Humanitext Reader

盖伦 · 论嗅觉器官 §5#3

从眼睛防护与感官恒常性否定鼻部覆盖物

第 7 段,共 8 段 · 希腊语

内容简介

作者基于“感官始终保持活动更为优越”这一原则,通过分析人类的眼睑、甲壳类动物的眼睛以及睡眠的本质,反驳了亚里士多德关于鼻腔通道存在覆盖物的理论。

§5#3ὥστε ἀνοίγνυσθαι τοὺς πόρους ἐχρῆν ἐν ταῖς τοσαύταις ἐμπτώσεσιν εἰς τὴν ῥῖνα τοῦ πέριξ ἀέρος, ἀνοιχθέντων δὲ ἕπεσθαι τὴν αἴσθησιν τῶν ὀσμῶν.
因此,当周围的空气如此频繁地吹入鼻腔时,通道本应当被打开,而一旦被打开,嗅觉也应当随之产生。
εἴπερ οὖν οὐχ ἕπεται, τοὺς εἰρημένους πόρους ἀδύνατον ὑπάρχειν.
所以,如果嗅觉并没有随之产生,那么上述通道就不可能存在。
οὐ μὴν οὐδὲ πιθανὸν, τὴν φύσιν ἐπιτεχνήσασθαί τι τοιοῦτον μηδενὸς ἕνεκα.
再者,自然绝非无缘无故地创造出这样一种构造。
εἰ γὰρ ἐπεποιήκει τινὰς αἰσθητικοὺς πόρους ὀσμῶν, οὐκ ἂν ἐπέφραξεν αὐτοὺς, ὥσπερ οὐδὲ τοὺς κατὰ τὰ ὦτα.
因为如果自然创造了用于嗅觉的感官通道,它就不会把它们堵塞,就像它没有堵塞耳部的通道一样。
βέλτιον γάρ ἐστι διὰ παντὸς ἑκάστην αἴσθησιν διαγνωστικὴν εἶναι τῶν ἰδίων αἰσθητῶν, οὐκ ἐν χρόνῳ μόνῳ τῷ τῆς εἰσπνοῆς.
因为对于每一种感官而言,在任何时候都能识别其自身的感官对象,显然要比仅在吸气的时间里才能识别更为优越。
οὐδὲ διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἐποίησεν ἡ φύσις ἐπιθέματα, διότι βέλτιον ἦν αὐτοὺς μὴ διὰ παντὸς ἐνεργεῖν, ἀλλὰ διὰ τὸ αὐτοὺς εἶναι μαλακοὺς, καὶ διὰ τοῦτο ὑπὸ τῶν προσπιπτόντων ῥᾳδίως βλάπτεσθαι, ἀφ’ ὦν ἵνα φρουρῶνται, ἡ φύσις αὐτοὺς τοῖς βλεφάροις ὠχύρωσεν οἷόν τισι προβλήμασι.
自然为眼睛制造覆盖物,也不是因为眼睛不一直工作更好,而是因为眼睛本身是柔软的,因此很容易被碰撞过来的物体伤害,为了防范这些伤害,自然用眼睑作为某种防御屏障来保护它们。
ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλης εἴρηκεν, ὡς ἐν τοῖς σκληρὸν ἔχουσι ζώοις τὸν ἔξωθεν χιτῶνα τῶν ὀφθαλμῶν ἡ φύσις οὐκ ἐποίησε βλέφαρα, διότι δυσπαθεῖς εἰσιν, καὶ αὐτὸ καθ’ ἑαυτὸ οὐδὲν οὔτε προβλημάτων οὔτε στεγασμάτων οὔτε καλυμμάτων ἐπὶ τούτων χρῄζουσι τῶν ζώων, ἀλλ’ ἡμεῖς γε χρῄζομεν δεόντως, ἕνεκά τε τῶν εἰρημένων, κᾀπειδὰν ὕπνου καιρὸς ἥκῃ.
事实上,亚里士多德自己也说过,在那些眼睛外层被膜坚硬的动物中,自然并没有制造眼睑,因为它们不易受损,在这些动物身上,它们本身既不需要屏障,也不需要遮蔽物或覆盖物。 但我们人类显然合理地需要它们,这既是出于上述原因,也是在睡眠时间到来的时候。
ἀδύνατον γὰρ ἐν ἀέρι φῶς ἔχοντι καθυπνῶσαί τινα χωρὶς τοῦ σκεπασθῆναι τοὺς ὀφθαλμούς.
因为在有光线的空气中,如果不遮盖眼睛,任何人都是无法入睡的。
οὕτω γοῦν καὶ αὐτοῖς ἐκείνοις τοῖς ζώοις, οἷς οὐκ ἔστι βλέφαρα, καράβοις, καὶ ἀστακοῖς, καὶ παγούροις, καὶ καρκίνοις, ἡ φύσις ἐποίησεν κοιλότητάς τινας, οἷον θαλάμους ὑποδεχομένους ὅλους τοὺς ὀφθαλμοὺς, ἐπειδὰν ὑπνοῦν ἐθέλωσιν· ὡς, ὅταν γε χρῆσθαι βουληθῶσιν αὐτοῖς, ἐξαίρουσιν ὅλους ὀρθίους ἅμα τοῖς αὐχέσιν, ἐφ’ ὧν βεβήκασιν, εἰς τὴν οἰκείαν ὀφθαλμοῖς καθιστῶντες χώραν, ἥπερ ἐστὶν ἐπὶ τῶν ὑψηλοτάτων ἐν τοῖς ζώοις μορίων.
因此,即使是那些没有眼睑的动物,如龙虾、螯虾、寄居蟹和螃蟹,自然也为它们制造了某些空腔,如同小室一般,在它们想要睡觉时可以容纳整个眼睛;而每当它们想要使用眼睛时,就会把眼睛连同其所站立的颈部一同直立提起,将其安置在眼睛所特有的位置上,即动物身体的最高部位。
εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς περὶ χρείας μορίων, ἅπερ εἴ τις ἀναλέξεται, γνώσεται μὲν καὶ τῶν βλεφάρων τὴν χρῆσιν, γνώσεται δὲ καὶ ὡς ἀεὶ τῇ φύσει πρόκειται ταῖς αἰσθήσεσιν ἐνεργεῖν.
关于所有这些事情,在《身体各部位的实用性》中已经有了充分的论述,如果有人阅读此书,不仅会了解眼睑的用途,还会了解感官保持活动始终是自然的目的。
εἰ δέ ποτ’ ἄλλου τινὸς ἕνεκα χρησιμωτέρου κατά τινα καιρὸν ἡσυχάζειν ἀναγκαῖον αὐταῖς ἐστιν, οὐδὲν τοῦτό γε ἀπόρημα τῷ λόγῳ.
但是,如果在某一时刻,为了其他更重要的用途,感官在特定时间内必须保持静止,这并不会给这一论证带来任何困难。
τὰ γὰρ μὴ δυνάμενα μετ’ ἀλλήλων ὑπάρχειν, οὐδ’ ἂν οἱ πάντες θεοὶ ζεῦξαι βουληθῶσιν, οἷόν τε αὐτοῖς ἐργάσασθαι τοῦτο.
因为对于那些无法共存的事物,即使所有的神灵都想将它们结合在一起,也是无法做到的。
ὅσα γοῦν ἀδύνατα τῇ σφῶν αὐτῶν φύσει, καὶ θεοῖς ἐστιν ἀδύνατα.
事实上,任何就其自身本性而言不可能的事物,对神灵来说也是不可能的。
μὴ τοίνυν θαύμαζε τὸ πῶς ἡ φύσις, ἀεὶ βουλομένη τὰς αἰσθήσεις ἐνεργεῖν, ἡσυχάζειν ἐπιτρέπει κατὰ τοὺς ὕπνους, βούλεται γὰρ ἐν τῷδε τὸν ὕπνον, ἀλλ’ ὅτι μᾶλλον.
因此,不要感到奇怪,为什么自然一直希望感官保持活动,却允许它们在睡眠中静止,因为在此时,自然更希望有睡眠。
οὐ μὴν οὐδ’ ἐν καιρῷ μοι νῦν ἐστιν ἐξηγεῖσθαι φύσεως ὕπνου· λέλεκται γὰρ ἐν ἑτέροις ὑπὲρ ἑκάστου τῶν φυσικῶν ἐν ἡμῖν ἔργων τε καὶ παθημάτων.
当然,现在对我来说并不是解释睡眠本质的合适时机;因为在我们体内的每一种自然活动和感受已经在其他著作中讨论过了。
εἴτ’ οὖν ἔργον ἐστὶ φυσικὸν, εἴτε πάθος ὁ ὕπνος, οὐδὲ γὰρ οὐδὲ τοῦτο εὐδιαίτητον, ἀδύνατον αὐτῷ τὰς αἰσθήσεις ἀκριβῶς αἰσθανομένας φυλάττειν.
因此,无论睡眠是一种自然活动还是一种感受——因为即使是这个问题也不易解决——在睡眠中,感官是无法保持精确知觉的。
οὔτ’ οὖν, ὅτι κατὰ τοὺς ὕπνους ἐνεργεῖν ὁμοίως οὐ δυνάμεθα ταῖς αἰσθήσεσιν, διὰ τοῦθ’ ὁ λόγος ἐστὶ ψευδὴς, ἄμεινον εἶναι φάσκων διὰ παντὸς ἑκάστην αἴσθησιν ἐνεργεῖν τοῦ διαλείπειν· οὔθ’, ὅτι φυλαττόμενοί τινα τῶν ἐμπιπτόντων τε καὶ προσπιπτόντων ἔξωθεν ἀναγκαζόμεθα κλείειν τὰ βλέφαρα, διὰ τοῦτ’ ἔστι μὴ ὁρᾷν τηνικαῦτα.
因此,既不能因为我们在睡眠中无法以同样的方式活动感官,就认为这一主张“每种感官始终活动比间断活动更好”的论点是错误的;也不能因为为了防范外部落入和碰撞的物体而被迫闭上眼睑,就认为在那个时候不去看是更好的。
βέλτιον γὰρ, εἴπερ οἷόν τε ἦν ἀβλαβεῖς αὐτοὺς φυλάττεσθαι, καὶ τοῦθ’ ἡμᾶς ὁρᾷν.
因为如果可能保持眼睛不受伤害,我们那时也能看见显然更好。
ἐπειδὴ δ’ οὐχ οἷόν τε ἐνεργαζομένην, ἀναγκαζόμεθα κλείειν τὰ βλέφαρα.
但既然在眼睛活动时这是不可能的,我们就被迫闭上眼睑。
ταυτὶ μὲν οὖν εἰρήσθω μοι περὶ βλεφάρων χρείας· ἀπὸ γὰρ πολλῶν ὀλίγα, μηκύνειν γὰρ οὐ καιρός.
关于眼睑的用途,我就说这么多;这是从诸多内容中略取一二,因为现在不是冗长论述的时候。
μεταφέρωμεν ἤδη τὸν λόγον ἐπὶ τοὺς ὀσφρητικοὺς πόρους, οὓς  Ἀριστοτέλης φησὶν ἐπιθέματα γεγονέναι πρὸς τῆς φύσεως, οὔτε χρείαν τινὰ εἰπὼν τῆς τοιαύτης κατασκευῆς, οὔτ’ ἀποδείξεις ὑπάρχειν.
现在让我们把论点转到嗅觉通道上,亚里士多德声称自然为这些通道制造了覆盖物,但他既没有说明这种构造的任何用途,也没有证明其存在。
οὐ μόνον γὰρ οὐδενὸς ἕνεκα χρηστοῦ τοιοῦτοι γεγόνασιν, οἵους Ἀριστοτέλης αὐτοὺς εἶναι λέγει, ἀλλὰ καὶ βλάβην ἐργάζονται μεγάλην ἐν τῷ πλείονι χρόνῳ τῆς ζωῆς πηροῦντες ἡμῶν τὴν ὀσφρητικὴν αἴσθησιν, ὅπερ οὐδὲ κατὰ μίαν τῶν ἄλλων ὁρᾶται γεγονός.
因为这些覆盖物不仅没有像亚里士多德所说的那样出于任何有益的目的而存在,反而造成了巨大的伤害,在我们生命的大部分时间里使我们的嗅觉残缺,这在其他任何感官中都未曾见到。
ἐγρηγορότων γὰρ ἐνεργοῦσιν ἅπασαι διὰ παντὸς, ὅταν γε εὐπορῶσι τῶν οἰκείων αἰσθητῶν.
因为在清醒时,只要有充足的自身感官对象,所有的感官在任何时候都在活动。
ὅτι μὲν οὖν τὰ καλύμματα τῶν ὀσφρητικῶν πόρων ἄδηλός ἐστι καὶ ἀναπόδεικτος ὑπόθεσις, οὐδ’ ὑφ’ ἑνὸς τῶν ἐναργῶν μαρτυρουμένη, δεδειχέναι μοι δοκῶ.
因此,我认为我已经表明,嗅觉通道的覆盖物是一个不明确且未经证实的假设,没有任何显而易见的事实可以佐证。

词汇与语法注释

  1. §5#3ἐχρῆν — 直陈式过去未完成时表示未实现的义务(带有虚拟语气色彩),意为“(实际上并没有,但)本应当被打开”。
  2. §5#3διὰ τοῦτ’ ἔστι μὴ ὁρᾷν — 此处省略了前句中的比较级形容词 `βέλτιον`。应当理解为“并非因为……在那个时候不去看就是[更好的]”。
  3. ¦p.880¦καράβοις, καὶ ἀστακοῖς, καὶ παγούροις, καὶ καρκίνοις — 这反映了亚里士多德动物学著作中的甲类分类,分别指龙虾(大螯虾)、螯虾、寄居蟹和螃蟹。

引用这一段

盖伦, 论嗅觉器官 §5#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg015.humanitext-grc1:5%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。