Humanitext Reader

盖伦 · 论灵魂激情与错误的诊断与治疗 §1

误谬的定义与论证训练的必要性

第 1 段,共 12 段 · 希腊语

内容简介

盖伦开始探讨“误谬”的定义,阐明了几何学的科学确定性与日常生活中善恶判断中同意程度的区别,并指出避免误谬需要长期训练论证方法。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ ΤΩΝ ΕΝ ΤΗ ΕΚΑΣΤΟΥ ΨΥΧΗ ΑΜΑΡΤΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ. Ἡ μὲν δὴ τῶν παθῶν ἐν ἑκάστου ψυχῇ διάγνωσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν ἐν τῷ πρὸ τούτου γράμματι λέλεκται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς ἂν εἴη ῥητέον.
## 盖伦著《论各人灵魂中误谬的诊断与治疗》关于各人灵魂中激情(情念)的诊断与治疗,已在先前的著作中依所述之途径予以说明,接下来则当依次论述误谬。
ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίστην, ἣν ἅπαντες ὁμολογοῦσιν, εἰ καὶ μὴ διὰ τῶν ἔργων ἐπιδείκνυνται, τί ποτε λέγουσιν ἁμάρτημα, λόγῳ διελθὼν, ὅπως ἡμῖν ἀμφιβολία μηδεμία κατὰ τὸν ἑξῆς λόγον ὑπολείποιτο, δεικνὺς, ὥς γε εἰώθασι χρῆσθαι τῇ φωνῇ ταύτῃ πάντες οἱ Ἕλληνες.
因此,我如今亦从众人皆表赞同的最佳起点开始——哪怕他们在行动中并未展现出来——在言辞中辨析他们究竟将什么称作“误谬”,以便在接下来的讨论中不给我们留下任何含混之处,从而展示所有希腊人习惯如何使用这一词汇。
ἐνίοτε μὲν γὰρ ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθῶς γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς, ἐνίοτε δὲ κοινῇ, ὡς καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι * * * * * τί συγκατάθεσις ἁμαρτήματος, συνωμολόγηται πᾶσι· τί δὲ καὶ ἀσθενὴς, οὐκ ἔτι·
因为有时它指代在判断上不正确发生之事,被认为仅属于灵魂的理性部分;有时则指代更广泛的情况,以致波及非理性能力……[脱文]……什么是“对误谬的同意”已为众人所公认,但什么是“微弱的同意”则不再被公认。
μεταξὺ γὰρ δοκεῖ τισιν ἄμεινον εἶναι τίθεσθαι τὴν ἀσθενῆ συγκατάθεσιν ἀρετῆς τε καὶ κακίας.
因为在某些人看来,将微弱的同意置于美德与恶德之间更为妥当。
ἀσθενῆ δὲ λέγουσι συγκατάθεσιν, ὅταν μηδέπω πεπεικότες ὦμεν ἡμᾶς αὐτοὺς, οὕτως ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν, ὥστε πέντε δακτύλους ἔχειν, εἰ τύχοι, καθ’ ἑκατέραν χεῖρα, καὶ τὰ δὶς δύο τέτταρα εἶναι.
他们所谓的“微弱同意”,是指我们尚未说服自己,某特定意见竟然真实到如同“每只手恰好有五个手指”或“二乘二等于四”那般。
ἴσως μὲν ἐπὶ πρεσβύτου δι’ ὅλου τοῦ βίου σχολάσαντος εὑρήσεις τῶν ἀληθῶν ἁμαρτημάτων, ἢ συγκαταθέσθαι τινὶ τῶν ἀπόδειξιν ἐπιστημονικὴν ἐχόντων ἀσθενῶς.
或许在一位终身致力于学术的年长者身上,你[几乎不]会发现真实的误谬,或者[至多]发现他微弱地同意了某种具有科学论证的事物。
ἐπιστήμη γοῦν ἐστι τοῦ γεωμετρικοῦ τοιαύτη περὶ τὰ δεδειγμένα διὰ τῶν Εὐκλείδου στοιχείων, ὁποία τῶν μορίων ἐστὶ τοῦ τὰ δὶς δύο τέτταρα εἶναι.
无论如何,几何学家对于通过欧几里得《几何原本》所论证之事的知识,正如同关于二乘二等于四这些基本要素的知识。
τὴν δ’ αὐτὴν ἐπιστήμην ἔχει καὶ περὶ τῶν ἐφεξῆς τούτοις διδασκομένων σφαιρικῶν θεωρημάτων, ὥσπερ γε καὶ τῶν κατ’ αὐτὰ ἀναλυομένων ἁπάντων τῶν κωνικῶν καὶ τῶν γνωμονικῶν.
并且,对于接下来所教授的球面几何定理,以及依此分析的所有圆锥曲线和日晷定理,他也拥有同样的知识。
ἐὰν οὖν ἀμφιβάληται βραχὺ, καὶ μήτ’ ἰδίαν ἑαυτοῖς ἔχῃ συγκατάθεσιν, ἣν κατάληψιν ὀνομάζουσί τινες, ἁμάρτημα εἶναι τοῦτο συγχωρήσειεν ἄν τις, ὡς γεωμετρικοῦ δηλονότι τἀνθρώπου.
因此,如果他稍有怀疑,且自身没有特有的确定同意——即某些人所称的“把握”——人们或许会承认这是一种误谬,这显然是那个人作为几何学家的误谬。
τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντος ἐν τοῖς περὶ ἀγαθῶν τε καὶ κακῶν γνώσεώς τε καὶ κτήσεως καὶ φυγῆς αἱ μοχθηραὶ δόξαι συνίστανται καὶ ψευδεῖς, συγκατάθεσις ἢ προπετὴς, ἢ ἀσθενής.
然而,对于在生活中关于善恶的知识、获得与规避上犯错的人来说,邪恶且虚假的意见随之产生,这是一种或为草率、或为微弱的同意。
ἐνταῦθα οὖν ἤδη κίνδυνος, ὡς σμικρὸν ἅμα ἁμάρτημα καὶ μέγιστον, ἐὰν ψευδῶς συγκατατιθώμεθα τῇ τῶν ἀγαθῶν τε καὶ κακῶν δόξῃ.
因此,此处便存在危险:如果我们对善恶的意见给予虚假的同意,这既是一个微小的误谬,同时也是极大的误谬。
κατὰ μὲν τοὺς Ἀκαδημαϊκούς τε καὶ Πυῤῥωνείους, οὐ συγχωροῦντας ὧν ζητοῦμεν ἀπόδειξιν ἐπιστημονικὴν ἔχειν ἡμᾶς, ἅπασαι συγκαταθέσεις ἐξ ἀνάγκης μέν εἰσι προπετεῖς, ἐνδέχεται δὲ αὐτὴν εἶναι καὶ ψευδῆ.
根据不承认我们对所探求之事拥有科学论证的学园派和皮浪派,所有的同意必然是草率的,且这种同意也可能是虚假的。
καὶ τῶν ἀποφηναμένων φιλοσόφων ὑπὲρ ἀγαθῶν τε καὶ κακῶν ἀλλήλαις μαχομένας δόξας οὐκ ἐγχωρεῖ, φασὶν, ἁπάσας ἀληθεῖς εἶναι, δύνασθαί γε μὴν ἴσως εἶναι ψευδεῖς ἁπάσας, ὡς μήτε ἡδονὴν τὸ ἀγαθὸν εἶναι, μήτε ἀοχλησίαν, μήτ’ ἀρετὴν, ἢ τὴν κατ’ αὐτὴν ἐνέργειαν, ἢ ὅλως ὁτιοῦν ἄλλο τῶν εἰρημένων τοῖς φιλοσόφοις.
他们还说,那些对善恶发表见解的哲学家们互相对立的意见,不可能全都是真实的,但或许确实可能全都是虚假的。 例如:善既非快乐,亦非无烦扰,亦非美德或依美德而行的活动,总之也绝非哲学家们所说的任何其他事物。
πρῶτον οὖν ἐπισκέψασθαι δεῖ τὸν ἀναμάρτητον εἶναι βουλόμενον, εἰ ἔστιν ἀπόδειξις ἀδήλου πράγματος, ὅταν εὕρῃ, ζητῆσαι, μὴ κατὰ τὸ πάρεργον αὐτῶν μόνον, ἀλλ’ ἐν τῷ χρόνῳ συχνῷ μετὰ τῶν ἀληθεστάτων ἀνδρῶν, καὶ φύσιν συνετῶν, καὶ γεγυμνασμένων ἐν θεωρίαις λογικαῖς, ὁποία τίς ἐστιν ἡ ἀποδεικτικὴ μέθοδος, εἶθ’, ὅταν πεισθῇ τις αὐτὴν εὑρηκέναι, μετὰ τοῦτο χρόνῳ πολλῷ πάλιν ἀσκηθῆναι, πρὶν ἐπὶ τὴν τῶν μεγίστων ἰέναι ζήτησιν, ἣ διὰ τὸ ἀγαθὸν (ὅπερ δὴ καὶ τέλος ὀνομάζουσι τοῦ βίου) κτηθὲν εὐδαίμονας ἡμᾶς, ἢ μακαρίους, ἢ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃ τις, ἐργάζεται.
因此,渴望无误谬之人首先必须考察,是否存在对非显明之物的论证;当他发现其存在时,不仅要顺便探寻,更要花充足的时间,与那些最诚实、天资聪颖且精通逻辑理论的人一起,探寻这种论证方法究竟是怎样的;接着,当确信自己已找到它时,在此之后还须再次进行长期的训练,然后才能走向对最重大之事的探求——这种探求通过所获得的善(这正是他们所谓的生命之“终极目的”),使我们获得幸福、至福,或无论人们想用其他什么名称来称呼它。

词汇与语法注释

  1. ¦p.59¦ἐνίοτε μὲν γὰρ ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθῶς γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς, ἐνίοτε δὲ κοινῇ, ὡς καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι * * * * * — 此句含有由星号表示的脱文(lacuna),主动词已逸失。承接前文的“人们所谓的误谬”(τί ποτε λέγουσιν ἁμάρτημα),可以推测此处曾有一个表示“他们说”或“被定义为”的动词,用以统辖后面的“ὡς εἶναι”和“ὡς ... ἅπτεσθαι”(表示结果或解释的 ὡς +不定式)。
  2. ¦p.59¦ἴσως μὲν ἐπὶ πρεσβύτου δι’ ὅλου τοῦ βίου σχολάσαντος εὑρήσεις τῶν ἀληθῶν ἁμαρτημάτων — 属格“τῶν ἀληθῶν ἁμαρτημάτων”(真实误谬的[一些])作为动词“εὑρήσεις”(你将发现)的宾语。此处应理解为部分属格,意指在这样一位终身致力于学术的老人身上,“你将[几乎不]发现[任何]真实的误谬”。
  3. ¦p.60¦τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντος — 此属格分词短语作为所有或关系属格(“至于在生活中犯错之人”),修饰整句的主语“αἱ μοχθηραὶ δόξ极”。

引用这一段

盖伦, 论灵魂激情与错误的诊断与治疗 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg029.humanitext-grc1:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。