Humanitext Reader

盖伦 · 论呼吸的作用 §5#1

灵魂普纽玛的来源与吸气滋养

第 9 段,共 11 段 · 希腊语

内容简介

考察灵魂普纽玛的来源,通过结扎颈动脉和封闭呼吸等实验,论证大脑和动脉极少依赖心脏或外部空气,普纽玛主要通过鼻腔吸入来滋养。

§5#1Ἴδωμεν δ’ ἐφεξῆς, εἰ δύναται τρέφεσθαι τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς.
接下来,让我们看看灵魂的普纽玛是否能够通过呼吸获得滋养。
εἴπωμεν δὲ πρότερον, πῶς καλοῦμέν τι ψυχικὸν πνεῦμα, ἀγνοεῖν ὁμολογοῦντες οὐσίαν ψυχῆς.
但在此之前,让我们先说明一下,我们在承认自己不了解灵魂本质的同时,是如何将某种事物称为“灵魂普纽玛”的。
ἐπεὶ τοίνυν αἱ κατὰ τὸν ἐγκέφαλον κοιλίαι τοῦ πνεύματος, ἐπειδὰν τρωθῇ, εὐθὺς ἀκινήτους τε καὶ ἀναισθητοῦντας ἡμᾶς ἐργάζονται, χρὴ τοῦτο τὸ πνεῦμα πάντως ἤτοι τὴν οὐσίαν αὐτὴν εἶναι τῆς ψυχῆς, ἢ τὸ πρῶτόν γε αὐτῆς ὄργανον.
因此,既然脑中的空腔一旦受损,就会立即让我们无法活动并失去知觉,那么这一普纽玛必定要么是灵魂本身的本质,要么至少是它的第一器官。
εἴρηται δὲ ἑτέρωθι περὶ αὐτῶν διὸ πλειόνων ἀκριβέστερον, ἐν οἷς καὶ τοῦτ’ εὐθὺς εἴρηται, ὡς ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα τρέφεσθαι.
关于这些,在其他地方已经用更多的篇幅和更准确的方式讨论过,其中也立即说明了这一点,即该普纽玛必须获得滋养。
πόθεν οὖν, φασὶν, ἄλλοθεν ἕξει τὴν τροφὴν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς εἰσπνοῆς ἑλκομένου;
他们说:“那么,如果不是来自通过吸气所引入的物质,它还能从其他什么地方获得滋养呢?
καίτοι κᾀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν.
”然而,正如许多著名医生和哲学家所认为的那样,它也从血液的蒸散物中获得滋养,这并非没有可能。
ἀλλ’ οὐδ’ ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον τοῖς περὶ τὸν Ἱπποκράτην τρέφεσθαί φασι τὸ ψυχικὸν πνεῦμα.
但是,埃拉西斯特拉托斯学派和希波克拉底学派并不认为灵魂普纽玛是以同样的方式从吸入中获得滋养的。
τοῖς μὲν γὰρ ἐκ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ.
因为在前者看来,普纽玛似乎是从心脏通过动脉到达脑膜,而在后者看来,它则是直接通过鼻腔进入脑室。
τὴν μὲν Ἐρασιστράτου περὶ τούτων δόξαν κᾀνταῦθα καταλίπωμεν, ἐξελεγχομένην πολυειδῶς περὶ τῶν ἐν σφυγμοῖς αἰτιῶν.
我们在关于这些事情上也放弃埃拉西斯特拉托斯的观点吧,因为他的观点在关于脉搏的原因上已被多方面证伪。
ἐπὶ δὲ τὴν ἀληθῆ μεταβάντες, τὴν καὶ ταῖς ἀρτηρίαις αἷμα μεταδιδοῦσαν, ἐπισκεψώμεθα τουτὶ τὸ φαινόμενον, οὗ πολλάκις ἐπειράθημεν.
而转向那将血液也输送给动脉的正确观点,让我们来看看这个我们经常尝试的现象。
ἐν γὰρ τῷ βρόχοις διαλαμβάνεσθαι τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας οὐδὲν πάσχει τὸ ζῶον οὔτ’ εὐθὺς οὔθ’ ὕστερον, ὡς ἡμεῖς ἐνίοτε πειρώμενοι ἐν βρόχοις αὐτὰς διελαμβάνομεν.
因为在用绳索结扎颈部动脉时,动物无论是在当时还是在事后都没有受到任何伤害,正如我们有时进行实验,用绳索结扎它们那样。
ὅλην δὲ ἡμέραν τὸ ζῶον εἰσπνέον τε καὶ ἐκπνέον καὶ κινούμενον ἀκωλύτως ἰδόντες, νυκτὸς ἤδη βαθείας ἐσφάξαμεν;
在看到这只动物一整天都在无阻碍地吸气、呼气和运动之后,我们是在夜深时分将它宰杀了吗?
οὐκέθ’ ἡγούμενοι τὴν ἐπὶ πλέον πεῖραν πίστιν ὑπάρχειν. · δύνασθαι γὰρ ἐν τοσούτῳ χρόνῳ διὰ τοὺς περικειμένους βρόχους συμπαθῆσαί τι τῶν κυριωτάτων μορίων.
因为我们不再认为进一步的实验可以提供更确凿的证据;因为在这么长的时间里,一些最主要的器官可能会因为周围缠绕的绳索而受到波及损害。
ἐθαυμάζομεν οὖν, τὰς ἐκ τῶν κυριωτάτων τῶν ζωτικῶν ὀργάνων, τῶν τῆς καρδίας, εἰς τὰ κυριώτατα τῶν ψυχικῶν, τὸν ἐγκέφαλον, τεταμένας ἀρτηρίας οὕτως ἄλυπον τῷ παντὶ βίῳ τὴν βλάβην ἐχούσας εὑρίσκοντες.
因此我们感到惊奇,因为我们发现,从最主要的生命器官(即心脏)延伸到最主要的灵魂器官(即大脑)的动脉,其受损对于整个生命活动而言是如此无害。
ἀλλὰ περὶ μὲν τούτων κᾀν τῷ περὶ χρείας σφυγμῶν ἐπιπλέον ζητήσομεν.
但关于这些,我们将在《论脉搏的有用性》中进行更深入的探究。
ὅπερ δ’ ἐξ αὐτῶν ἐστιν εἰς τὰ παρόντα χρήσιμον, οὗ χάριν ἐμνημόνευσα τῶν καρωτίδων ἀρτηριῶν, τοῦτ’ αὖθις λεγέσθω, τοῦ μὴ πάνυ τι δεῖσθαι τοῦ παρὰ τῆς καρδίας πνεύματος τὸν ἐγκέφαλον.
而其中对当前有用的、且我为此提到颈动脉的这一点,让我们再次陈述:大脑根本不需要来自心脏的普纽玛。
ἀπολείπεται γοῦν; ἤτοι τὴν ἀναθυμίασιν αὐτῷ τὴν ἐκ τοῦ αἵματος ἱκανὴν ὑπάρχειν, ἢ τὴν διὰ τῶν ῥινῶν εἰσπνοήν.
因此,剩下的是:要么血液中的蒸散物对它而言已经足够,要么是通过鼻腔的吸入。
ἀλλ’ οὐδὲ τὴν ἀναθυμίασιν εἰκὸς γίνεσθαι δαψιλῆ, βρόχῳ διαλειφθεισῶν τῶν ἀρτηριῶν.
但在动脉被绳索结扎的情况下,蒸散物也不可能变得充沛。
δείκνυται δὲ τοῦτο ἐν τῷ περὶ χρείας σφυγμῶν.
这一点在《论脉搏的有用性》中得到了证明。
ἀναγκαῖον οὖν ἐκ τῆς διὰ τῶν ῥινῶν ἐστιν ὡς τὴν πλείστην εἶναι τροφὴν τῷ ψυχικῷ πνεύματι.
因此,灵魂普纽玛的大部分营养必然来自通过鼻腔吸入的气体。
τοῦτ’ ἔστι τὸ παρ’ Ἱπποκράτους λεγόμενον· Ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων, καὶ ἡ ἄλλη ἀναπνοή.
这正是希波克拉底所说的:“普纽玛营养的起点是口、鼻、支气管、肺以及其他呼吸。
ἐξ ἁπάντων γὰρ τούτων τρέφεται, μηδαμῆ παρεμποδιζόμενον· εἰ δὲ καὶ παρεμποδίζοιτο καθ’ ἓν ὁτιοῦν αὐτῶν, ἀλλ’ ἔτι διά γε τῶν λοιπῶν ὑπηρετεῖται.
”因为在没有任何阻碍的情况下,它从所有这些中获得滋养;即使其中任何一个受到阻碍,它仍然能通过其余的部分得到维持。
μαθεῖν δὲ ἐναργῶς ἔστιν ἐξ οὗ μέλλομεν εἰπεῖν φαινομένου περὶ τῆς οἰκείας πνεύμονος εἰς τὰς καθ’ ὅλον ἀρτηρίας μεταλήψεως τοῦ πνεύματος, ὡς ἤτοι βραχὺ ἔτι παντελῶς, ἢ οὐδ’ ὅλως γίγνεται.
我们从下面即将描述的现象中可以清楚地了解到,普纽玛从肺本身向全身动脉的转移要么极其微弱,要么根本没有发生。
περιτιθέντες γὰρ παιδὸς τῷ στόματι καὶ ταῖς ῥισὶ μεγάλην κύστιν βοείαν, ἤ τι τοιοῦτον ἕτερον ἀγγεῖον, ὡς μηδαμῆ παραπνεῖσθαι μηδὲν τῆς ἀναπνοῆς δι’ ὅλης ἡμέρας, εἴδομεν ἀκωλύτως πνέοντα αὐτόν.
因为当我们在一个孩子的口鼻处套上一个大牛膀胱,或其他类似的容器,使得整天没有任何呼吸气体漏出时,我们看到他毫无阻碍地进行着呼吸。
ἐξ οὗ δῆλον, ὡς ἤτοι μικρὸν παντελῶς ἢ οὐδ’ ὅλως αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι ἔχουσι τῶν ἔξωθεν ποιοτήτων ἀνάγκην, καὶ μάλιστα τῆς θερμότητος.
由此可见,动物全身的动脉对外部性质(尤其是温度)的需求要么极其微弱,要么根本不需要。

词汇与语法注释

  1. 5εἰ — 引导依赖于 Ἴδωμεν(劝诱虚拟语气)的间接疑问从句,意为“是否”,而非条件从句。
  2. p.502χρὴ — 无人称动词,支配带物格的不定式(A.C.I.)结构,以 τοῦτο τὸ πνεῦμα 为宾格主语,εἶναι 为不定式。
  3. p.503ἐσφάξαμεν; — 末尾的希腊语问号“;”表示修辞性或反问性的疑问,传达出一种自问自答的语气:“我们宰杀了它吗?(是的,我们宰杀了,因为……)”。
  4. 424τοῦ μὴ πάνυ τι δεῖσθαι — 属格冠词不定式,与前文的指示代词 τοῦτο 呈同格关系,作为说明性属格,具体说明大脑不需要普纽玛这一“事实”的内容。
  5. p.504βρόχῳ διαλειφθεισῶν τῶν ἀρτηριῶν — 属格绝对结构(独立属格分词),表示条件(“如果动脉被绳索结扎”)或伴随状况(“在动脉被结扎的状态下”)。
  6. p.504ἐξ οὗ μέλλομεν εἰπεῖν φαινομένου — 先行词 φαινόμενον 被并入由关系代词 οὗ 引导的关系从句中的结构,语义上等同于 ἐκ τοῦ φαινομένου, ὃ μέλλομεν εἰπεῖν(在我们即将描述的现象中)。

引用这一段

盖伦, 论呼吸的作用 §5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。