§10Οἵ γε μὴν κοινοὶ πρὸς ἄλλα μόρια τοῦ λάρυγγος μύες οὐ διὰ παντὸς ἀπὸ τῆς ς΄ συζυγίας λαμβάνουσι νεῦρα, καθάπερ οὐδὲ οἱ τὸ λαμβδοειδές τε καὶ ὑοειδὲς ὀστοῦν ὀνομαζόμενον τῷ στέρνῳ συνάπτοντες·
然而,喉头与其他部位共有的肌肉并非总是从第六对中接收神经,就像那些将人字骨及被称为舌骨的骨头与胸骨相连接的肌肉一样。
ὑπὲρ ὧν ἀκριβοῦται μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, ἐν αἷς καὶ περὶ τῶν τριῶν λέγεται νεύρων τῆς νομῆς, τῶν διὰ τοῦ τρήματος, ὃ κατὰ τὸ τέλος ἐστὶ τῆς λαμβδοειδοῦς ῥαφῆς, εἰρημένων ἐκφύεσθαι, καίτοι γε ἑκάτερον ὀλίγου δεῖν ἅπαντες ἓν εἶναι νομίζουσιν, ὃ παραπεφυκὸς ταῖς καρωτίσιν ἀρτηρίαις εἰ βρόχῳ διαλαμβάνομεν, τὸ ζῶον αὐτίκα ἄφωνον γίνεται.
关于这些,在《解剖操作》中已有精确论述,其中也谈到了据说通过人字缝末端孔洞发出的这三根神经的分布,尽管几乎所有人都认为它们各自为一根,但这一根沿着颈动脉旁生长,如果我们用结扎线将其套紧,动物立时就会失声。
παρὰ τούτων μὲν οὖν καὶ οἱ τοῦ λάρυγγος μύες ἀποβλαστήματα λαμβάνουσιν.
因此,喉头的肌肉也从它们那里获得分支。
τῶν δὲ ἄλλων δυοῖν τὸ μὲν εἰς ἑκατέρους τοῦ φάρυγγος μῦς καὶ τῆς γλώττης τὴν ῥίζαν ἀφικνεῖται, τὸ δὲ ἐπί τε τὸν τῆς ὠμοπλάτης μῦν καὶ τὸν πλατὺν καί τινας ἄλλους τῶν τῇδε.
而在这两根其他的神经中,一根到达咽部两侧的肌肉和舌的根部,另一根则到达肩胛骨的肌肉、扁平肌以及该区域的其他一些肌肉。
λελήθασι δ’ αὐτοὺς καὶ τῶν παραφυομένων ταῖς ἀρτηρίαις οὐκ ὀλίγαι τῶν ἀποφύσεων, ἃς διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενα ποιεῖται, πρὶν ἐμπίπτειν τῷ σώματι τῆς γαστρὸς, εἰς ὅπερ ἡ πλείστη μοῖρα καταφύεταί τε καὶ διασπείρεται τῶν νεύρων τούτων.
他们还忽略了那些沿着动脉旁生长的神经在穿过颈部和胸部时所产生的不少分支,这些分支是在它们进入胃体(这些神经的大部分都下行并散布于胃体内)之前产生的。
ἀλλ’ ἐκεῖνο θαυμαστὸν, ὅτι ταῖς μὲν φρεσὶν ἐξ αὐτῶν τινα λέγουσιν ἀπονέμεσθαι μόρια, μηδ’ ὅλως λαμβανουσῶν τῶν φρενῶν ἐκ ταύτης τῆς συζυγίας μηδὲ τὸ σμικρότατον· ὅτι δ’ ἐκ μέσου τοῦ θώρακος ἀνάπαλιν ἥκει τινὰ μόρια ἐκ τούτων τῶν νεύρων ἐπί τινας τοῦ λάρυγγος μῦς, οὐκ ἔτι λέγουσιν, οὐδ’ ἥντινα δύναμιν ἔχουσιν ταῦτα.
但令人惊奇的是,他们说有一些部分是从这些神经分配给横膈膜的,而横膈膜从这一对神经中根本没有接收到哪怕是最微小的部分;而对于从胸腔中部反向返回、来自这些神经的某些部分到达喉头某些肌肉的事实,他们却不再提及,也没有说明这些部分具有何种力量。
καί τοι τοιαῦτα τῆς ἀφωνίας ἐστὶν αἴτια τοῖς ζώοις βλαβέντα, καὶ ἡ μεγάλη συζυγία τῶν παρὰ τῆς ἀρτηρίας νεύρων, ὅτι ταῦτά ἐστιν αὐτῶν μόρια, τὴν φωνὴν ἀναιρεῖν πέφυκεν, εἰ βλαβείη.
然而,正是这些部分在受损时会成为动物失声的原因,而动脉旁的这一对大神经,由于这些部分是它们的一部分,一旦受损也自然会消除声音。
ποικίλη δὲ καὶ ἡ μετὰ τὰς φρένας νομὴ τῶν νεύρων τούτων.
在越过横膈膜之后,这些神经的分布同样是多样的。
καὶ γὰρ παρὰ τοῦ κατὰ τοῦτο τὸ μέρος νωτιαίου λαμβάνει τινὰ μόρια, καὶ διασπείρει πρὸς τὰ ταύτης σπλάγχνα, καὶ τοῖς εἰρημένοις ἔμπροσθεν ἀπὸ τῆς τρίτης συζυγίας καταφέρεσθαι διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος ἀναμίγνυται.
因为它们确实从该部位的脊髓处接收了一些部分,并将它们分散到该处的内脏中,并且与先前提到过的、从第三对中通过颈部和胸部下行的神经相混合。
καίτοι γε ἅπαντες αὐτὰ πάλιν ταῦτα τὰ παρὰ τὰς ῥίζας τῶν πλευρῶν καταφερόμενα τῆς ἕκτης συζυγίας ἀποβλαστήματα εἶναι δοκοῦσιν.
然而,所有人又都认为这些沿着肋骨根部下行的神经本身就是第六对神经的分支。
ποικίλη δὲ καὶ ἡ τούτων ἐπιμιξία πρός τε τὰ τῶν μεσοπλευρίων νεῦρα καὶ τὰ κατ’ ὀσφὺν σχεδὸν ἅπαντα τὰ σμικρὰ καὶ τὸ λείψανον τῶν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἐλθόντων.
这些神经与肋间神经、以及腰部几乎所有细小神经,还有到达胃贲门后残留部分的混合,也是多种多样的。
ποικίλη δὲ νομὴ καὶ κατὰ τὴν ἐκτὸς τοῦ περιτοναίου χώραν, ἣν οὐ πρόκειται νῦν εἰς ἐσχάτην ἀκρίβειαν ἐξηγήσασθαι.
在腹膜外侧区域的分布也是多种多样的,但这并非目前所要极尽精确地加以阐明的目的。
ἀλλὰ μὴν ἱκανῶς ἐστιν οὐκ ἀγνοεῖν, ὅτι εἰς τὸ ἧπάρ τε καὶ τὸν σπλῆνα καὶ τοὺς νεφροὺς, ἔτι δὲ πρὸ τούτων εἰς ὅλην τὴν γαστέρα καὶ πάντα τὰ σπλάγχνα τὰ ἐξ ἐγκεφάλου νεῦρα ταύτῃ μὲν ἀπὸ τῆς τρίτης, ὡς εἴρηται, συζυγίας, ταύτῃ δὲ τῆς ἕκτης ἀφικνούμενα φαίνεται.
但是,充分了解以下一点就足够了:即对于肝、脾和肾,在此之前还有整个胃和所有内脏,脑发出的神经,在此处通过如前所述的第三对神经,在彼处通过第六对神经,显现出到达它们。
ὅτι δὲ καὶ ὁ πνεύμων τε καὶ ἡ καρδία ἀπὸ τῆς ἕκτης συζυγίας τινὰ τῶν νεύρων μοῖραν ἐν τῷ τραχήλῳ λαμβάνουσιν, ἅπαντες μὲν δὴ ἐγνώρισαν.
而肺和心脏在颈部从第六对神经中接收了部分神经,这确实是所有人都知道的。
ἀλλὰ μὴν περὶ νεύρων τῶν ἀπ’ ἐγκεφάλου ἐπιφυομένων ταῦτα τοῖς εἰσαγομένοις ἐξαρκεῖ.
然而,关于从脑部生出的神经,这些内容对于初学者来说已经足够了。
περὶ δὲ τῶν ἀπὸ τοῦ νωτιαίου ἀφικνουμένων ἐφεξῆς λεκτέον, ἐν οἷς οἱ πάντες ἀνατομικοὶ ἥμαρτον.
接下来必须谈谈从脊髓到达的神经,在这一点上,所有的解剖学家都犯了错误。
τὰς δὲ τῶν σφαλμάτων αἰτίας νῦν μὴ καιρός ἐστι διεξέρχεσθαι, ἐπειδὴ αὐτὰς ἤδη ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξηγησάμην.
现在还不是详细探讨这些错误原因的时机,因为我已经在《解剖操作》中解释过了。
ἀλλ’ ὅμως τῶν παλαιῶν μεμνῆσθαι διὰ τοῦτο ἀναγκάζομαι, ὅτι γ’ ἐκείνοις τοῖς αὐτῶν βιβλία μὲν ἀναγιγνώσκουσιν, ἀλλὰ μὴ μετ’ ἐμοῦ τὰ διὰ τῶν ἀνατομῶν φαινόμενα εἰσορῶσιν ἄδηλον εἶναι δόξει, πότερον ἅπαντες ἐκεῖνοι ἢ μόνος ἐγὼ ἥμαρτον.
但是,我之所以不得不提及古人,是因为对于那些只读他们的书,而不与我一起观察通过解剖所显现的现象的人来说,究竟是他们所有人还是唯独我犯了错误,将会显得模糊不清。