§3#2δὲ δριμεῖς μὲν, ἀλλὰ ἀγυμνάστους ἐν τοῖς πρώτοις μαθήμασιν·
一方、他の者は鋭敏ではあるが、基礎的な諸学において訓練されていないのである。
συμφέρει γὰρ, οἶμαι, διδασκάλοις ἀλαζόσι τοιούτους ἔχειν μαθητὰς, ὡς ὅ τε συνετὸς φύσει καὶ προγεγυμνασμένος ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονῇ, καθάπερ κᾀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ, γιγνωσκόντων δ’ αὐτῶν οὐδ’ εἴδωλον ἀποδείξεως.
というのも、思うに、傲慢な教師たちにとっては、そのような弟子を持つことが都合がよいからである。 それに対して、生まれつき聡明で、諸学においてあらかじめ訓練された者は、直ちに彼らを軽蔑するからである。 ちょうど私も、まだ少年であった頃、多くの教師たちを軽蔑したように。 彼らは幾何学において科学的に証明された事柄に反することをあえて主張していたが、彼ら自身は証明の影すら知らなかったのである。
ἐὰν οὖν ἐξέλῃ ὁ μέλλων ἀλήθειαν ζητῆσαι ἀλαζονείαν, φιλαυτίαν, φιλοτιμίαν, φιλοδοξίαν, δοξοσοφίαν, φιλοχρηματίαν, ὁ δ’ ἀφίξεται πάντως ἐν αὐτῇ προγυμνασάμενος οὐ μησὶν, ἀλλὰ ἔτεσί ποθ’ ὕστερον, ζητήσας τὰ πρὸς εὐδαιμονίαν τε καὶ κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα·
それゆえ、もし真理を探求しようとする者が、傲慢、自己愛、名誉欲、虚栄心、うぬぼれ、金銭欲を捨て去るならば、彼は数ヶ月ではなく、数年、あるいはそれ以上あらかじめ訓練を積んだ後に、幸福と不幸へと導く力を持つ教説を探求して、必ずやその[真理]に到達するであろう。
τὸν δ’ ὑπό τινων παθῶν, ὧν εἶπον, οἰστρούμενον, πρὸς μὲν τὴν οὕτω μακρὰν ὁδὸν ὀκνῶ, ἐκείνους δὲ μισῶ ἐπίβουλόν τε καὶ διάβολον κατασκευάζοντας.
しかし、私が述べたような情念のいくつかによって駆り立てられている者については、私はそのような長い道のりに(送り出すのを)躊躇するし、彼らを陰険で中傷的な者に仕立て上げるあの者たちを憎む。
τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν τοὺς ἑαυτῶν μαθητὰς, ὡς μηδ’ ὑπομεῖναί ποτε τὸ παρασχεῖν τὰ ὦτα τοιούτοις λόγοις, ὁποίους ἐγὼ μέχρι δεῦρο προὐχειρισάμην.
なぜなら、彼らはこのような方法で自分たちの弟子たちをあらかじめ抱き込んでしまい、私がこれまでに提示してきたような議論に耳を貸すことさえ決して我慢できなくさせるのが常だからである。
ἑτοιμότατον δ’ ἐστὶ πείθεσθαι μειρακίοις ἀπαιδεύτοις διδάσκαλον τὸν ἐροῦντα σεμνῷ προσώπῳ, ῥᾴστην ὁδὸν ἐπὶ σοφίαν, ὑφηγήμενον παρὰ τοῖς Κυνικοῖς ὀνομαζομένοις.
そして、教養のない若者たちにとって、厳かな顔つきで知恵への最も容易な道を語り、いわゆるキュニコス派に見られるような道を指導する教師を信じることは極めて容易なことである。
καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ’ ἀρετὴν ὁδὸν εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα.
なぜなら、彼らもまた、自分たちの生き方が徳への近道であると主張するからである。
τινὲς δὲ αὐτῶν ἐλέγχοντες οὐκ ἐπ’ ἀρετὴν, ἀλλὰ δι’ ἀρετῆς ἐπ’ εὐδαιμονίαν, ὁδὸν εἶναι φάσκουσι τὴν Κυνικὴν φιλοσοφίαν.
また彼らのうちのある者たちは、[言葉を]厳密にして、キュニコス的哲学は徳への道ではなく、徳を通じて幸福へと至る道であると主張する。
ἀλλ’ ἕτεροί γε ἀληθέστερον ἀποφαινόμενοι αὐτὴν σύντομον ἐπ’ ἀλαζονείας ὁδὸν εἶναί φασι, ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων τόλμαν.
しかし、他の人々はより真実に即して表明しており、それを傲慢への近道であり、そのような人々の無知な大胆さであると主張する。
ὥσπερ οὖν οἱ Κυνικοὶ πάντες, οὕς γε δὴ τεθέαμαι κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοσόφων εἶναι ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦσι τὴν ἐν τῇ λογικῇ θεωρίᾳ γυμνασίαν·
それゆえ、私がこれまでの生涯で目にしてきたすべてのキュニコス派の人々と同様に、哲学者であると自称する人々の中にも、論理的省察における訓練を避けることを認める者がいる。
εἶθ’, ὅταν ἡμῶν ἀπαλλαγῶσιν, οὐκ ἀξιοῦσι διαλέγεσθαι τοῖς ἐπιτυγχάνουσιν ἀνθρώποις, αἰπόλοις, καὶ βουκόλοις, καὶ σκαπανεῦσι, καὶ θερισταῖς, ὅτι μὴ παρακολουθοῦσιν, ὥς φασι, τοῖς λεγομένοις, ἀγύμναστοι περὶ λόγους ὄντες, ὥσπερ αὐτοὶ γεγυμνασμένοι ποτὲ κατὰ τὰ πρῶτα μαθήματα, καὶ οὐκ αἴφνης περὶ τέλους βίου, καὶ εὐδαιμονίας, καὶ κακοδαιμονίας ἀκούσαντες τοῦ διδασκάλου λόγους τινὰς ἀποδεικτικοὺς, ὡς ἐκεῖνος ἐνόμιζε, πεισθέντες δὲ δι’ ἀγυμνασίαν·
そして、彼らは我々のもとを去ると、偶然出会った人々、つまり山羊飼いや牛飼い、掘削人や収穫人たちと議論することをよしとしない。 彼らの言い分では、それらの人々は議論について訓練されていないため、語られることについていけないからだという。 まるで自分たち自身はかつて基礎的な諸学において訓練されたことがあり、人生の目的や幸福や不幸について、教師から(その教師が思うところの)いくつかの証明的な議論を突然聞かされ、訓練の不足のゆえに納得させられたわけではないかのように。
αἵπερ αὐτοῖς, ὡς ἔφην, δι’ ὁμοιότητος τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς αἰτίαι τῶν ψευδῶν δογμάτων·
これら[の訓練不足]こそが、私が言ったように、偽りの議論が真実の議論に類似していることによって、彼らにとって偽りの教説の原因となるのである。
τὰς δ’ ὁμοιότητας οἱ μάλιστα τετριμμένοι καθ’ ἑκάστην ὅλην πραγματείαν ἀκριβῶς διαγινώσκουσιν.
そして、その類似性は、それぞれの体系全体において最も精通している人々が正確に見分けるのである。
ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν.
しかし、議論の判定に突然進んだ者が、偽りの議論を真実の議論から見分け、区別することは不可能である。
ἐναργὲς δὲ τοῦτο τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι.
このことの明白な証拠は、いわゆるソフィズムであり、それは真実の議論に似せて巧妙に作られた、いくつかの偽りの議論である。
τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς.
さて、それらの虚偽は、結論が真実ではないことによって、前もって明らかに見える。
ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος, ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.
しかし、偽りの議論は必ず、前提のどれかに虚偽を含んでいるか、あるいは結論が誤って導き出されているかのいずれかであるが、ソフィズムにおいてはこれらがすぐには見えないため、議論について訓練されていない人々にとっては見破りにくいのである。
ὅπου τοίνυν ὁμολογοῦμεν τὸ ψεῦδος τὸν λόγον εἶναι, διὰ τὸ φαίνεσθαι πᾶσιν ἐναργῶς τὸ συμπέρασμα αὐτοῦ ψεῦδος, ὅμως ἡ λύσις ἀπορεῖται τοῖς ἀγυμνάστοις, ἀσφαλὲς μὲν αὐτοῖς εἴη πάντας ὑποπτεύειν λόγους, συγκατατίθεσθαι δὲ μηδενὶ πρότερον, ἄχρι περ ἂν ἀκριβῶς ἑαυτοὺς πείσωσιν, ἱκανοὺς εἶναι γιγνώσκειν τὰς ὁμοιότητας τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς, πείσωσι δὲ προβάλλειν ἐπιτρέποντες τοῖς βουλομένοις τῇ πείρᾳ γνῶναι τὴν δι’ αὐτῶν.
したがって、結論が虚偽であることがすべての人に明白に見えるために、議論が偽りであることを我々が認める場合であっても、訓練されていない人々にとっては(そのソフィズムの)解決が困難である。 彼らにとって安全なのは、すべての議論を疑うことであり、自分が偽りの議論と真実の議論の類似性を認識するのに十分な能力があると確信するまでは、いかなる議論にもあらかじめ同意しないことである。 また、それを(自らの能力を)試験によって知ることを望む人々に提示させて納得するまでは。
ἆρ’ οὖν ἄλλο τι συμβουλεύουσιν, ἢ γυμνάζειν ἀξιοῦσιν ἐν τῇ τῶν σοφισμάτων λύσει τοὺς μαθητάς;
それでは、彼らは他に何かを勧めているのだろうか。 それとも、弟子たちにソフィズムの解決において訓練を積むことを求めているのだろうか。
οὐδαμῶς οὐδὲν ἄλλο τῆς λύσεως οὔσης, ὡς ἔφην, ἐν τῷ φράσαι τὴν πρὸς τὸν ἀληθῆ λόγον ὁμοιότητα τοῦ ψευδοῦς.
解決とは、私が言ったように、偽りの議論が真実の議論に対して持っている類似性を示すことにあるのだから、決して他の何ものでもない。
ἀναγκαῖον οὖν ἐστιν προμεμαθηκέναι πρὸ τῆς τῶν ἀληθῶν λόγων φύσεως, ὁ γὰρ ἐν ἐκείνοις γυμνασάμενος, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως γιγνώσκειν αὐτῶν τὸ εἶδος, οὐ χαλεπῶς ἂν, ἔφην, διαγινώσκοι τοὺς ψευδεῖς.
したがって、あらかじめ真実の議論の性質を学んでおくことが必要である。 なぜなら、それらにおいて訓練を積み、それらの形相を正確かつ迅速に認識できるようになる者は、偽りの議論を困難なく見分けることができるだろう、と私は言ったのである。