Humanitext Reader

盖伦 · 论嗅觉器官 §5#2

通过大脑主动扩张引入气味的机制

第 6 段,共 8 段 · 希腊语

内容简介

作者解释称,呼吸器官的运动并不能扩张嗅觉通道,且除非大脑在吸气期间主动发生扩张,否则外部空气无法进入大脑。

§5#2φανερὸν οὖν, ὅτι τοῖς αἰσθητικοῖς τῶν ὀσμῶν πόροις οὔτε κατὰ προαίρεσιν οὔτε ἄνευ προαιρέσεώς ἐστιν οἰκεία κίνησις ἡ διοικοῦσα τὸ ὀζόμενον.
因此显而易见,对于气味的感官通道而言,无论是有意愿还是无意愿,都没有其自身固有的、用以输送气味物质的运动。
οὐ μὴν οὐδὲ τῶν ἀναπνευστικῶν πόρων κίνησις διαστεῖλαι δυνήσεται τοὺς ὀσφρητικοὺς πόρους.
而且,呼吸通道的运动也绝不能扩张嗅觉通道。
αὐτὸς μὲν γὰρ ὁ θώραξ ἐν τοῖς περὶ τούτων λόγοις ἐπιδέδεικται διαστελλόμενος ὑπὸ μυῶν· ὁ πνεύμων δ’ αὐτὸς συνεπόμενός τε πάντη καὶ συνδιαστελλόμενος τῇ πρὸς τὸ κινούμενον ἀκολουθίᾳ· τούτῳ δ’ ἀκολουθῶν ὁ ἔξωθεν ἀὴρ, οὐκ ἔτι ἐξ ἀνάγκης διαστελλομένων τῶν παραπεμπόντων αὐτὸν σωμάτων, οὔτε τοῦ στόματος, οὔτε τῆς ῥινὸς, οὔτε τοῦ φάρυγγος· ἀναπετομένων γὰρ αὐτῶν μόνον διὰ μείζονος ἧς ἔμπροσθεν εἶχον εὐρύτητος, ἐπικτωμένων οὐ δεῖ.
因为在关于这些问题的讨论中已经表明,胸腔本身是由肌肉扩张的;而肺本身则在各个方向上跟随着它,并通过顺从运动之物而一同扩张;外部的空气则跟随于此,但这已不再是由于传送它的物体——无论是口、鼻还是咽喉——必须扩张的缘故;因为它们只是通过比以前更大的空间而被敞开,并不需要获得进一步的扩张。
δῆλον οὖν ἐστιν ἐκ τῶν εἰρημένων, ὡς ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις οὐ δύναται τοὺς λεπτοὺς ἐκείνους πόρους τῶν κατὰ τοὺς μυκτῆρας χιτώνων ἀνοιγνύναι.
因此,从所说的话中可以清楚地看出,呼吸器官的运动无法打开鼻孔被膜沿线的那些微细通道。
ὥστ’ ἐκ τῆς φορᾶς τοῦ ἀέρος ἀνοιχθήσονται μόνης, ἣν, ὡς ἔφην, ἐγχωρεῖ καὶ χωρὶς τῆς εἰσπνοῆς ἐπιτεχνήσασθαι.
所以,它们将仅由空气的流动打开,而正如我所说,这种流动即使在没有吸气的情况下也可以人为地制造出来。
εἰ δέ τις φαίη, τῶν δι’ ἀναισθησίαν εἰκῆ πολλὰ φθεγγομένων ἐν τῷ τῆς εἰσπνοῆς χρόνῳ τοὺς πόρους ἀνοίγνυσθαι μόνον, καὶ ἡμεῖς ἀναμνήσομεν αὖθις αὐτὸν, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρημένοις ἐξελήλεγκται τοῦτο, κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἡνίκα ἤτοι καθ’ ὁρμὴν τοῦ ζώου τὴν ἄνοιξιν αὐτῶν ἔφαμεν ἢ φυσικήν τινα εἶναι.
但是,如果那些因愚昧而无端多言的人中有人说,通道仅在吸气的时间里被打开,我们便会再次提醒他,这在前面所说的话中已经被驳斥了,即在论证的那一部分中,当我们说它们的开启要么是根据动物的冲动,要么是某种自然现象时。
κατὰ προαίρεσιν μὲν οὖν οὐκ ἔστιν· ἐφ’ ἡμῖν γὰρ ἂν ἦν, ὁπόταν βουληθείημεν ἀνοίγειν αὐτοὺς, καὶ χωρὶς τῆς εἰσπνοῆς.
因此,这并不是根据意愿进行的;因为如果是这样,只要我们愿意,即使在没有吸气的情况下,打开它们也本属于我们的能力范围。
οὐ μὴν οὐδὲ φυσικὴ, καθάπερ ἡ τῆς καρδίας· οὖ γὰρ ἂν οὐδ’ οὕτω κατὰ τὸν τῆς εἰσπνοῆς χρόνον ἐγίνετο διὰ παντὸς, ἀλλ’ ἰδίαν εἶχε τάξιν κινήσεως, ἐνίοτε μὲν εἰς ταὐτὸν τῷ τῆς εἰσπνοῆς ἀφικνουμένῳ χρόνῳ, πολλάκις δὲ τῷ τῆς ἐκπνοῆς ἢ ἐπισχέσεως ὅλης τῆς ἀναπνοῆς.
当然,这也不是像心脏那样的自然运动;因为如果是那样,这种运动也不会总是如此在吸气的时间里发生,而是会拥有其自身的运动秩序,有时与吸气的时间重合,但很多时候与呼气或整个呼吸停止的时间重合。
εἰ τοίνυν οὔτε ἐξ αὐτῶν, οὔθ’ ὑπὸ τῆς τῶν ἀναπνευστικῶν ὀργάνων κινήσεως οἱ πόροι τοῦ κατὰ τὴν ῥῖνα χιτῶνος ἀνοίγνυνται, λείπεται πρὸς τῆς τοῦ πνεύματος ῥύμης εἰς τοῦθ’ ἥκειν αὐτοὺς, ἣν, ὡς ἔφην, οἷόν τ’ ἐστὶν τεχνήσασθαι καὶ χωρὶς τῆς εἰσπνοῆς.
因此,如果鼻腔被膜的通道既不靠自身,也不靠呼吸器官的运动打开,那么剩下的就是它们由于气息的冲力而达到这一状态,而正如我所说,这种冲力即使在没有吸气的情况下也是可以人为制造出来的。
εἰ δέ τις ἀπορεῖ, διὰ τίνα αἰτίαν ὑπὸ τῆς τοιαύτης κινήσεως, εἰ σφοδροτάτη γένοιτο, μηδὲν ὀσμῆς μέρος εἰς τὸν ἐγκέφαλον συνελαύνεται, καίτοι τρημάτων ὄντων εἰς τοσοῦτον εὐρέων, ὡς καὶ τὰς παχυτάτας βλέννας ἐγκεφάλου δι’ αὐτῶν φέρεσθαι, διδάξομεν αὐτὸν, ὡς οὐδὲ εἰς τὸν λάρυγγα καὶ τὸν πνεύμονα φέρεταί τι κατὰ τὰς εἰρημένας κινήσεις τοῦ κατὰ τοὺς μυκτῆρας ἀέρος, ἐπειδὴ φθάνουσιν οἰκείου πεπληρῶσθαι πνεύματος.
但是,如果有人感到困惑,为什么通过这种运动,即使它变得非常剧烈,也没有任何气味的部分被推进脑中,尽管这里的孔道是如此宽大,以至于连脑中最为粘稠的黏液都可以通过它们运送,我们将教导他:在鼻孔空气的上述运动中,由于喉头和肺已经预先充满了它们自身的精气,因此也没有任何东西被运送到它们那里。
ὁπότ’ οὖν οὐδ’ εἰς τοὺς μεγάλους πόρους οὐδὲν ἔξωθεν ἐμπίπτει πνεῦμα χωρὶς τῆς τῶν ὀργάνων διαστολῆς, εἰκὸς  δή που μηδ’ εἰς τοσοῦτον λεπτοὺς εἶναι, ὥς τισι τῶν ἀμελῶς ἀνατεμνόντων μήτ’ εἶναι δοκεῖν.
既然在没有器官扩张的情况下,外部的气息连粗大的通道都无法进入,那么自然也就不会进入那些微细到在某些粗心的解剖者看来甚至不存在的通道了。
ἀμέλει κᾂν εἰς τὸν μυκτῆρα καθεὶς αὐλίσκον ἀκριβῶς στεγνώσῃς τὸν πόρον, οὐ δυνήσεται πνεῦμά τι ἐνεῖναι, πρὶν ἀνοῖξαι τὸ στόμα· διανοιχθέντος δ’ αὐτοῦ, τὸ κατὰ τὴν ὑπερῴαν ἐμπίπτον πνεῦμα πρὸς τοὐκτὸς ἀποχωρεῖν ἀκολουθοῦν ἐπιτρέπει τῷ συνεχεῖ.
事实上,即使你将一根小管插入鼻孔并精确地密封通道,在打开嘴巴之前,也无法将任何气息送入其中;而当嘴巴被张开时,沿着口盖落入的气息便允许连续的空气跟随并向外退出。
μὴ τοίνυν ἀξίου μηδ’ εἰς τὸν ἐγκέφαλον ἀνέρχεσθαί τι κατὰ τὰς εἰρημένας ἐμπτώσεις εἰς τὴν ῥῖνα τοῦ πνεύματος.
因此,不要指望在气息这样落入鼻腔时,会有任何东西上升到脑中。
ἄχρι γὰρ ἂν ἡ κατ’ αὐτὸν εὐρυχωρία φθάνῃ πεπληρωμένη πρὸς ἑτέρου πνεύματος, οὐχ οἷόν τ’ ἐστὶν ἐπεισελθεῖν ἄλλο, πρὶν διαστῆναι τὸν ἐγκέφαλον, ὅπερ εἰσπνεόντων μὲν οἷόν τ’ ἐστὶ γενέσθαι· διαστέλλεται γὰρ πρῶτον, ἵν’ ἕλξῃ, κᾄπειθ’ οὕτω εἰσδέχεται τὸν ἔξωθεν ἀέρα· χωρὶς δὲ τῆς ἐξ ἑαυτοῦ διαστολῆς οὐκ ἐνδέχεται παραδέξασθαι πνεῦμά τι αὐτὸν, οὐδ’ εἰ βιαίως ὠθοῖτο· εἰ δ’, ὥσπερ καὶ βούλοιτό τις, βιαίως ὠθούμενον ἐμπίπτει, ἀλλ’ οὐδὲ τοῦτο δυνατὸν εἶναι πολύ.
因为只要脑中的空间已经被另一种气息预先充满,在脑扩张之前,另一种气息就不可能额外进入,而这在吸气时是可以发生的;因为脑首先扩张以便吸入,然后以此方式接受外部的空气;但若没有其自身的扩张,脑是不可能接受任何气息的,即使是被强力推送;如果正如有人所希望的那样,气息在被强力推送时落入,这也不可能有很多。
θλίβεται μὲν γὰρ βιαίως, ὡς ἴσμεν, ὁ ἀὴρ, καὶ πάλιν τείνεται πανταχόθεν, παρὰ τὴν ἑαυτοῦ φύσιν ἑκάτερον τούτων ἀναγκαζόμενος πάσχειν, ὡς μηδεμιᾶς γε τοιαύτης αὐτῶν αἰτίας βιαζομένης, ἢ τῆς ἣν κατείληφε χώρας.
因为正如我们所知,空气被强力压缩,又从四面八方被拉伸,它被迫违背其自身本性承受这两者,仿佛除了它所占领的空间之外,没有任何类似的因素在强迫它们。
οὐ μὴν οὐδ’ ὅτε πιλούμενος εἰς ἐλάττω συνέρχεται τόπον, ἢ χεόμενος ἐπιπλέον ἐκτείνεται, μεγάλην ἐργάζεται τὴν ἐφ’ ἑκάτερα μεταβολὴν, ἀλλὰ καὶ συστέλλεται καὶ χεῖται βραχὺ παραχωρῶν ἐφ’ ἑκάτερα.
然而,当空气被压缩聚集到更小的地方,或者被扩散拉伸到更大时,它在这两个方向上都不会产生巨大的变化,而是仅在两个方向上稍作让步,随之收缩或扩散。
διὰ τοῦτο γοῦν οὐδὲν εἰς αὐτὸν ἐμπίπτει, κᾂν σφοδρῶς ἐκθλίβῃ τις, ἀνεῳγμένων τῶν μυκτήρων.
因此,即使在鼻孔张开时有人剧烈地向外推送,也绝没有任何东西落入其中。
ὁ δὲ κατ’ αὐτοὺς χιτὼν, ἐν ᾧ τοὺς αἰσθητικοὺς πόρους ὑποτιθέμεθα, φανερῶς αἰσθάνεται πληττόμενος ὑπὸ τοῦ προσπίπτοντος ἔξωθεν ἀέρος βιαίως.
但是,我们假设有感官通道存在的鼻孔被膜,显然能感觉到被外部强力吹来的空气所击打。

词汇与语法注释

  1. p.875ἐπικτωμένων οὐ δεῖ — 非人称动词 `δεῖ` 通常接对格不定式结构,但在此处它直接支配表示部分或缺乏的属格,意为“不需要额外获得之物”(中动分词属格复数 `ἐπικτωμένων`)。
  2. p.876φθάνουσιν οἰκείου πεπληρῶσθαι πνεύματος — 动词 `φθάνω`(预先、抢先做某事)在此处接不定式(此处为语气完成被动不定式 `πεπληρῶσθαι`)而非通常的分词,属于较为罕见的句式。`πεπληρῶσθαι` 进一步支配表示充满的属格 `οἰκείου ... πνεύματος`。
  3. p.877ἄχρι γὰρ ἂν ἡ κατ’ αὐτὸν εὐρυχωρία φθάνῃ πεπληρωμένη — 连词 `ἄχρι 连 ἂν`(只要……)引导接合语气 `φθάνῃ`,且动词 `φθάνω` 接分词 `πεπληρωμένη`,构成了表示“预先充满”的惯用先占结构。

引用这一段

盖伦, 论嗅觉器官 §5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg015.humanitext-grc1:5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。