§2Ἆρ’ οὖν, ὦ πρὸς θεῶν, οἱ χωρὶς τοῦ πεῖσαι πρότερον ἑαυτοὺς, ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴσασιν, ἐπιχειροῦντες εὑρέσει μεγίστων πραγμάτων, οὐ φανερῶς εἰσι προπετεῖς;
那么,看在神的分上,那些尚未首先说服自己懂得论证方法,便企图去发现最重大事物的人,岂非显然是草率的吗?
ἐμοὶ μὲν καὶ πάνυ δοκοῦσι·
在我看来确实完全如此。
παραπλήσιον γάρ τι ποιοῦσι τοῖς πρὸ τοῦ πεῖσαι σφᾶς αὐτοὺς ἱκανῶς ἐπὶ τῶν ἀριθμῶν γεγυμνάσθαι τελείωσιν τολμῶσιν ἀποφαίνεσθαί τι περὶ λογιστικῶν ἢ ἀριθμητικῶν θεωρημάτων.
因为他们的所作所为,正类似于那些在充分说服自己已在数字上受到训练之前,便竟敢对计算术或数论的定理发表决定性主张的人。
ὥσπερ οὖν τούτους ἀναγκαῖόν ἐστι σφάλλεσθαι πολλαχόθι, κατὰ τὸν αὐτὸν τρόπον, ὅσοι πρὸ τοῦ γυμνάσασθαι κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦσιν ἀποδεικνύειν, ἀδύνατον αὐτοῖς μὴ σφαλθῆναι.
因此,正如这些人必然在许多地方犯错一样,同样地,所有在依照论证方法受训练之前就企图进行论证的人,他们也不可能不犯错。
ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδολόγων πείθουσί τινας, εὔδηλον ἐκ τοῦ πλήθους τῶν αἱρέσεων.
因为,有些编造谎言之人确实说服了某些人,这从学派的众多中便极易看出。
ὅτι δὲ οὐκ ἂν ἔπειθον, ὡς ἀληθῶς, εἰ μή τις ἦν αὐτοῖς ὁμοιότης, οὐδὲ ταῦτα δῆλον·
而如果他们与真理之间没有任何相似性,他们实际上便无法说服人,这一点同样是明白的。
ὡς οὐ σμικράν γε χρὴ νομίζειν εἶναι τὴν ὁμοιότητα, ῥᾷστα γὰρ ἂν ἐφωράθη τις, οὐ τῷ χρόνῳ βασανιζομένη πρὸς ἀνδρῶν ἀξιολόγων τε καὶ πολλῶν.
并且,绝不应当认为这种相似性是微小的;因为如果它很微小,即便不用许多优秀的学者花时间去检验,也早就极易被看穿了。
ὅπερ οὖν Ἱπποκράτης ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν πραγμάτων εἶπε, τοῦτο φαίνεται κατὰ φιλοσοφίαν ὑπάρχειν.
因此,希波克拉底在医学事物上所说的话,似乎在哲学中同样适用。
Ἱπποκράτης δ’ εἶπεν, τὰς ὁμοιότητας πλάνας καὶ ἀπορίας ἐργάζεσθαι καὶ τοῖς ἀγαθοῖς ἰατροῖς, ὡς οὐ μόνον τῶν ἐπιτυχόντων ἰατρῶν ἐν ταῖς ὁμοιότησι σφαλλομένων, ἀλλὰ καὶ τῶν ἀρίστων.
希波克拉底说,相似性甚至会给优秀的医生带来迷误和困境,因为不仅是平庸的医生在相似性中犯错,甚至连最优秀的医生也是如此。
ὥστ’ οὐκ ἀπεικός ἐστι, καὶ τοῖς ἀγαθοῖς φιλοσόφοις ἐν τοῖς κατὰ φιλοσοφίαν ἀπορίας τε καὶ πλάνας γίγνεσθαι.
因此,优秀的哲学家在哲学事物中产生困境和迷误,也并非不合情理。
περὶ τὰς ὁμοιότητας τῶν διδύμων οἱ συνήθεις μὲν ἑτοίμως διαγιγνώσκουσιν, οἱ δ’ ἀήθεις οὐ δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰς ἐν τοῖς λόγοις ὁμοιότητας, ὅσοι μὴ πάνυ τρίβωνες λόγων ὑπάρχουσι, μηδ’ ἑκάστης ἡμέρας, ὥσπερ οἱ τῶν διδύμων ἀδελφῶν ὁμοδίαιτοί τε καὶ ἠθάδες, ἱκανοὶ διαγιγνώσκειν εἰσίν.
关于双胞胎的相似性,亲近的人能轻易辨别,而不熟悉的人则不能;同理,关于言辞中的相似性,所有那些对言辞毫不精通,且未能像双胞胎兄弟的同住者和熟人那样每天接触言辞的人,也是无法辨别的。
ἓν μὲν δὴ πρῶτον τοῦθ’ ἁμάρτημά ἐστι μέγιστον τῶν προπετῶς ἀποφηναμένων τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν τε καὶ κακῶν ἐκ φιλαυτίας, ἢ δοξοσοφίας, ἢ ἀλαζονείας, ἢ φιλοτιμίας φυόμενον·
这便是那些因自爱、自诩聪明、傲慢或虚荣,而对人类生活中的善恶草率发表见解之人的第一个,也是最大的误谬。
ἐνίους μὲν γὰρ ἀναπεπεικότας ἑαυτοὺς, ὡς ὀρθῶς δοξάζουσιν, ἐνίους δὲ τιμῆς ἕνεκεν ἣ προσχηματισμοῦ τοὺς πέλας μὲν ἀναπείθοντας, αὐτοὺς δ’ ὑπόπτως ἔχοντας ὑπὲρ ὧν λέγουσιν.
因为有些人固执地相信自己所想的是正确的,而另一些人则是为了名誉或装点门面去说服邻人,自己却对所说的话抱有怀疑。
ἁμαρτάνουσιν ἑκάτεροι δηλονότι, γιγνώσκοντες μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲς τὸ κακόν· ἀγνοοῦντες δὲ οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ τούτων τὸ σφάλμα κατὰ τὸ καλούμενον ἰδίως ἁμάρτημα.
显而易见,这两者都在犯错:后者是在知情的情况下犯错,他们的恶应当是出于情念的恶;而前者则是在不知情的情况下犯错,他们的过失则应当属于狭义上所谓的“误谬”。
καλῶς οὖν ποιήσουσιν οὗτοι τῶν Αἰσώπου πηρῶν ἀναμνησθέντες, ἐπιτρέψαντές τε εἶναι τὰς ἑαυτῶν δόξας ἑτέροις, οὐ μὰ Δία τοιούτοις, οἷοί περ αὐτοὶ τυγχάνουσιν ὄντες, οὐ μόνον ἀγύμναστοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν ἄλλων μαθημάτων, ἐν οἷς ἡ ψυχὴ θήγεται, γεωμετρίας, ἀριθμητικῆς, λογιστικῆς, ἀρχιτεκτονίας, ἀστρονομίας.
因此,如果这些人能想起伊索关于“两个口袋”的寓言,并将对自己意见的判定委托给他人——神明作证,绝非委托给像他们自己那样的、不仅没有受过论证方法训练,而且也没有受过几何学、数学、计算术、建筑学、天文学等能使灵魂变得敏锐的其他学问训练的人——那么他们便做得很好了。
ἔνιοι δ’ αὐτῶν οὐδὲ ῥήτορος, οὐδὲ, τὸ προχειρότατον δὴ τοῦτο, γραμματικοῦ διδασκαλίας τυχόντες, ἀλλ’ οὕτως ἀγύμναστοι περὶ λόγους ὄντες, ὡς μὴ παρακολουθεῖν τοῖς ἀκούουσιν ὑφ’ ἡμῶν λεγομένοις.
而且他们中的一些人甚至既没有接受过修辞学家的指导,也没有接受过——这本是最容易得到的——文法学家的指导,在言辞上如此未经训练,以至于听了我们所说的话也无法理解其内容。
ἅπερ ἐγὼ κατανοήσας, ὅταν τινὰ λόγον εἴπω, ἀξιῶ παρ’ αὐτῶν ἀκοῦσαι τὰ ῥηθέντα·
我深知这一点,因此每当我发表某种言言时,便要求从他们口中听到所说的话。
φαίνονται γὰρ ὄντως, καθάπερ οἱ ὄνοι τῆς λύρας, οὕτω καὶ αὐτοὶ μηδ’ ὅλως οἷς εἶπον ἠκολουθηκότες, ἀλλ’ ὅμως καὶ αὐτοὶ θράσους ἢ τόλμης εἰς τοσοῦτον ἥκουσιν, ὡς μήτε καταγελώμενοι πρὸς τῶν τὰ γράμματα μεμαθηκότων ἐπὶ τῷ μὴ δύνασθαι διελθεῖν ἃ ἤκουσα, αἰδεῖσθαι· νομίζειν δὲ τὴν ἀλήθειαν ἑαυτοὺς ἐγνῶσθαι, τοὺς δὲ πεπαιδευμένους μάτην ἀπολωλεκέναι τὸν χρόνον·
因为他们确实表现得就像“对琴的驴子”一样,完全没有听懂我所说的话;然而他们却已经达到了如此厚颜无耻和胆大妄为的地步,以至于当因为无法复述所听到的内容而被识字的人嘲笑时,他们也毫不羞愧,反而认为自己掌握了真理,而受过教育的人则徒然浪费了时间。
ἀλλ’ οὐ τούτους ἐλπίζων ὠφελήσειν ἐς τόνδε τὸν λόγον ἧκον.
然而,我写下这篇讨论并不是抱着能够帮助这些人的希望。
οὐδὲ γὰρ εἰ βουληθεῖεν, οἵ γε πλείους αὐτῶν ὠφεληθῆναι ἄν τι δυνήσονται, μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον αὐτὴν πρὸς παίδευσιν ἔχοντες.
因为即使他们愿意,他们中的大多数人也无法得到任何帮助,因为他们连适合接受教育的年龄都已经过了。
ὅστις δὲ φύσει συνετός ἐστι, καὶ μέχρι τούτου γοῦν ἐγυμνάσατο κατὰ τὴν πρώτην παιδείαν, ὅσα περ ἂν ἀκούσῃ, μάλιστα μὲν ἀπὸ στόματος αὐτίκα δύνασθαι λέγειν, εἰ δὲ μὴ, γράψαι γε δύνασθαι, βοήθειαν ἕξει τοῦτον τὸν λόγον, εἴ γε ὅλως ἀληθείας ὀρεχθῇ.
但若是天资聪颖,且在初期教育中至少受到了如此程度的训练:对于所听到的任何内容,最好能当即背诵出来,否则至少也能记录下来,那么,只要他渴望真理,这篇讨论便会对他有所帮助。
τοῦτο γὰρ ἐπ’ ἐκείνῳ σύμπαν ἐστὶ πρὸς ἀλήθειαν, καὶ χρὴ πεφυκέναι μὲν πρῶτον, εἶτα δεῖται παιδείας τετράφθαι χρηστόν·
因为这对于那个人走向真理来说就是一切:首先必须天生具有资质,其次需要转向良好的教育。
τῷ δὲ μήτε φύντι πρὸς ἀλήθειαν, ἐν ἐπιτηδεύμασι μοχθηροῖς τε καὶ ἀσελγέσι τραφέντι, παντάπασιν ἀδύνατόν ἐστιν ὀρεχθῆναί ποτ’ ἀληθείας, ἢ ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην ὁρμὴν, ἢ ὑπ’ ἄλλου προτραπέντι.
而对于那些天生不具有走向真理的资质、且在邪恶和放荡的习惯中长大的人来说,无论是从自身产生这种冲动,还是受到他人的促动,渴望真理都完全是不可能的。
οὐκοῦν οὐδ’ ἐγώ ποτ’ ἐπηγγειλάμην ὠφελήσειν ποτὲ τοιοῦτον, ἀλλ’, ὡς ἔφην, ὃς ἂν ἀληθείας ἐστὶ φίλος, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πειράσομαι, ζητήσας μὲν αὐτὴν ἐν ὅλῳ τῷ βίῳ, πεπεικὼς δ’ ἐμαυτὸν, ἣν ἐρῶ νῦν εἶναι μόνην.
因此,我亦从未承诺过能对这样的人有所帮助。 相反,正如我所说,对于任何热爱真理的人,我将尽我所能向他指明道路,因为我终身都在探寻它,并深信自己现在所说的这条道路是唯一的道路。