§5#1Ὅπως οὖν ἀκριβεστέρα γένοιτο παντὸς τοῦ δόγματος ἡ βάσανος, ἀρξώμεθα τῶν προειρημένων κεφαλαίων ἀπὸ τοῦ τελευταίου.
因此,为了使对整个学说的检验更加精确,让我们从前述要点中的最后一项开始。
τί δή ποτε γὰρ εἰσπνεόντων ἡ τῶν ὀσμῶν αἴσθησις γίγνεται, κατ’ ἄλλον δὲ οὐδένα χρόνον, εἴπερ ἐν τοῖς τῆς ῥινὸς πόροις ἡ γένεσις αὐτῆς ἐστιν, ἐπισκεπτομένοις ἡμῖν ἓν τοῦτο μόνον ηὑρίσκετο πιθανὸν, ὡς μὴ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ τῆς ῥινὸς χιτῶνος, ἀλλὰ διὰ βάθους συχνοῦ τὸ τῆς ὀσφρήσεως ὄργανον τετάχθαι, πόρων μέν τινων ἐπ’ αὐτὸ τεινόντων, οὐ μὴν ἀνεῳγμένων γε διὰ παντὸς, ἀλλ’ οἷον ἐπιθήματά τινα ἐχόντων ὑμενώδη λεπτά· τούτων δ’ ἐν ταῖς εἰσπνοαῖς ὑπὸ τῆς ῥύμης τοῦ πνεύματος ἀνοιγομένων, οὕτως ἀφικνεῖσθαι τὸ αἰσθητὸν ἐπὶ τὸ διαγνωστικὸν αὐτοῦ μόριον.
因为,如果嗅觉的产生确实是在鼻腔通道中,那么对于正在考察为什么唯独在吸气时才会产生对气味的感知、而在其他任何时候都不产生的我们来说,唯有这一件事被发现是具有说服力的:即嗅觉器官并非安置在鼻腔被膜的外表面,而是位于相当深的地方,有某些通道通往它,这些通道并不是始终敞开的,而是仿佛具有某些薄膜状的细小盖子;当这些盖子在吸气时被呼吸的冲力打开时,可感知的对象便以此种方式到达其辨别部位。
ἔοικε δέ τι τοιοῦτον καὶ Ἀριστοτέλης ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς κᾀν τῷ περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἐπιγράφεται δὲ τοῦτο καὶ δι’ ἕτερον τρόπον ᾧδε, περὶ αἰσθήσεως καὶ αἰσθητηρίων, ἐπειδὴ τὰ τῶν αἰσθήσεων ὄργανα καλεῖν οὕτως ἔθος ἐστὶν καὶ Ἀριστοτέλει.
亚里士多德在《论灵魂》第二卷以及《论感觉与所感到的东西》(该书也因另一种方式而被题作《论感觉与感觉器官》,因为将感官称为感觉器官也是亚里士多德的习惯)中,似乎也说过类似的话。
κατὰ μὲν οὖν τὸ δεύτερον περὶ ψυχῆς ταυτὶ γέγραπται· Οὕτως μὲν οὖν καὶ τὸ ὀσφραντικὸν ὄργανον τοῖς μὲν ἀκαλυφὲς, ὥσπερ τὸ ὄμμα· τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχει ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀποκαλύπτεσθαι, διευρυνομένων τῶν φλεβῶν καὶ τῶν πόρων.
因此,在《论灵魂》第二卷中写有以下内容:“因此,嗅觉器官对于某些动物来说是没有遮盖的,就像眼睛一样;但对于那些接受空气的动物来说,它有一个覆盖物,当它们呼吸时,由于血管和通道的扩张,这个覆盖物便被揭开。
ἐν δὲ τῷ περὶ αἰσθήσεως καὶ αἰσθητηρίων τάδε φησί· Ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ ἐπικείμενον, ὥσπερ πῶμά τι, διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα· τοῖς δ’ οὐκ ἀναπνέουσιν ἀφῄρηται τοῦτο· καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζώων, ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾷν, τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος, ἀλλ’ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὁρᾷν αὐτῷ εὐθύς.
”而在《论感觉与感觉器官》中,他这样说道:“但是对于那些呼吸的动物,气息去除了覆盖在上面的东西,就像一个盖子,因此它们在不呼吸时便感觉不到;而对于那些不呼吸的动物,这个盖子已被去除;正如关于眼睛,有些动物有眼睑,若不睁开便无法看见,而硬眼动物则没有眼睑,因此不需要任何东西来睁开,而是凭其看见的能力直接看见。
αὗται μὲν αἱ τοῦ Ἀριστοτέλους ῥήσεις, οὐδ’ ὅλως ἐπιχειρήσαντος ζητῆσαι μόριον, ἐν ᾧ πρώτως τὴν τῶν ὀσμῶν αἴσθησιν ἔχομεν.
”这些是亚里士多德的话,他完全没有尝试去寻找我们最初拥有嗅觉感知的部位。
ἀλλὰ καὶ τὸ λεγόμενον ὑπ’ αὐτοῦ περὶ τῶν ἀνακαλυπτομένων πόρων ἀδύνατον μὲν οὐκ ἔστιν, ὥσπερ ἔνια τῶν λεγομένων ὑπό τινων, οὐ μὴν δυνατόν γε συστῆναι κατὰ τοὺς πόρους τῆς ῥινός.
但是,即使是他所说的关于通道被揭开的事情,虽不像某些人所说的一些事情那样是不可能的,但也绝不可能在鼻腔通道中成立。
ἐπὶ μέν γε τῶν βλεφάρων ἡ κίνησις κατὰ τὴν ἡμετέραν ἐπιτελεῖται προαίρεσιν, καὶ διὰ τοῦτο ἔξεστιν ἡμῖν, ὁπότε βουλόμεθα, καὶ κλείειν αὐτοῖς καὶ ἀνοίγειν· ἐπὶ δὲ τῆς τῶν ὀσμῶν αἰσθήσεως οὐχ ᾧδ’ ἔχει.
因为在眼睑的情况下,运动是根据我们的意愿进行的,因此我们可以随时根据自己的意愿闭合或睁开它们;但在嗅觉感知的情况下却非如此。
συμβεβηκὸς γάρ ἐστι ταῖς εἰσπνοαῖς τὸ κατὰ τὴν ἄνοιξιν τῶν πόρων, οὐχ ἡμέτερον ἔργον.
因为通道的开启是吸气时的附带现象,而不是我们自身的主动作用。
πῶς οὖν συμβήσεται, σκεπτέον ἐφεξῆς.
因此,接下来必须考察这究竟是如何发生的。
καίτοι γε δίκαιος ἦν ὁ Ἀριστοτέλης, ὁ πατὴρ τοῦ λόγου, κατεσκευακέναι μὲν τὴν ἑαυτοῦ δόξαν, οὐκ ἀποφῃνάμενος ἁπλῶς, ἡμῖν ἐπιτρέψας περὶ τῆς ἐκείνου γνώμης ἀπομαντεύσασθαι, μηδὲν εἰπόντος σαφὲς, ὥστε οὐδὲ κατασκευὴν ἣν λέγει τῶν πόρων ἐδήλωσεν, εἴτ’ ἐν τῷ χιτῶνι τῶν μυκτήρων, εἴτ’ ἐν ἄλλῳ τινὶ μέρει βούλεται τούτους δὴ τοὺς ὀσφρητικοὺς πόρους ὑπάρχειν.
然而,作为该学说之父的亚里士多德,本应当论证他自己的观点,而不是仅仅做出宣示,让我们去猜测他的想法,因为他没有说出任何明确的话,甚至没有说清他所说的通道的结构,他到底希望这些嗅觉通道存在于鼻孔的被膜中,还是存在于其他某个部位。
ἀλλ’ ὅτι γε μὴ κατὰ τοὺς μυκτῆρας, ἐνθένδε δῆλον.
但至少不在鼻孔中,这从以下几点中显而易见。
εἰ γὰρ οὕτως ἔχοιεν, ἡ φορὰ τοῦ προσπίπτοντος ἔξωθεν ἀέρος ἀνοίγνυσιν αὐτοὺς, ἐὰν καὶ χωρὶς τῆς εἰσπνοῆς ἐμπίπτῃ τὸ πνεῦμα.
因为如果它们是这样的,那么从外部吹来的空气的流动就会打开它们,即使在没有吸气的情况下气息落入其中。
ὅτι δὲ οὐκ ἐργάζεται, σαφῶς ἔνεστι θεάσασθαι, πρῶτον μὲν αὑτῷ τεχνησάμενον κίνησιν ἀέρος ἐν οἴκῳ σμικρῷ μεστῷ σφοδροτάτης ὀσμῆς, δεύτερον δὲ καὶ πρὸς ἄνεμον τρέψαντα τοὺς μυκτῆρας ἐν τούτῳ τῷ χωρίῳ, καὶ τρίτον ἐπιθέντα κατὰ τῶν μυκτήρων ἕν τι τῶν ὀργάνων τῶν δυναμένων ὠθεῖν ἀέρα.
但可以通过以下方法清楚地观察到这并不起作用:第一,在充满极强气味的小房间里,自己人为地制造空气的运动;第二,在这个地方将鼻孔转向风口;第三,在鼻孔上放置一种能够推送空气的器具。
καλαμίσκοι δ’ εἰσὶ τοιοῦτοι, καὶ κύστεις εὐθύτρητοι, καὶ πρὸς ἑαυτῶν ἔχουσαι κέρατα.
有这样的小管,以及钻有直孔且自身带有管子的皮囊。
ἀλλά τοι, τούτων πάντων κινούντων ἀέρα, διάγνωσις οὐδεμία γίγνεται τῆς ὀσμῆς.
然而,尽管所有这些都在移动空气,却没有任何对气味的辨别发生。
οὐ μὴν τοῦτ’ ἔστιν εἰπεῖν, ὡς τοιαύτη κίνησίς ἐστι τῶν κατὰ τὸν χιτῶνα πόρων, οἵα τῶν τῆς καρδίας κοιλιῶν, ὧν διαστελλομένων, ἀνοίγνυσθαι συμβαίνει τὰ στόματα τῶν εἰσαγόντων τὰς ὕλας ἀγγείων.
当然,也不能这样说:被膜通道的运动就像心房的运动一样,当心房扩张时,引入物质的血管口便随之打开。
ἤτοι γὰρ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἔνεστιν ὑποθέσθαι τὴν κίνησιν γίνεσθαι τῶν πόρων, ἢ χωρὶς προαιρέσεως, οἵα καὶ τῆς καρδίας ἐστί.
因为我们只能假设通道的运动要么是根据我们的意愿发生的,要么是与意愿无关的,就像心脏的运动一样。
εἰ μὲν οὖν κατὰ τὴν ἡμετέραν προαίρεσιν, δεήσει καὶ χωρὶς τῆς εἰσπνοῆς διασταλεῖσιν αὐτοῖς αἰσθέσθαι τῆς ὀσμῆς· εἰ δὲ φυσικῶς ᾖ, εὔδηλον, ὅτι καὶ οὕτως ἄνευ τῆς εἰσπνοῆς.
如果确实是根据我们的意愿,那么即使在没有吸气的情况下,也应当在它们扩张时感知到气味;如果是自然(不随意)的,显然在没有吸气的情况下也同样能感知到。
ἀλλὰ μὴν οὐδέποτε χωρὶς τῆς εἰσπνοῆς αἰσθανόμεθα.
然而,我们绝不可能在没有吸气的情况下感知到气味。