§5#3τοιαῦτα δ’ ἐστὶν ἐγκέφαλος καὶ καρδία.
脑和心脏正是这样的器官。
ὥσθ’ ἡ τούτων τῆς κατασκευῆς βλάβη παραχρῆμα βλάψει τὴν ζωήν.
因此,这些器官结构的损伤会立即损害生命。
ἀλλ’ οὐδὲν ὑπαλλάττειν αὐτὴν οἷόν τέ ἐστιν ἑτοιμότερον ἀμέτρου θερμασίας.
但是,没有任何东西比失调的温热更能轻易地改变这一结构。
ὥστε ἄμφω δέδεικται διὰ τοῦ λόγου, τό τε χρήσιμον τῆς συμμέτρου θερμασίας καὶ τὸ ἐν τῇ ἀναπνοῇ εἰς αὐτήν.
因此,通过这一论证,适度温热的有用性以及呼吸对其的作用,这两者都得到了证明。
ἀναγκαῖον οὖν ἤδη, μὴ πιθανὸν μόνον, ἀλλὰ καὶ τὸ ἀληθὲς εὑρηκέναι, ἑτοίμως μὲν ἀποφαίνεσθαι.
因此,既然我们已经不仅找到了合乎情理的解释,而且找到了真理,那么现在毫无保留地予以表明就是必要的。
καὶ χρείαν εἶναι τῆς ἀναπνοῆς λέγομεν ἐμφύτου θερμασίας ἀναπνοήν.
并且我们说,呼吸的用途就是为生得温热而进行的呼吸。
ἔνεστι δ’, εἰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς ἀγνοοῦμεν, ἀλλ’ ἐκ διαιρέσεως οὐδὲν ἧττον λογίσασθαι λήμματα τῶν ἀποδείξεων, τοῖς ἐναργῶς γινωσκομένοις χρησαμένους, ὧν καὶ τοῦτό ἐστι, τὸ περιεχόμενον ἐν ταῖς κατὰ τὸν ἐγκέφαλον κοιλίαις πνεῦμα δυοῖν θάτερον ἀναγκαῖον εἶναι, ἤτοι τὴν οὐσίαν τῆς ψυχῆς ἢ τὸ πρῶτον αὐτῆς ὄργανον.
然而,即使我们不了解灵魂的本质,但通过使用那些显而易见地被认知的事物,依然可以通过区分法推导出证明的前提;其中之一就是,大脑各腔中所包含的普纽玛,必然是两者之一,即灵魂的本质,或是其首要器官。
ἀλλ’ εἰ πρῶτον, ὁ ἐγκέφαλος ἐν ἑαυτῷ τὴν οὐσίαν τῆς ψυχῆς ἔχει, ἀναγκαῖόν ἐστι, καὶ ταύτην ἔμφυτον εἶναι θερμασίαν, ἢ τὸ πνεῦμα, ἢ τὸ σύμπαν αὐτῆς τῆς κατασκευῆς εἶδος, ἢ παρ’ αὐτὴν εἴτις δύναμις ἀσώματος.
但如果是首要器官,大脑其自身中就包含着灵魂的本质,并且这一本质也必然是生得温热、或者是普纽玛、或者是其结构的整体形式、或者是除此之外的某种非物体的能力。
ἀλλ’ ἀναγκαῖον τοῦτο πρῶτον, εἰς τὰς κινήσεις ὄργανον ἕν τι τῶν εἰρημένων ἔχειν, αὐτὴν μὲν ἀπαθῆ παντελῶς ὑπάρχουσαν, ἐν δὲ τοῖς θανάτοις, τῶν πρώτων αὐτῶν ὀργάνων πασχόντων, λυομένην.
然而,首要的是这一本质必须拥有上述事物之一作为运动的器官,它自身完全不受影响,但在死亡时,由于其首要器官本身受到损害,它便得以解体。
ὥστε ἐξ ἀνάγκης ἤτοι τῆς κατασκευῆς τοῦ ἐγκεφάλου βλαπτομένης, ἢ ὁμοῦ τοῦ κατὰ αὐτὸν πνεύματος, ἢ τῆς θερμασίας μόνης, ὁ θάνατός ἐστι τοῖς ζώοις.
因此,动物的死亡必然是由于大脑结构的损害,或者是由于大脑中普纽玛的共同损害,或者是仅由于温热的损害。
ἀλλ’ οὔτε τὴν κατασκευὴν ἐν τάχει βλαβῆναι δυνατὸν ἑτέρως ἀλλ’ ἢ διὰ τὴν τῆς θερμασίας ἀμετρίαν, ὡς ἐδείξαμεν, οὔτ’ αὐτὴν πολὺ μᾶλλον τὴν θερμασίαν, ἀλλ’ οὐ διὰ τὸ λοιπὸν ἔτι καὶ τρίτον, ἔχειν τὸ πνεῦμα δύναται πρόφασιν ἑτέρας φθορᾶς ἐξαιφνιδίου παρὰ τὰς ἔμπροσθεν εἰρημένας, τήν τε τῆς οὐσίας ὅλης αὐτῶν κένωσιν καὶ τὴν τῆς θερμασίας ἀμετρίαν.
但是,正如我们所表明的,结构不可能以其他方式迅速受到损害,除非是通过温热的失调,而温热本身更是如此;至于剩下的第三种,普纽玛不能拥有除了前面提到的那些(即它们全部本质的枯竭和温热的失调)之外的、任何其他突然消灭的原因。
ἀλλ’ ἐν ταῖς τῆς ἀναπνοῆς ἐπισχέσεσιν οὐκ ἔχομεν αἰτίας εἰρῆσθαι τὴν κένωσιν ὅλης τῆς οὐσίας, ὡς ἐπὶ τῶν εἰς τὰς κοιλίας τρώσεων.
然而,在呼吸停止的情况下,我们不能像在脑腔受伤时那样,将全部本质的枯竭说成是原因。
ἀπολείπεται, ὅτι διὰ θερμασίας ἀμετρίαν ἀποθνήσκομεν.
剩下的结论是,我们是因为温热的失调而死。
αὕτη μὲν οὖν ἡ μεγίστη χρεία τῆς ἀναπνοῆς· δευτέρα δὲ θρέψις τοῦ ψυχικοῦ πνεύματος.
因此,这是呼吸的最大用途;第二大用途则是精神普纽玛的营养。
γίνεται δὲ ἡ μὲν προτέρα δι’ ἀμφοτέρων τῆς ἀναπνοῆς τῶν μερῶν, εἰσπνοῆς τε καὶ ἐκπνοῆς, τῆς μὲν οὖν ἀναψυχούσης τε καὶ ῥιπιζούσης, τῆς δὲ τὸ αἰθαλῶδες ἀποχεούσης· ἡ δευτέρα δὲ διὰ τῆς εἰσπνοῆς μόνης.
而前者确实是通过呼吸的两个部分(吸气和呼气)共同进行的,前者起到冷却和扇风的作用,后者则排出煤烟状的废物;而第二大用途则仅通过吸气进行。
ὅτι μὲν οὖν εἰς τὴν καρδίαν ἕλκεταί τις ἀέρος μοῖρα κατὰ τὰς διαστολὰς αὐτῆς, ἀναπληροῦσα τὴν γενομένην κένωσιν, τὸ μέγεθος αὐτό γε τῆς διαστάσεως ἱκανὸν ἐνδείξασθαι.
因此,在心脏扩张期间,有一定分量的空气被吸入心脏以填补产生的真空,这仅靠扩张本身的幅度就足以证明。
ὅτι δὲ καὶ εἰς τὸν ἐγκέφαλον εἰσπνεῖται, δι’ ἑτέρας ἐπιδέδεικται πραγματείας, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων διαλεγόμεθα.
而空气也被吸入大脑,这在我们的另一部著作(即我们讨论希波克拉底和柏拉图学说的著作)中也已得到证明。
διὰ τί δὲ, τῆς καρδίας εἰς ἑαυτήν τι παρὰ τοῦ πνεύμονος ἑλκούσης ἀέρος ἐπιπεμπούσης τε ταῖς πλησίον ἀρτηρίαις, ὅμως γε ὁ ἐκπνεόμενος οὐδὲν ἐλάττων φαίνεται τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλχθέντος, εἰρήσεται μὲν καὶ δι’ ἑτέρων ἐπὶ πλέον, ἀποχρήσει δὲ καὶ νῦν εἰπεῖν τόδε μόνον, ὡς ἀτμός τις ἐκπνεῖται τοὐπίπαν ἴσος τῷ πλήθει τῆς μεταληφθείσης μοίρας τοῦ πνεύματος εἴς τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας.
但是,尽管心脏从肺中吸入一些空气,并将其输送到附近的动脉,为什么呼出的空气似乎并不比吸气时吸入的空气少,这在其他著作中会有更详细的论述,但现在只需说这一点就足够了:呼出的某种蒸汽,其数量大体上等于输送到心脏和动脉中的那部分普纽玛的数量。
αἵτινες δ’ εἰσὶ καὶ διαθέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι βραχεῖ πλείων ὁ ἀτμὸς τοῦ μεταληφθέντος ἀέρος, ἢ ἐλάττων, ἢ ἴσος, ἐν τοῖς περὶ δυσπνοίας εἰρήσεται.
至于身体的哪些状态会导致蒸汽比吸入的空气略多、略少或相等,将在关于呼吸困难的著作中予以说明。
ἀρκεῖν μέν μοι δοκεῖ ταῦτα περὶ χρείας ἀναπνοῆς.
关于呼吸的用途,我认为这些已经足够了。
ὅσα δὲ ὑπὲρ αὐτῆς τισιν εἰρήσεται μοχθηρῶς, ῥᾷστα φωραθῆναι δύναιτ’ ἂν μὴ παρέργως ἕκαστον τῶν ἐνταυθοῖ γεγραμμένων ἐκλεξαμένοις.
至于一些人关于呼吸所作的拙劣论述,只要不粗心大意地选择这里所写下的每一项内容,就很容易揭穿他们。