαθητὰς, ὡς ὅ τε συνετὸς φύσει καὶ προγεγυμνασμένος ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονῇ, καθάπερ κᾀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ, γιγνωσκόντων δ’ αὐτῶν οὐδ’ εἴδωλον ἀποδείξεως.
而另一些人虽然敏锐,却在最初的学科上未受训练;因为我认为,对于傲慢的教师来说,拥有这样的学生是有利的,以至于那些天生聪明且已在学科中受过训练的人会立刻鄙视他们,正如我年轻时鄙视许多教师一样,他们竟敢宣称一些与几何学中科学论证相冲突的事情,而他们自己却连论证的影子都不知道。
ἐὰν οὖν ἐξέλῃ ὁ μέλλων ἀλήθειαν ζητῆσαι ἀλαζονείαν, φιλαυτίαν, φιλοτιμίαν, φιλοδοξίαν, δοξοσοφίαν, φιλοχρηματίαν, ὁ δ’ ἀφίξεται πάντως ἐν αὐτῇ προγυμνασάμενος οὐ μησὶν, ἀλλὰ ἔτεσί ποθ’ ὕστερον, ζητήσας τὰ πρὸς εὐδαιμονίαν τε καὶ κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα· τὸν δ’ ὑπό τινων παθῶν, ὧν εἶπον, οἰστρούμενον, πρὸς μὲν τὴν οὕτω μακρὰν ὁδὸν ὀκνῶ, ἐκείνους δὲ μισῶ ἐπίβουλόν τε καὶ διάβολον κατασκευάζοντας.
因此,如果一个想要寻求真理的人抛弃了傲慢、自爱、名誉欲、虚荣、自大和贪财,他必定会在数年而非数月之后到达真理,通过预先进行训练,并探求那些能够引导至幸福和痛苦的教条;但对于那些被我所说之情欲驱使的人,我犹豫是否让他们踏上如此漫长的道路,并且我憎恨那些将他们塑造成阴险和诽谤之人的教师。
τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν τοὺς ἑαυτῶν μαθητὰς, ὡς μηδ’ ὑπομεῖναί ποτε τὸ παρασχεῖν τὰ ὦτα τοιούτοις λόγοις, ὁποίους ἐγὼ μέχρι δεῦρο προὐχειρισάμην.
因为他们习惯于用这些东西预先占领自己学生的心灵,以至于他们绝不容忍倾听我直到现在所提出的这类论说。
ἑτοιμότατον δ’ ἐστὶ πείθεσθαι μειρακίοις ἀπαιδεύτοις διδάσκαλον τὸν ἐροῦντα σεμνῷ προσώπῳ, ῥᾴστην ὁδὸν ἐπὶ σοφίαν, ὑφηγήμενον παρὰ τοῖς Κυνικοῖς ὀνομαζομένοις.
而对于未受教育的青年人来说,最容易被一个板着庄重面孔说话的教师所说服,声称通往智慧的最易之路是在所谓的犬儒派中引导的道路。
καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ’ ἀρετὴν ὁδὸν εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα.
因为确实,这些人也说他们自己的追求是通往美德的捷径。
τινὲς δὲ αὐτῶν ἐλέγχοντες οὐκ ἐπ’ ἀρετὴν, ἀλλὰ δι’ ἀρετῆς ἐπ’ εὐδαιμονίαν, ὁδὸν εἶναι φάσκουσι τὴν Κυνικὴν φιλοσοφίαν.
他们中的一些人纠正道,犬儒哲学不是通往美德的道路,而是通过美德通往幸福的道路。
ἀλλ’ ἕτεροί γε ἀληθέστερον ἀποφαινόμενοι αὐτὴν σύντομον ἐπ’ ἀλαζονείας ὁδὸν εἶναί φασι, ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων τόλμαν.
但另一些人则更真实地表明,它是通往傲慢的捷径,是此类人的无知大胆。
ὥσπερ οὖν οἱ Κυνικοὶ πάντες, οὕς γε δὴ τεθέαμαι κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοσόφων εἶναι ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦσι τὴν ἐν τῇ λογικῇ θεωρίᾳ γυμνασίαν· εἶθ’, ὅταν ἡμῶν ἀπαλλαγῶσιν, οὐκ ἀξιοῦσι διαλέγεσθαι τοῖς ἐπιτυγχάνουσιν ἀνθρώποις, αἰπόλοις, καὶ βουκόλοις, καὶ σκαπανεῦσι, καὶ θερισταῖς, ὅτι μὴ παρακολουθοῦσιν, ὥς φασι, τοῖς λεγομένοις, ἀγύμναστοι περὶ λόγους ὄντες, ὥσπερ αὐτοὶ γεγυμνασμένοι ποτὲ κατὰ τὰ πρῶτα μαθήματα, καὶ οὐκ αἴφνης περὶ τέλους βίου, καὶ εὐδαιμονίας, καὶ κακοδαιμονίας ἀκούσαντες τοῦ διδασκάλου λόγους τινὰς ἀποδεικτικοὺς, ὡς ἐκεῖνος ἐνόμιζε, πεισθέντες δὲ δι’ ἀγυμνασίαν· αἵπερ αὐτοῖς, ὡς ἔφην, δι’ ὁμοιότητος τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς αἰτίαι τῶν ψευδῶν δογμάτων· τὰς δ’ ὁμοιότητας οἱ μάλιστα τετριμμένοι καθ’ ἑκάστην ὅλην πραγματείαν ἀκριβῶς διαγινώσκουσιν.
因此,就像我在一生中见过的所有犬儒派一样,一些自称是哲学家的人也承认他们逃避逻辑理论的训练;然后,当他们离开我们时,他们不屑与偶然相遇的人、牧羊人、牧牛人、掘地工和收割者交谈,因为正如他们所说,这些人没有跟上所说的话,因为在论辩上未受训练,仿佛他们自己曾经在最初的学科中受过训练,而不是突然从教师那里听到了关于生命终点、幸福和痛苦的一些论证性论说(如那教师所认为的),并因缺乏训练而被说服一样;正如我所说,正是这些事情,由于虚假论说与真实论说的相似性,成为他们产生虚假教条的原因;而那些在每个完整主题中最有经验的人,能够精确地辨别这些相似性。
ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν.
那些突然进行言辞判定的人,必然无法辨别和区分虚假与真实。
ἐναργὲς δὲ τοῦτο τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι.
一个明显的证据就是所谓的诡辩,它们是某些被精心炮制成与真实言辞相似的虚假言辞。
τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς.
因此,它们的虚假通过其结论的不真实而显得显而易见。
ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος, ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.
但是,由于虚假言辞无论如何都在前提中含有某种虚假,或者结论推导错误,而在诡辩中这些并不容易被轻易看出来,因此对于在言辞上未受训练的人来说,它们是难以看清的。
ὅπου τοίνυν ὁμολογοῦμεν τὸ ψεῦδος τὸν λόγον εἶναι, διὰ τὸ φαίνεσθαι πᾶσιν ἐναργῶς τὸ συμπέρασμα αὐτοῦ ψεῦδος, ὅμως ἡ λύσις ἀπορεῖται τοῖς ἀγυμνάστοις, ἀσφαλὲς μὲν αὐτοῖς εἴη πάντας ὑποπτεύειν λόγους, συγκατατίθεσθαι δὲ μηδενὶ πρότερον, ἄχρι περ ἂν ἀκριβῶς ἑαυτοὺς πείσωσιν, ἱκανοὺς εἶναι γιγνώσκειν τὰς ὁμοιότητας τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς, πείσωσι δὲ προβάλλειν ἐπιτρέποντες τοῖς βουλομένοις τῇ πείρᾳ γνῶναι τὴν δι’ αὐτῶν.
因此,在我们同意该言辞为虚假的地方,因为其结论对所有人来说都显得显然是虚假的,但对于未受训练的人来说,解答仍然是困难的,对他们来说安全的做法是怀疑所有的言辞,在他们准确地使自己相信自己有能力认识虚假言辞与真实言辞的相似性之前,不预先表示同意,并且在通过让那些希望通过经验认识的人提出通过它们进行的证明从而使自己确信之前,不予同意。
ἆρ’ οὖν ἄλλο τι συμβουλεύουσιν, ἢ γυμνάζειν ἀξιοῦσιν ἐν τῇ τῶν σοφισμάτων λύσει τοὺς μαθητάς;
那么,他们还建议了别的事情吗? 或者他们要求学生在诡辩的解答中进行训练吗?
οὐδαμῶς οὐδὲν ἄλλο τῆς λύσεως οὔσης, ὡς ἔφην, ἐν τῷ φράσαι τὴν πρὸς τὸν ἀληθῆ λόγον ὁμοιότητα τοῦ ψευδοῦς.
绝非别的事,因为正如我所说,解答就在于说明虚假言辞与真实言辞的相似性。
ἀναγκαῖον οὖν ἐστιν προμεμαθηκέναι πρὸ τῆς τῶν ἀληθῶν λόγων φύσεως, ὁ γὰρ ἐν ἐκείνοις γυμνασάμενος, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως γιγνώσκειν αὐτῶν τὸ εἶδος, οὐ χαλεπῶς ἂν, ἔφην, διαγινώσκοι τοὺς ψευδεῖς.
因此,在真实言辞的性质之前,必须先学习其基础,因为在这些言辞中训练过自己,从而能够同时准确而迅速地认识它们的形式的人,我曾说,将不难辨别虚假言辞。